πάντας τοὺς εἰς αὐτὸν πιστεύοντας. Χαῖρε, κεχαριτωμένη, τοῦ νοητοῦ ἡλίου ἡ ἀνατολὴ [ἄλ. ἡλίου τῆς δικαιοσύνης ἡ ἀνατολὴ], καὶ τὸ τῆς ζωῆς ἀμίαντον ἄνθος. Χαῖρε, κεχαριτωμένη, ὁ λει μὼν τῆς εὐωδίας. Χαῖρε, κεχαριτωμένη, ἡ ἄμπελος ἡ ἀειθαλὴς, ἡ εὐφραίνουσα τὰς ψυχὰς τῶν σὲ δοξαζόν των. Χαῖρε, κεχαριτωμένη, ἡ ἀγεώργητος καλλίκαρ πος ἄρουρα. Κατὰ φύσιν μὲν, διὰ τὸ καθ' ἡμᾶς, καὶ διὰ τὸν χρόνον τῆς ἀσκήσεως [κυήσεως]· παρὰ φύσιν δὲ, μᾶλλον δὲ ὑπὲρ φύσιν, διὰ τὸν ἄνωθεν ἐνδημήσαντα Θεὸν Λόγον, καὶ ἐν τῇ ἁγίᾳ σου γαστρὶ τὸν Ἀδὰμ ἀναπλάσαντα, καὶ τὸ μὲν γόνιμον, τῇ ἁγίᾳ Παρθένῳ παρέσχεν τὸ ἅγιον Πνεῦμα· ἡ δὲ ἀλήθεια τοῦ σώμα τος προσελήφθη ἐκ τοῦ σώματος αὐτῆς. Καὶ ὥσπερ ὁ μαργαρίτης ἐκ τῶν δύο φύσεων, ἐξ ἀστραπῆς καὶ ὕδατος, ἐκ τῶν ἀδήλων σημείων τῆς θαλάσσης προέρ χεται· οὕτως καὶ ὁ ∆εσπότης ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἀσυγχύτως καὶ ἀτρέπτως, ἐκ τῆς καθαρᾶς καὶ ἁγνῆς, καὶ ἀμιάντου, καὶ ἁγίας Παρθένου Μαρίας προέρχεται, ἐν θεότητι τέλειος, καὶ ἐν ἀνθρωπότητι τέλειος, κατὰ πάντα ὅμοιος τῷ Πατρὶ, καὶ ὁμοούσιος ἡμῖν κατὰ πάντα, χωρὶς ἁμαρτίας. Πλεῖστοι τῶν ἁγίων Πατέρων, καὶ πατριαρχῶν, καὶ προφητῶν, ἐπεθύμησαν ἰδεῖν, καὶ αὐτόπται γενέσθαι. καὶ οὐ γεγόνασιν. Καὶ οἱ μὲν αὐτῶν, διὰ ὁράσεις αὐτὸν τυπικῶς ἐν αἰνίγμασιν [ἄλ. ἐν αἰνίγματι] ἐθεάσαντο· οἱ δὲ ἐν στόλῳ νεφέλης θείας φωνῆς ἐν ἀκροάσει γεγόνασιν, καὶ ἁγίων ἀγγέλων συνέτυχον ὀπτασίαις· πρὸς Μαριὰμ δὲ Παρθένον μόνην τὴν ἁγίαν, Γαβριὴλ ὁ ἀρχάγγελος [ἄλ. ὁ ἄγγελος] φωτι στικῶς παρεγένετο, τὸ, Χαῖρε, κεχαριτωμένη, αὐτῇ εὐαγγελιζόμενος· καὶ οὕτως τὸν Λόγον ἐδέξατο, καὶ ἐν τῷ καιρῷ τῆς σωματικῆς συμπληρώσεως, τὸν πο λύτιμον μαργαρίτην προήνεγκεν. ∆εῦτε τοίνυν καὶ ὑμεῖς, ὦ ἀγαπητοὶ, τὰ ἐκ τῆς τοῦ ∆αβὶδ θεοπνεύστου κιθάρας, ἠμῖν δεδειγμένα μελῳδήσωμεν, λέγοντες· Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου· σὺ, καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸς γὰρ ἀληθῶς, ἡ ἁγία Παρθένος, ἔσωθεν καὶ ἔξωθεν κεχρυ σωμένη, ἡ ὅλον τὸν θησαυρὸν δεξαμένη τοῦ ἁγιάσμα 10.1153 τος. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάστηθι, Κύριε, ἐκ τῶν κόλπων τοῦ Πατρὸς, ἵνα ἐξαναστήσῃς τὸ πεπτωκὸς γένος τοῦ πρωτοπλάστου.
