Metaphrasis in Ecclesiasten Salamonis

 Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί πο

 ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν

 ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων,

 Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους.

 ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

 τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ.

 ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκ

 ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει

 1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι

Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί ποτε εἴη προκείμενον ἀνθρώποις σπου δαῖον, καὶ τῷ ὄντι καλὸν ὃ καταπράξονται παρὰ του τονὶ τὸν βίον. ∆ιεξελήλυθα γὰρ τὰ λοιπὰ σύμπαντα ὅσ' ἀξιάγαστα νομίζεται, οἴκων τε ὑπερυψήλων ἀνορ θώσεις καὶ φυτείας ἀμπέλων, ἔτι δὲ παραδείσων κατασκευὰς, καὶ παντοίων δένδρων καρποφόρων κτήσεις καὶ ἐπιμελείας· ὅπου δὲ καὶ δεξαμεναὶ μεγάλαι πρὸς ὑποδοχὰς ὑδάτων κατεσκευάσθησαν, εἰς δαψιλῆ ἀρδείαν τῶν φυτῶν ἀπονενεμημέναι. Πε ριεβαλόμην δὲ καὶ οἰκετῶν πλῆθος, θεράποντας καὶ θεραπαίνας· ἄλλους μὲν ἔξωθεν κτησάμενος, ἄλλους δὲ καὶ παρ' ἐμαυτῷ γενομένους καρπωσάμενος. Ζώων δὲ τετραπόδων ἀγέλαι, πολλαὶ μὲν βουκολίων, πολλαὶ δὲ ποιμνίων ὑπὸ τὴν ἐμὴν ἦλθον ἐξουσίαν παρ' ὁντινοῦν τῶν πάλαι. Θησαυροί τε χρυσοῦ τε καὶ ἀργύρου προσέῤῥεον, δορυφόρους τέ μοι καὶ δασμοφόρους, τοὺς ἁπάντων βασιλεῖς πεποιημένῳ. Χοροί τε συνεκροτοῦντο παμπληθεῖς, ἀῤῥένων δέ τε ὁμοῦ καὶ θηλειῶν εἰς τὴν ἐμὴν τέρψιν, παναρ μόνιον ἐκπονούντων ᾠδήν. Συμπόσιά γε μὴν καὶ οἰνοχόους εἰς τοῦτο ἀπέταξα τῆς τρυφῆς μέρος ἐξ ἑκατέρου γένους ἀνθρώπων ἐξειλεγμένους, οὐδ' ἂν καταλέγειν ἔχοιμι, τοσοῦτον ὑπερέβαλον τούτοις τοὺς πρὸ ἐμοῦ βασιλεύσαντας Ἱερουσαλήμ. Εἶτα συνέ βαινε, τὰ μὲν τῆς σοφίας μοι ἐλαττοῦσθαι, πληθύνειν δὲ τὰ τῆς οὐκ ἀγαθῆς ἐπιθυμίας. Παντὶ γὰρ ὀφθαλ μῶν τε δελεάσματι, καὶ καρδίας ἀκράτοις ὁρμαῖς ἐφιεὶς πανταχόθεν προσπιπτούσαις, ἡδονῶν ἐλπίσιν ἐμαυτὸν ἐκδεδωκώς· καὶ πάσαις τρυφαῖς δειλαί αις, τὴν ἐμαυτοῦ ἐγκατέδησα προαίρεσιν. Οὕτω γάρ μου αἱ ἐνθυμήσεις, εἰς δυσπραγίαν ἠνέχθησαν, ὡς