Metaphrasis in Ecclesiasten Salamonis

 Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί πο

 ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν

 ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων,

 Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους.

 ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

 τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ.

 ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκ

 ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει

 1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι

1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι λάμψει, οὐδὲ σελήνη, οὐδὲ οἱ λοιποὶ ἀστέρες, κινηθή σονται δὲ αἱ ὑπέρτεραι δυνάμεις, ἐν ἐκείνῳ τῷ ὅλων χειμῶνι καὶ ταράχῳ, οἱ κοσμοφύλακες ἄγγελοι· ὡς παύσασθαι μὲν ἄνδρας δυνάστας, παύσασθαι δὲ καὶ γυναῖκας ἐργαζομένας, φευγούσας εἰς τὰ σκο τεινὰ τῶν οἰκημάτων, κεκλεισμένων ἁπασῶν τῶν θυ ρῶν· καί τις γυνὴ τοῦ ἀλήθειν ἀποσχομένη διὰ τὸ δέος, ἰσχνοτάτῃ φωνῇ χρήσεται ὥσπερ λεπτότατον ὄρνεον· ἅπασαι δὲ ἄναγνοι γυναῖκες εἰς γῆν πεσοῦν ται, καὶ πόλεις καὶ αἱ τούτων ἀρχαὶ αἱ μιαιφόνοι, πε ριμένουσαι τὴν ἄνωθεν κόλασιν, ἐνστάντος καιροῦ πικροτάτου καὶ αἱματώδους, ὥσπερ ἀνθοῦντος ἀμυγδά λου καὶ συνεχῶν ἐπικειμένων κολάσεων, ὥσπερ πλή θους ἐφιπταμένων ἀκρίδων, καὶ ἐκποδῶν ῥιπτουμένων τῶν παρανόμων, ὥσπερ μελαίνης καὶ εὐκαταφρονή του καππάρεως. Καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ εἰς αἰώνιον οἶκον τὸν ἑαυτοῦ χαίρων πορεύσεται· οἱ δέ γε φαῦλοι, πάντα τᾲ αὐτῶν ἐμπλήσουσι κοπτόμενοι, καὶ οὔτε ἀργύριον ἀποτεθησαυρισμένον, οὔτε χρυσίον δόκιμον ἐπωφελὲς ἔτι. Μεγάλη γὰρ ἅπαντα καθέξει πληγὴ, 1017 καὶ μέχρις ὑδρίας ἑστώσης πρός τινι κρήνῃ, καὶ τρο χοῦ ὀχήματος, ὃν ἂν τύχῃ καταλελεῖφθαι ἐν τῷ κοι λώματι παυσαμένης, χρόνον τε περιδρομῆς, καὶ τῆς δι' ὕδατος ζωῆς παροδεύσαντος τοῦ λουτροφόρου αἰῶνος. Ἀνθρώπων δὲ ἐπὶ γῆς κειμένων μία σω τηρία, εἰ ἐπιγνοῖεν αὐτῶν αἱ ψυχαὶ, καὶ πρὸς αὐτὸν ἀναπταῖεν ὑφ' οὗ καὶ γεγέννηνται. Λέγω τοίνυν αὖθις ἂ καὶ πρότερον εἴρηκα, πάνυ ματαίως ἀνθρώπους διακεῖσθαι, καὶ μήτε ὑπερβολὴν ὅλως ἐνδέχεσθαι τῶν ἐπινοουμένων πραγμάτων τὴν ματαιότητα. Περιττὸς δέ μοι ὁ κάματος ἐκκλησιάζοντι σοφῶς, ὅτι διδάσκειν ἐπιχειρῶν τὸν λαὸν τοῦτον ἀδιδάκτως καὶ ἀνιάτως ἔχοντα. ∆εῖ δὲ ἀνδρὸς γενναίου, πρὸς τὸ συνιέναι λόγους σοφίας δυνηθῆναι. Ἐγὼ δὲ ἤδη πρεσβύτης ὢν, καὶ μακρὸν βίου διελθὼν χρόνον, ἔκαμον εἰς τὸ ἀνευρεῖν τὰ τῷ Θεῷ ἀρεστὰ διὰ τῶν τῆς ἀληθείας μυστηρίων. Ἐπίσταμαί τε ὡς ἐπεγείρει ψυχὰς, καὶ νύττει οὐχ ἧττον τὰ τῶν σοφῶν παραγγέλματα, ἢ διατίθεται σώματα βουκέντρῳ, ἢ ἥλῳ ἐμπερονηθέντα. ∆ώσουσι δέ τινες τὰ σοφὰ ἐκεῖνα διδάγματα, παρ' ἑνὸς ἀγαθοῦ λαβόντες ποιμένος καὶ διδασκάλου, ὥσπερ ἐξ ἑνὸς στόματος ἅπαντες αὑτοῖς συμφώνως δαψιλέστερον τὰ πιστευθέντα διηγούμενοι. Λόγων δὲ πολλῶν οὐδὲν ὄφελος· οὐδέ σοι συμβουλεύω, ὦ φίλος, ἀνόνητα καταγράφειν τὰ περὶ τὸ προσῆκον, ἐν οἷς τοῦ κάμνειν εἰκῆ ἐστὶν οὐδὲν πλέον. Ἀλλά μοι λοιπὸν ἐπιλόγου δεήσει τοιοῦδέ τινος, ὅτι· Ὦ ἄνθρωποι, ἰδοὺ διαῤῥήδην ὑμῖν καὶ συντόμως προαγορεύω, φοβεῖσθαι μὲν Θεὸν τὸν πάντων δεσπότην τε ὁμοῦ καὶ ἐπόπτην, τηρεῖν δὲ αὐτοῦ καὶ τὰ παραγγέλματα· πείθεσθαι δὲ, πάντα τινὰ μετέπειτα καὶ κριθήσεσθαι, καὶ κατ' ἀξίαν ἀπολήψεσθαι ἔκαστον τῶν αὑτοῦ ἔργων τὴν ἀμοιβὴν ἀγαθῶν τε ὁμοῦ καὶ φαύλων.