Metaphrasis in Ecclesiasten Salamonis

 Λογισάμενος δὲ, ὅτι ψυχὴ δύναται στῆσαι μεθύουσαν καὶ ῥέουσαν ὥσπερ οἶνον σώματος φύσιν, ἐγκράτεια δὲ δουλοῦται ἐπιθυμίαν· προεθυμήθην κατιδεῖν, τί πο

 ἐπείγουσι καμά τοις, καὶ ψυχῆς φροντίσιν ἀδιαλείπτοις, σφαδαζού σης αὐτῷ τῆς καρδίας, ἀλλοκότων ἕνεκα πραγμά των. Οὐ γὰρ τὸ τέλειον ἀγαθὸν περὶ βρῶσίν

 ὅλως πα ραμυθησομένων αὐτοὺς πάσης πανταχόθεν κατεχού σης ἀπορίας· οἱ δὲ χειροδίκαι εἰς ὕψος αἴρονται, ἐξ οὗ καὶ πεσοῦνται. Τῶν δὲ ἀδίκων καὶ θρασέων,

 Φόβος δὲ Θεοῦ, ἀνθρώπων σωτήριος, σπάνιος δέ. Ὅθεν [οὐ] χρὴ θαυμάζειν ἀφορῶντα πρός τε πένητας συκοφαντουμένους, καὶ πρὸς δικαστὰς παρα λογιζομένους.

 ὑπὲρ αὐτὸν ἄνθρωπος ἀντι τάσσεσθαι οὐχ οἷός τε. Φλυαρίαι γε μὴν κατὰ ἀνθρώ πους στρέφονται, τὴν τῶν χρωμένων ἄνοιαν ἐπαυξά νουσαι.

 τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ.

 ἓν ἐδόκει δι καίου τε καὶ ἀσεβοῦς, ἀγαθοῦ τε καὶ κακοῦ, καθαροῦ τε καὶ ἀκαθάρτου, καὶ Θεὸν ἱλασκομένου καὶ μή. Ὅτε γὰρ ἄδικος καὶ ὁ ἀγαθὸς, ὅτε ἐπίορκ

 ὡς ἑαυτῷ πρώτῳ καὶ μόνῳ ἔνεδρον ἐργάζεται. Ὁ δὲ καθαιρῶν ἄλλου ἀσφάλειαν, περιπεσεῖται ὄφεως δήγματι. Ἀλλὰ μὴ [ἴσ. μὴν] ὁ λίθους ἐξαιρούμενος, ὑποίσει

 1 Χρὴ δὲ ἕτι νέον ὄντα φοβεῖσθαι Θεὸν, πρὶν ἢ ἑαυ τὸν παραδοῦναι κακοῖς, πρὶν ἐλθεῖν τὴν τοῦ Θεοῦ με γάλην ἡμέραν καὶ φοβερὰν, ὁπότε ἥλιος μὲν οὐκέτι

τὸν Θεὸν ἵλεω καὶ ἐπόπτην ἐσχηκώς· ὡς ὅ γε ἁμαρτίᾳ δεδουλωμένος οὐκ ἂν ἐκφύγοι. Ζητήσας δ' ἐγὼ διὰ πασῶν γυναικῶν σωφροσύνην αὐτῶν, εὗ ρον ἐν οὐδεμιᾷ. Καὶ ἄνδρα μέν τις ἐν χιλίοις γνοίη ἂν σώφρονα, γυναῖκα δὲ οὔ. Κατενόησα δὲ ἐκεῖνο μάλιστα, ὅτι ἄνθρωποι ὑπὸ Θεοῦ ἁπλοῖ ταῖς ψυχαῖς γενόμενοι, ἑαυτοῖς ἐπισπῶνται λογισμοὺς ποικί λους καὶ ζητήσεις ἀπεράντους, καὶ σοφίαν ζητεῖν προσποιούμενοι, περὶ ῥημάτια κατατρίβονται.

