Metaphrasis in Ecclesiasten Salamonis

 Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί πο

 ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν

 ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων,

 Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους.

 ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

 τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ.

 ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκ

 ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει

 1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι

ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκος, καὶ ὁ τέλεον ὅρκον ἐκτρεπόμενος, εἰς ταὐτὸ τέλος ἐλαύνειν ἠλπίζετο, κατάγνωσίς τέ τις ὕπεισι τοῦ εἰς ὅμοια τελευτᾷν ἅπαντας. Γινώσκω δὲ νῦν ὡς ἀφρόνων ταῦτα ἐνθυμήματα, καὶ πλάναι καὶ ἐξαπάται. Καὶ πολλὰ λέγουσιν, ὡς ὁ ἀποθανὼν οἴχεται τέλεον· καὶ προτι μητέον τὸν ζῶντα τοῦ τεθνηκότος, κᾶν ἐν σκότῳ κείμενος ᾖ, κἂν κυνὸς τρόπον, τὸν βίον διαπορεύηται, παρὰ τὸν λέοντα τὸν τεθνηκότα. Οἱ μὲν γὰρ ζῶντες τοῦτο γοῦν ἐπίστανται, ὅτι τεθνήξονται· οἱ δὲ νεκροὶ οὐδ' ὁτιοῦν γινώσκουσιν. Ἀμοιβαὶ δὲ οὐδενὸς πρό κεινται μετὰ τὸ ἀποπληρῶσαι τὸ χρεών. Ἥ τε ἔχθρα καὶ ἡ φιλία ἡ πρὸς τοὺς τεθνηκότας, τέλος ἔχει. Ἐκείνων γὰρ, εἴτε ζῆλος, ἐξέλιπεν· εἴτε βίος, ἠφά νισται. Μέτεστι δὲ οὐδενὸς τῷ ἅπαξ ἐντεῦθεν ἀπελ θόντι. Ταῦτα ἡ πλάνη ἐπᾴδουσα ἔτι, καὶ τοιαῦτα συμβουλεύει· Τί πράττεις, ὦ οὗτος, καὶ οὐ τρυφᾷς, οὐδὲ ἐμφορῇ μὲν ἐδεσμάτων παντοίων, οἴνου δὲ ὑπερ εμπίπλασαι; Οὐκ αἰσθάνῃ, ὡς ἐκ Θεοῦ ταυτὶ δέδοται πρὸς ἀπόλαυσιν ἀνεπικώλυτον; Περιβαλοῦ ἐσθῆτα 1012 νεόπλυτον, καὶ μύρῳ τὴν κεφαλὴν χρισάμενος, ὅρα τὴν γυναῖκα ταύτην, κἀκείνην δὲ ματαίως τὸν μά ταιον πάρελθε βίον; Ἕτερον γὰρ οὐδὲν ὑπολεί πεταί σοι παρὰ ταῦτα, οὐκ ἐνθάδε, οὐδὲ μετὰ θάνατον. Ἀλλὰ πράττε τὰ προστυχόντα. Οὔτε γὰρ λογισμὸν σέ τις τούτων εἰσπράξεται· οὔθ' ὅλως γινώσκεται ἐκτὸς ἀνθρώπων τὰ ὑπ' ἀνθρώπων γινόμενα. Ἅιδης δὲ, ὅ τί ποτε καὶ ἔστιν, εἰς ὃν ἀπιέναι λεγόμεθα, σοφίας καὶ αἰσθήσεως ἀμοιρεῖ. Ταῦτα μὲν οἱ μά ταιοι. Ἐγὼ δὲ εὖ οἶδα, ὡς οὔτε οἱ κουφότατοι δο κοῦντες τὸν μέγαν δρόμον ἐκεῖνον ἀνύσουσιν, οὔτε οἱ δυνατοὶ καὶ φοβεροὶ παρὰ ἀνθρώποις δεδοξασμέ νοι, τὸν φοβερὸν πόλεμον νικήσουσιν. Ἀλλ' οὐδὲ ἐν ἐδωδῆς πλήθει φρόνησις δοκιμάζεται, οὐδὲ σύνεσις πλούτῳ κοινωνεῖν εἴωθεν. Οὐδὲ συγχαίρω τοῖς οἰο μένοις ἅπαντας τῶν ὁμοίων τεύξεσθαι. Πάνυ δὲ ὑπνώττειν ἐοίκασιν οἱ τὰ τοιαῦτα ἐνθυμούμενοι, καὶ μὴ λογιζόμενοι, ὡς δίκην ἰχθύων καὶ ὀρνέων ἀνάρ παστοι γινόμενοι, ἐν κακοῖς κατατριβήσονται, ἄφνω τῆς ἀξίας λαχόντες ἐπιτιμίας. Ἐγὼ δὲ σοφίαν οὕτω τι μέγα ἡγοῦμαι, ὡς καὶ πόλιν μικρὰν ὑπ' ὀλίγων μὲν οἰκουμένην, ὑπὸ δὲ μεγάλου πολιορκουμένην βα σιλέως χειρὶ, πολλὴν καὶ μεγάλην ἡγοῦμαι, εἰ καὶ ἕνα σοφὸν ἄνδρα πολίτην ἔχοι πένητα. ∆ύναιτο γὰρ ἂν οὗτος καὶ ἐκ τῶν πολεμίων, καὶ ἐκ τῶν χαρακω μάτων τὴν ἑαυτοῦ διασῶσαι πόλιν. Καὶ ἄλλοι μὲν τὸν σοφὸν ἐκεῖνον οὐ γινώσκουσι πένητα· ἐγὼ δὲ καὶ πάνυ προκρίνω τὴν ἐν σοφίᾳ ἰσχὺν ταύτης τῆς δη μώδους δυνάμεως. Ἀλλ' ἐνθάδε μὲν ἀτιμάζεται σοφία πενίᾳ συνοικοῦσα· ἀκουσθήσεται δὲ μετέ πειτα ὑπερφωνοῦσα δυνάστας καὶ τυράννους κακῶν ὀρεγομένους. Σοφία γὰρ καὶ σιδήρου δυνατωτέρα· Ἀφροσύνη τε ἑνὸς πολλοῖς κίνδυνον ἐργάζεται, κἂν πολλοῖς καταφρόνητος ᾖ.

