Metaphrasis in Ecclesiasten Salamonis

 Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί πο

 ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν

 ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων,

 Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους.

 ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

 τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ.

 ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκ

 ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει

 1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι

ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων, οἱ μὲν ἀποθανόντες, ἄμεινον παρὰ τοὺς μέχρι νῦν ζῶντας ἔπραξαν. Αἱρετώτερος δὲ τούτων ἀμφοτέρων, ὁ ὅμοιος αὐτοῖς ἐσόμενος, μηδέπω δὲ γεγονὼς, ὅτι οὔπω τῆς κατὰ ἀνθρώπους ἥψατο πονηρίας. Φανερὸν δέ μοι ἐγένετο καὶ ὁπόσος ἀνδρὶ φθόνος παρὰ τῶν πέλας ἕπεται, οἶστρος ὑπάρχων πονηροῦ πνεύματος· καὶ ὅτι ὁ ὑποδεξάμενός τε αὐτὸν, καὶ οἱονεὶ προστερνισά μενος, οὐδὲν ἕτερον ἔχει, ἢ τὸ διεσθίειν τὴν ἑαυτοῦ ψυχὴν, καὶ διαπρίειν τε καὶ δαπανᾷν μετὰ τοῦ σώμα τος ἑαυτοῦ λύπην ἀπαραμύθητον, τὴν τῶν ἄλλων εὐπραγίαν τιθέμενον. Ἕλοιτο δ' ἄν τις εὖ φρονῶν θατέραν ἐμπλῆσαι τῶν χειρῶν, σὺν ῥᾳστώνῃ καὶ πραότητι, ἤπερ ἀμφοτέρας σὺν μόχθῳ, καὶ δολεροῦ πνεύματος πανουργίᾳ. Ἔστι δέ τι καὶ ἕτερον, ὅπερ οἶδα συμβαῖνον παρὰ τὸ προσῆκον, ἀνδρὸς ἕνεκα προαιρέσεως οὐκ ἀγαθῆς. Ὃς μεμονωμένος πάντοθεν, καὶ οὔτε ἀδελφὸν ἔχων, οὔτε υἱὸν, κτήμασι δὲ πολλοῖς εὐθηνούμενος, ἀπληστίᾳ συζῶν, χρηστότητι ἑαυτὸν οὐθ' ὅλως ὁτιοῦν ἐπιδοῦναι θέλει. Ἡδέως οὖν ἂν αὐ τὸν ἐροίμην, ὅτου χάριν ὁ τοιοῦτος μοχθεῖ, τὸ μὲν ἀγαθόν τι δρᾶσαι προτροπάδην φεύγων, ποικίλαις δὲ τοῦ χρηματίσασθαί ποθεν ἐπιθυμίαις διασπώμενος. Πολλῷ δὲ τούτου βελτίους οἳ κοινωνίαν ἅμα βίου ἐστεί λαντο, ἐξ ἧς καρποῖντο ἂν τὰ βέλτιστα; ∆ύο γὰρ ἀν δρῶν τοῖς αὐτοῖς πράγμασιν ὀρθῶς προσκειμένων, εἰ καὶ θατέρῳ τινὶ προσπέσῃ τι· ἀλλὰ μὴν οὐ μικρὰν ἐπικουρίαν ἔχει, τὸν αὐτῷ συνόντα. Μεγίστη δὲ καὶ συμφορὰ ἀνθρώπῳ δυσπραγοῦντι, καὶ ἡ ἐρημία τοῦ ἀνακτησομένου. Οἱ δ' αὖ ὁμοδίαιτοι, καὶ τὴν εὐπρα γίαν αὐτοῖς ἐδιπλασίασαν, καὶ πραγμάτων ἀβουλή των χειμῶνα παρεμυθήσαντο· ὥστε καὶ μεθημέραν τῇ ἐπ' ἀλλήλοις λαμπρύνεσθαι παῤῥησίᾳ, καὶ νύκτωρ 1000 φαιδρότητι σεμνύνεσθαι. Ὁ δὲ βίον ἀκοινώνητον ἕλκων, φρικώδη τινὰ ἑαυτῷ διεξάγει ζωὴν, οὐκ ᾐσθη μένος, ὡς εἰ καὶ ἐπίθοιτό τις ἀνθρώποις συμπεφρα γμένοις, θρασέως καὶ οὐκ ἀσφαλῶς βουλεύεται, καὶ ὄτι οὐδὲ σχοῖνος τριπλῇ ῥᾳδίως ἀποῤῥήγνυσθαι πέφυκεν. Ἐγὼ δὲ προκρίνω νέον πένητα σώφρο να, γέροντος βασιλέως ἄφρονος, ᾧ ἐνθύμιον οὐ γεγέ νηται, ὡς δυνατόν ἐστι, τῶν μὲν ἐκ τοῦ δεσμωτηρίου τινὰ εἰς τὸ βασιλεῦσαι καταστῆναι, αὐτὸν δὲ τῆς ἀδί κου δυναστείας, δικαίως ὕστερον ἐκπεσεῖν. Συμβαίνει γὰρ τοὺς ὑπὸ τῷ νέῳ μὲν, ἔμφρονι δὲ τασσομένους, ἀλύπους εἶναι τοὺς ὅσοι προγενέστεροι. Οἱ γὰρ μετέπειτα γενόμενοι, διὰ τὸ ἑτέρου ἀπειράτως ἔχειν, οὐδὲ τοῦτον ἐπαινεῖν δύνανται, ἀγόμενοί τε γνώμῃ ἀλογίστῳ, καὶ ὁρμῇ πνεύματος ἐναντίου. Ἐκκλησιά ζων δὲ πρὸ ὀφθαλμῶν ἔχε τόν τ' ἑαυτοῦ βίον ὀρθῶς διαπορεύεσθαι, καὶ ὑπὲρ τῶν ἀφρόνων εὔχεσθαι, ὅπως ἐπίσταιντο σύνεσιν λαβόντες, ἐκκλίνειν τὴν πρᾶξιν τῶν πονηρῶν.