ταῦτα μὲν εἶναι καλὰ, ταῦτα δέ μοι προσήκειν διαπράττεσθαι νομίζειν. Εἶτα ποτὲ ἀνανήψας ἐγὼ καὶ ἀναβλέψας, κατεῖδον ἅπερ ἐν 993 χερσὶν εἶχον, μοχθηρὰ ὁμοῦ καὶ παγχάλεπα, πνεύματος οὐκ ἀγαθοῦ ποιήματα. Οὐδὲν γὰρ ὁτιοῦν ὑπ' ἀνθρώπων ᾑρημένον, ἀποδεκτὸν εἶναί μοι νῦν καταφαίνεται καὶ περισπούδαστον ὀρθῷ λογισμῷ. Συλλογισάμενος οὖν τά τε σοφίας ἀγαθὰ, καὶ τὰ ἀφροσύνης κακὰ, εἰκότως ἂν ἱκανῶς θαυμάζοιμι ἄν δρα τοιοῦτον, ὅς τις φερόμενος ἀλόγως· ἔπειτα ἑαυ τοῦ λαβόμενος, εἰς τὸ δέον ἐπιστρέψει. Φρονή σεως γὰρ καὶ ἀφροσύνης πολὺ τὸ μέσον, διαφορὰ δὲ ἀμφοῖν τοσαύτη, ὅση περ ἡμέρας πρὸς νύκτα. Ἔοικε τοίνυν, ὁ μὲν ἀρετὴν ᾑρημένος, τρανῶς τε ἕκαστα καὶ ἄνω βλέποντι· τῆς* τε ἑαυτοῦ πορείας, λαμπρο τάτου φέγγους καιρῷ πεποιημένῳ· ὁ δ' αὖ κακίᾳ ἐμπεπλεγμένος, καὶ πλάνῃ παντοίᾳ ὡς ἐν σκοτομήνῃ πλανωμένῳ, τυφλός τε ὢν τὴν πρόσοψιν, καὶ ὑπὸ τοῦ σκότους τῶν πραγμάτων ἀφῃρημένος. Τέλος δὲ ἐπινοήσας ἑκατέρου τῶν βίων τούτων ἐγὼ τὸ διά φορον, εὗρον οὐδὲν, καὶ ὡς κοινωνὸν ἀφρόνων ἐμαυ τὸν καταστήσας, τὰ τῆς ἀφροσύνης ἐπίχειρα δέξο μαι. Τί γὰρ ἢ τῶν σοφισμάτων ἐκείνων ἀγαθὸν, ἢ ποία ὄνησις τῶν πολλῶν λόγων, ὅπου γε τὰ φλυαρίας ῥεύματα, ὥσπερ ἐκ πηγῆς ὁρμᾶται τῆς ἀφροσύνης; Σοφῷ δὲ καὶ ἄφρονι κοινὸν οὐδὲν, οὐ κατὰ ἀνθρώπων μνήμην, οὐ κατὰ Θεοῦ ἀμοιβήν. Τῶν δ' ἐν ἀνθρώποις πραγμάτων, ἔτι ἄρχεσθαι δοκούντων, ἤδη τὸ τέλος ἐπιλαμβάνει ἁπάντων. Σοφὸς δὲ οὐδέποτε ἀσυνέτῳ τοῦ αὐτοῦ κοινωνεῖ τέλους. Ἐμίσησα τοίνυν καὶ τὸν σύμπαντά μου βίον, τὸν ἐν τοῖς ματαίοις ἀναλωθέντα, ὃν διήγαγον τοῖς περὶ γῆν πόνοις προστετηκώς. Ὡς γὰρ συνελόντι φάναι, πάντα μοι λυπηρῶς ἐκμε μόχθηται ὁρμῆς ἀλογίστου γενόμενα ποιήματα· καὶ διαδέξεταί τις αὐτὰ ἕτερος, εἴτε σοφὸς, εἴτε ἠλίθιος, τὰς ψυχρὰς τῶν ἐμῶν καμάτων ἐπικαρπίας. Ἀπο λαβομένῳ δέ μοι ταῦτα καὶ ἀποῤῥίψαντι, κατεφάνη τὰ τῷ ὄντι ἀγαθὰ προκείμενα ἀνθρώπῳ, σοφίας τε γνῶσις, καὶ κτῆσις ἀνδρείας. Εἰ δέ τις τούτων μὲν οὐκ ἐφρόντισεν, ἑτέρων δὲ ἐπτόηται, ὁ τοιοῦτος εἵ λετο μὲν πονηρὰ ἀντὶ ἀγαθῶν, μετῆλθε δὲ κακίαν ἀντὶ χρηστότητος, καὶ μόχθον ἀνθ' ἡσυχίας, ταράχοις ποικίλοις περιελκόμενος, νύκτωρ τε καὶ μεθ' ἡμέ ραν συνεχόμενος ἀεὶ, σώματός τε