Ταῦτα πρεσβεύων ὁ ∆αβὶδ πρὸς τὴν ἐξ αὐτοῦ μέλλου σαν βλαστάνειν ῥάβδον τὸ καλλίκαρπον ἐκεῖνο ἄνθος, προφητεύων ἔλεγεν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου· καὶ ἐπιθυ μήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστιν Κύριος ὁ Θεός σου, καὶ προσκυνήσεις [ἄλ. προσκυνήσουσιν] αὐτῷ. Ἄκουσον, θύγατερ, τὰ πρώην εἰς σὲ [ἄλ. περὶ σοῦ] προφητευόμενα· ἵνα καὶ τοῖς γνώσεως ὀφθαλμοῖς θεωρήσῃς τὰ πράγματα. Ἄκου σον ἐμοῦ σοι προμηνύοντος, καὶ τοῦ ἀρχαγγέλου σοι τὰ ἐντελῆ σοι μυστήρια διαῤῥήδην ἀναγγέλλοντος. ∆εῦτε τοίνυν, ἀγαπητοὶ, καὶ ἡμεῖς ἐπὶ τὴν τῶν προ λαβόντων μνήμην ἀναδραμόντες, τὴν ἐξ Ἰεσσαὶ ῥά βδον ὑπερφυῶς οὕτως βλαστήσασαν δοξάσωμεν, ἀνυ μνήσωμεν, μακαρίσωμεν, εὐφημίσωμεν. Οὐ γὰρ μόνῳ τῷ [ἄλ. μόνον τὸν] Ἰωσὴφ, ἀλλὰ καὶ τῇ θεο τόκῳ Μαρίᾳ προμαρτυρῶν [ἄλ. προσμαρτυρῶν] ὁ Λουκᾶς, ἐν τοῖς θείοις Εὐαγγελίοις, ἱστορεῖ πρὸς αὐ τὴν τὴν τοῦ ∆αβὶδ οἰκειότητα· Ἀνέβη γὰρ ὁ Ἰωσήφ, φησὶν, ἀπὸ τῆς Γαλιλαίας εἰς πόλιν τῆς Ἰουδαίας, ἥτις καλεῖται Βηθλεὲμ, ἀπογράψασθαι σὺν Μα ριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ, διὰ τὸ εἶναι αὐτοὺς ἐξ οἴκου καὶ πατριᾶς ∆αβίδ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν, καὶ ἔτεκεν τὸν υἱὸν αὑτῆς τὸν πρωτότοκον πάσης τῆς κτί σεως· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Ἐσπαργάνωσεν τὸν ἀναβαλλόμε νον φῶς ὡς ἱμάτιον. Ἐσπαργάνωσεν τὸν πᾶσαν κτίσιν δημιουργήσαντα. Ἀνέκλινεν ἐν φάτνῃ, τὸν ὑπὲρ χερουβὶμ καθήμενον, καὶ ὑπὸ μυριάδων ἀγγέ λων ἀνυμνούμενον. Ἐν τῇ τῶν ἀλόγων φάτνῃ ἀνεπαύ σατο ὁ τοῦ Θεοῦ Λόγος, ἵνα τοῖς ὄντως ἀλόγοις ἀνθρω πίνοις [γρ. ἀνθρώποις], κατὰ