ΚΕΦΑΛ Εʹ. 1 Γλώσσης δὲ φείδεσθαι καλὸν, καὶ εὐσταθούσῃ χρῆ σθαι καρδίᾳ ἐν τῇ περὶ

λόγους σπουδῇ. Οὐ γὰρ χρὴ ἀλογίστως αὐτῶν ἔχοντα, κἂν ἄτοπα, ἢ τὰ ἐπὶ νοῦν ἐλθόντα, ταῦτα προΐεσθαι διὰ τῆς φωνῆς· ἀλλ' ἐνθυ μουμένους, ὅτι εἰ καὶ πολὺ ἀφεστήκαμεν οὐρανοῦ, γινώσκειν χρὴ, ὅτι ἐπ' ἐπηκόῳ φθεγγόμεθα Θεοῦ, καὶ ἔστι λυσιτελὲς λαλεῖν ἀπεριπτώτως. Ὥσπερ δὲ φρον τίσι ψυχῆς ποικίλαις παρέπεται ὀνειράτων παντοδαπῇ φαντασίᾳ· οὕτω καὶ ἀφροσύνῃ φλυαρία συνέζευ κται. Ἐπαγγελία δὲ δι' εὐχῆς γινομένη, τέλος λαμ βανέτω δι' ἔργου. Ἀφρόνων δὲ ἴδιον, τὸ ἀποβλήτους εἶναι· σὺ δὲ ἀληθὴς ἔσο, γινώσκων ὡς πολλῷ ἄμει νον μὴ εὔξασθαί σε, μηδὲ ὑποσχέσθαι τὶ δρᾶσαι, ἢ εὐξάμενον, εἶτα παραλιπεῖν. ∆εῖ δὲ παντοίως φεύγειν 1001 τὴν τῶνδε καλῶν ῥημάτων ἐπιῤῥοὴν, ὡς ἀκουσομένου θεοῦ. Τῷ γὰρ ταῦτα ἐνθυμουμένῳ πλέον οὐδέν ἐστιν, ἢ τὸ αἰσθάνεσθαι τῶν ἑαυτοῦ ἔργων ὑπὸ θεοῦ διαφθειρο μένων. Ὥσπερ γὰρ τὰ πολλὰ ἐνύπνια μάταια, οὕτω καὶ τὰ πολλὰ ῥήματα.