ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν τε καὶ πόσιν ἱζάνει· εἰ καὶ μάλιστα ἐκ Θεοῦ ἀνθρώποις γί νονται αἱ τροφαί· οὐδὲν γὰρ τῶν πρὸς σωτηρίαν ἡμῖν δεδομένων ἔξω τῆς αὐτοῦ ὑπάρχει προνοίας. Ἀλλ' ὁ μὲν ἀγαθὸς ἀνὴρ, σοφίας ἐκ Θεοῦ τυχὼν, εὐφροσύνης ἔτυχεν οὐρανίου· ὁ δ' αὖ πονηρὸς, θεηλάτοις ἐλαυνό μενος κακοῖς, πλεονεξίαν νοσῶν, πολλά τε ἀθροῖσαι σπουδάζει, καὶ τὸν ὑπὸ Θεοῦ τετιμημένον ἐναντίον τοῦ πάντων ∆εσπότου ὀνειδίσαι σπεύδει, δῶρα προ τείνων ἄχρηστα, δολερά τε ὁμοῦ καὶ μάταια τῆς ἑαυτοῦ ἀθλίας ψυχῆς σπουδάσματα πεποιημένος. 996
ΚΕΦΑΛ. Γʹ. 1 Χρόνος δὲ οὗτος πάντων γέμει τῶν ἐναντιωτή των, τοκετῶν, εἶτα
θανάτων, βλαστήσεως φυτῶν, εἶτα ἀνατροπῆς· ἰάσεων καὶ ἀναιρέσεων, οἴκων τε εὐορθώσεως καὶ καταλύσεως, κλαυθμῶν καὶ γελώ των, κοπετῶν καὶ ὀρχημάτων. Νῦν μὲν συνάγει τις τὰ ἀπὸ γῆς, νῦν δὲ ἐξέβαλε· καὶ ποτὲ μὲν ἐπιμέ μηνε γυναικὶ, ποτὲ δὲ αὐτὴν ἀποστυχεῖ. Καὶ νῦν μὲν ἐζήτησέ τις ὁτιοῦν, νῦν δὲ ἀπώλεσε· καὶ νῦν μὲν ἐφύλαξε, νῦν δὲ προήκατο· ἄλλοτε ἀπέκτεινεν, ἄλλοτε ἐφονεύθη· ἐλάλησεν, εἶτα ἡσύχασεν· ἠγάπησεν, εἶτα ἐμίσησε. Τὰ γὰρ ἐν ἀνθρώποις πράγματα ποτὲ μὲν πολεμεῖται, ἄλλοτε δὲ εἰρηνεύεται, ὀξυῤῥόπως τῶν πραγμάτων ἐξ ἀγαθῶν εἶναι δοκούντων εἰς ὁμολο γούμενα κακὰ μεταπιπτόντων. Παυσώμεθα τοίνυν ἐξ ἀνονήτων μόχθων. Ταῦτα γὰρ ἅπαντα, ὥς γέ μοι δο κεῖ, κέντροις ἰοβόλοις ἀνθρώπους ἐξοιστρεῖν ἐτέθη. Καιροσκόπος δή τις πονηρὸς τὸν αἰῶνα τοῦτον περι κέχηνεν, ἀφανίσαι ὑπερδιατεινόμενος τὸ τοῦ Θεοῦ πλάσμα, ἐξ ἀρχῆς αὐτῷ μέχρι τέλους πολεμεῖν ᾑρη μένος. Πέπεισμαι τοίνυν τὰ μέγιστα ἀγαθὰ ἀνθρώπῳ εὐθυμίαν καὶ εὐποιΐαν ὑπάρχειν, καὶ μέν τοι καὶ τὴν πρόσκαιρον ταύτην ἀπόλαυσιν ἐκ Θεοῦ παραγενέσθαι μόνον, εἰ δικαιοσύνη τῶν πράξεων ἡγοῖτο. Τῶν δὲ αἰωνίων καὶ ἀφθάρτων πραγμάτων, ὅσα ὁ Θεὸς παγίως ὥρισεν, οὔτε τι ἀφελεῖν, οὔτε τι προσθεῖναι δυνατόν. Ὧι τινι οὖν, ἀλλ' ἔστιν, ἐκεῖνα φοβερά τε ὁμοῦ καὶ θαυμαστά· καὶ τὰ μὲν γενόμενα, ἕστηκε· τὰ δὲ ἐσόμενα, ἤδη κατὰ τὸ προεγνῶσθαι γεγένηται. Θεῷ δὲ κέχρηται ὁ ἀδικούμενος βοηθῷ. Εἶδον ἐν τοῖς κάτω μέρεσι, κολάσεως μὲν βάραθρον τοὺς δυσσεβεῖς δεχόμενον, εὐσεβέσι δὲ χῶρον ἕτερον ἀνειμένον. Ἐλογισάμην δὲ πάντα ὅμοια ὑπάρχειν παρὰ Θεῷ νομίζεσθαι καὶ κρίνεσθαι, ταυτὸν εἶναι δικαίους καὶ ἀδίκους, λογικὰ καὶ ἄλογα. Χρόνον τε γὰρ ἅπασιν ὁμοίως ἐπιμεμετρῆσθαι, καὶ θάνατον ἐπηρτῆσθαι, ταυτόν τε εἶναι παρὰ Θεῷ κτηνῶν τε καὶ ἀνθρώπων φῦλα, διαφέρειν δὲ ἀλλήλων, μόνῳ τῷ ἐνάρθρῳ τῆς φωνῆς· συμβαίνειν δὲ αὐτοῖς ἅπαντα παραπλήσια, καὶ τὸν θάνατον χωρεῖν, οὐδὲν μᾶλλον ἐπὶ τὰ λοιπὰ τῶν ζώων, ἤπερ καὶ ἐπ' ἀνθρώπους. Πνεῦμα γὰρ πᾶσιν ὅμοιον εἶναι, καὶ πλέον ὑπάρχειν ἐν ἀν θρώποις μηδὲν, ἀλλὰ πάντα ἑνὶ λόγῳ εἶναι μάταια, ἀπὸ τῆς αὐτῆς γῆς λαβόντα τὴν σύστασιν, καὶ εἰς τὴν αὐτὴν γῆν ἕξοντα τὴν ἀνάλυσιν. Ἄδηλον γὰρ εἶναι 997 περί τε τῶν ἀνθρωπίνων ψυχῶν, εἰ ἀναπτήσονται ἄνω, καὶ περὶ τῶν λοιπῶν ἃς τὰ ἄλογα κέκτηνται, εἰ κάτω διαῤῥυήσονται. Καὶ ὅ μοι ἐδόκει μηδὲν ἕτερον ὑπάρχειν ἀγαθὸν, εἰ μὴ τρυφὴ καὶ τῶν παρόντων χρῆσις. Οὐ γὰρ εἶναι πάλιν ᾠήθην, ἐπὶ τὴν ἀπό λαυσιν τούτων ἐλθεῖν δυνατόν, ἅπαξ ἀνθρώπῳ θανά του γευσαμένῳ.
ΚΕΦΑΛ. ∆ʹ. 1 Ἀπὸ δὲ τούτων ἁπασῶν ἐμαυτὸν ἐπιστρέψας τῶν ἐννοιῶν κατεσκεψάμην
καὶ ἀπεστράφην πάντα εἴδη συκοφαντιῶν τὰ ἐν ἀνθρώποις πλαζόμενα, ἐξ ὧν τινὲς μὲν ἀδικούμενοι δακρύουσι καὶ θρηνοῦσι, βίᾳ καταβεβλημένοι τῶν ἐπαμυνόντων, ἢ