ΚΕΦΑΛ. Ιʹ 1 Καὶ γὰρ μυῖαι ἐμπεσοῦσαι μύρῳ, καὶ ἐναποπνι γεῖσαι, ἀσχήμονα τοῦ ἡδέος

ἐκείνου χρίσματος, τήν τε ὄψιν, καὶ τὴν χρίσιν ἐργάζονται· σοφίας δὲ καὶ ἀφροσύνης οὐδὲν ἐν ταυτῷ μεμνῆσθαι προσῆκον. Ὁ μέν γε σοφὸς ἑαυτὸν ἐπὶ δεξιὰ τῶν πραγμάτων ὁδηγεῖ· ἄφρων δὲ εἰς ἀριστερὰ ἀπονένευκεν, οὐδ' 1013 ἔστιν ὅτε καλῶν ὁδηγῷ πραγμάτων ἀφροσύνῃ χρήσε ται. Μάταια δὲ αὐτοῦ καὶ τὰ ἐνθυμήματα, ἀφροσύ νης ἀναπεπλησμένα. Εἰ δὲ καὶ πνεῦμά σοί ποτε, ὦ φίλος, πολέμιον προσπέσοι, ἔνστηθι ἐῤῥωμένως, γι νώσκων ὡς καὶ πολλῶν ἁμαρτημάτων πλῆθος Θεὸς ἱλάσασθαι δύναται. Τυράννου δὲ ἔργα ταῦτα, καὶ πα τρὸς πάσης πονηρίας· τὸν μὲν ἄφρονα εἰς ὕψος αἴρε σθαι, τὸν πλούσιον δὲ φρονήσει ταπεινοῦσθαι· καὶ δούλους μὲν ἁμαρτιῶν ἐπὶ ἵππον φερομένους, ἄνδρας δὲ ἱεροὺς βαδίζοντας ἀτίμως ὁρᾶσθαι, τῶν πονηρῶν γαυρουμένων. Εἰ δέ τις ἑτέρῳ ἐπιβουλεύει, λέληθεν αὑτὸν