ΚΕΦΑΛ. Ηʹ. 1 Σοφία δὲ ἐν ἀνθρώπῳ ἐξεταζομένη, καὶ διὰ προσ ώπου φαίνεται

φωτίζουσα τὸν κεκτημένον· ὤσπερ οὖν ἀναίδεια, μίσους εὐθὺς ὀφθέντα ἄξιον ἐκεῖνον ἐλέγχει, ᾧπερ ἐνῴκησε. Πάνυ δὲ χρὴ ἐπιμελῶς τοῖς τοῦ βασιλέως προσέχειν λόγοις, ὅρκον δὲ ἐκ παντὸς τρόπου φεύγειν, μάλιστα τὸν εἰς Θεοῦ ὄνομα γινό μενον. Ἐφίστασθαι δὲ ὅμως προσήκει λόγῳ πονηρῷ· ἀλλὰ φυλάσσεσθαι ἅπασαν τὴν εἰς τὸν ∆εσπότην βλασφημίαν. Οὐ γὰρ δὴ ἐπάγοντός τι μέμφεσθαι ὑπάρξει, οὐδὲ ἀντιλέγειν τοῖς τοῦ μόνου δυνάστου καὶ βασιλέως δόγμασι. Βέλτιον δὲ, καὶ λυσιτελέστε ρον ἐμμένοντα ταῖς ἱεραῖς ἐντολαῖς, λόγων τῶν πο νηρῶν ἐκτὸς καθεστάναι. Σοφὸς γὰρ ἀνὴρ ἐπίσταται καὶ προγινώσκει τὴν εἰς καιρὸν κρίσιν, ὅτι δικαία ἔσται. Πάντα γὰρ τὰ ἐν τῷ βίῳ τῶν ἀνθρώπων πράγματα περιμένει τὴν ἄνωθεν κόλασιν· πλὴν ὅ γε πονηρὸς, οὐ λίαν γινώσκειν ἔοικεν, ὅτι πολλῆς ἐπ' αὐτῷ οὔσης προνοίας, οὐδὲν ὁτιοῦν εἰς τὸ μετέ πειτα λήσεται. Οὐ γὰρ οἶδε τὰ ἐπιόντα· οὐδὲν γὰρ αὐτῶν κατ' ἀξίαν τις ἀναγγεῖλαι δυνήσεται· ὅτι οὐχ οὕτως τις ἰσχυρὸς ὑπάρξει, ὡς τὸν ἀφαιρούμενον τὴν ψυχὴν αὐτοῦ ἄγγελον κωλῦσαι δύνασθαι, οὐδέ τις ὅλως μέθοδος εὑρεθείη ἂν τοῦ παραγράφασθαί πως τὸν καιρὸν τῆς τελευτῆς· ἀλλ' ὥσπερ ἐν πολέμῳ μέσῳ ληφθέντα, ἄφυκτα πανταχόθεν ἔστιν ὁρᾷν, ἀσέβεια δὲ πᾶσα ἀνθρώπου συνεξόλλυται. Καὶ ἐκπέπληγμαι δὲ, ὁπότ' ἂν ἀπίδω οἷα καὶ ὅσα εἰς βλάβην τῶν πέ λας ἄνθρωποι ἐπιτετηδεύκασιν. Ἐπίσταμαι δὲ προ αναρπαζομένους ἐνθένδε τοὺς ἀσεβεῖς καὶ γινομένους 1009 ἐκ ποδῶν, ἄνθ' ὧν ἑαυτοὺς ματαιότητι δεδώκεσαν. Ἐπειδὴ γὰρ οὐκ ἐφ' ἁπάντων μετέρχεται ἡ τοῦ Θεοῦ πρόνοια ὀξέως διὰ τὴν πολλὴν ἀνεξικακίαν, οὐδὲ παραυτίκα τιμωρεῖται ἐπὶ ταῖς πλημμελείαις, τούτου χάριν οἴεται δεῖν ὁ πονηρὸς ἀνὴρ ἁμαρτάνειν ἐπὶ πλεῖον, ὡς ἀθῶος ἀπαλλάξων· οὐ συνιεὶς, ὅτι καὶ μετὰ πάμπολυν χρόνον ἀδικήσας οὐ λήσεται· ἀγαθόν γε μὴν μέγιστον, εὐλαβεῖσθαι Θεόν· οὗπερ ἀσεβὴς ἐκπεσὼν, οὐ πολὺν χρόνον τῇ ἑαυτοῦ μωρίᾳ κατα χρήσεται. Χειρίστη δὲ καὶ ἐψευσμένη δόξα ἀνθρώπους ἐπινέμεται πολλάκις, περί τε δικαίων καὶ ἀδίκων. Ὑπολαμβάνουσι γὰρ περὶ ἑκατέρων τἀναντία· καὶ δίκαιός γε τὶς ὢν, οὐ τοιοῦτος ἔδοξε· καὶ πάλιν ἀσε βὴς, ἔμφρων ἐνομίσθη. Ταύτην ἔγωγε τὴν πλάνην χαλεπὴν ἐν τοῖς μάλιστα τίθεμαι. Ἔδοξα δέ ποτε τὸ μέγιστον τῶν ἀγαθῶν βρῶσιν εἶναι καὶ πόσιν· κἀ κεῖνον θεοφιλέστατον, ὃς ἂν τούτων ἀπολαύῃ παρὰ τὸν βίον, ὡς οἷόν τε μάλιστα· καὶ παραμυθίαν τῆς ζωῆς, τὴν τοιαύτην εὐθυμίαν μόνην ἡγησάμην· καὶ τοίνυν προσεῖχον οὐδενὶ ἑτέρῳ, ἢ τῇ οἰήσει ταύτῃ, ὡς μήτε νύκτωρ μήτε μεθημέραν ἁπάντων, ὅσα πρὸς τρυφὴν ἀνθρώποις εὕρηται, ἐμαυτὸν ἀπάγειν. Ἔγνων τε τοσοῦτον, ὅτι ἐν ἐκείνοις τὶς ἐμφύρων, οὐδαμῶς δυνήσεται, οὐδὲ πολλὰ μοχθήσας, εὑρεῖν τὸ ὄντως ἀγαθόν.

ΚΕΦΑΛ. Θʹ. 1 Ὤιμην γὰρ ἅπαντας τότε τῶν αὐτῶν ἀνθρώπους ἠξιῶσθαι· καὶ εἴ τέ τις

σοφὸς, δικαιοσύνης μὲν ἐπεμελήθη, ἀδικίαν δὲ ἐξετράπη, καὶ ἔχθραν ἔφυγε πρὸς ἅπαντας δεξιὸς ὢν, ὅπερ ἐστὶν ἀρεστὸν Θεῷ, οὗτος ματαιοπονεῖν ἐφαίνετο. Τέλος δὲ