3
ταύτας καὶ λέγειν, ὁ διὰ τὴν λαμπρό τητα Ἑωσφόρος, σκότος διὰ τὴν ἔπαρσιν καὶ γενό μενος καὶ λεγόμενος, αἵ τε ὑπ' αὐτὸν ἀποστατικαὶ δυνάμεις, δημιουργοὶ τῆς κακίας τῇ τοῦ καλοῦ φυγῇ, καὶ ἡμῖν πρόξενοι.
ςʹ. Οὕτω μὲν οὖν ὁ νοητὸς αὐτῷ καὶ διὰ ταῦτα ὑπέστη κόσμος, ὡς ἐμὲ γοῦν περὶ τούτων φιλοσο φῆσαι, μικρῷ λόγῳ τὰ μεγάλα σταθμώμενον. Ἐπεὶ δὲ τὰ πρῶτα καλῶς εἶχεν αὐτῷ, δεύτερον ἐννοεῖ κόσμον, ὑλικὸν καὶ ὁρώμενον· καὶ οὗτός ἐστι, τὸ ἐξ οὐρανοῦ, καὶ γῆς, καὶ τῶν ἐν μέσῳ σύστημά τε καὶ σύγκριμα· ἐπαινετὸν μὲν τῆς καθ' ἕκαστον εὐ φυΐας, ἀξιεπαινετώτερον δὲ τῆς ἐξ ἁπάντων εὐαρ μοστίας καὶ συμφωνίας, ἄλλου πρὸς ἄλλο τι καλῶς ἔχοντος, καὶ πάντων πρὸς ἅπαντα, εἰς ἑνὸς κόσμου συμπλήρωσιν· ἵνα δείξῃ, μὴ μόνον οἰκείαν ἑαυτῷ φύσιν, ἀλλὰ καὶ πάντη ξένην ὑποστήσασθαι δυνατὸς ὤν. Οἰκεῖον μὲν γὰρ θεότητος, αἱ νοεραὶ φύσεις, καὶ νῷ μόνῳ ληπταί· ξένον δὲ παντάπασιν, ὅσαι ὑπὸ τὴν αἴσθησιν· καὶ τούτων αὐτῶν ἔτι ποῤῥωτέ ρω, ὅσαι παντελῶς ἄψυχοι καὶ ἀκίνητοι.
Ζʹ. Νοῦς μὲν οὖν ἤδη καὶ αἴσθησις, οὕτως ἀπ' ἀλλήλων διακριθέντα, τῶν ἰδίων ὅρων ἐντὸς 36.632 εἱστήκεισαν, καὶ τὸ τοῦ δημιουργοῦ Λόγου μεγαλεῖον ἐν ἑαυτοῖς ἔφερον, σιγῶντες ἐπαινέται τῆς μεγα λουργίας, καὶ διαπρύσιοι κήρυκες. Οὔπω δὲ ἦν κρᾶ μα ἐξ ἀμφοτέρων, οὐδέ τις μίξις τῶν ἐναντίων, σο φίας μείζονος γνώρισμα καὶ τῆς περὶ τὰς φύσεις πολυτελείας· οὐδὲ ὁ πᾶς πλοῦτος τῆς ἀγαθότητος γνώριμος. Τοῦτο δὴ βουληθεὶς ὁ τεχνίτης ἐπιδείξασθαι Λόγος, καὶ ζῶον ἓν ἐξ ἀμφοτέρων, ἀοράτου τε λέγω καὶ ὁρατῆς φύσεως, δημιουργεῖ, τὸν ἄνθρωπον· καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ' ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς (ὃ δὴ νοερὰν ψυχὴν καὶ εἰκόνα Θεοῦ οἶδεν ὁ λόγος), οἷόν τινα κόσμον ἕτερον, ἐν μικρῷ μέγαν, ἐπὶ τῆς γῆς ἵστησιν, ἄγγελον ἄλλον, προσκυνητὴν μικτὸν, ἐπόπτην τῆς ὁρατῆς κτίσεως, μύστην τῆς νοουμένης, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν, ἐπίγειον καὶ οὐράνιον, πρόσκαιρον καὶ ἀθάνατον, ὁρα τὸν καὶ νοούμενον, μέσον μεγέθους καὶ ταπεινότητος, τὸν αὐτὸν πνεῦμα καὶ σάρκα· πνεῦμα διὰ τὴν χάριν, σάρκα διὰ τὴν ἔπαρσιν· τὸ μὲν, ἵνα μέ νῃ, καὶ δοξάζῃ τὸν εὐεργέτην· τὸ δὲ, ἵνα πάσχῃ, καὶ πάσχων ὑπομιμνήσκηται, καὶ παιδεύηται τῷ μεγέθει φιλοτιμούμενος· ζῶον ἐνταῦθα οἰκονομούμενον, καὶ ἀλλαχοῦ μεθιστάμενον, καὶ πέρας τοῦ μυστηρίου, τῇ πρὸς Θεὸν νεύσει θεούμενον. Εἰς τοῦτο γὰρ ἐμοὶ φέρει τὸ μέτριον ἐνταῦθα φέγγος τῆς ἀληθείας, λαμπρότητα Θεοῦ καὶ ἰδεῖν καὶ παθεῖν ἀξίαν τοῦ καὶ συνδήσαντος, καὶ λύσοντος, καὶ αὖθις συνδήσοντος ὑψηλότερον.
Ηʹ. Τοῦτον ἔθετο μὲν ἐν τῷ παραδείσῳ, ὅστις ποτὲ ἦν ὁ παράδεισος οὗτος, τῷ αὐτεξουσίῳ τιμή σας, ἵν' ᾖ τοῦ ἑλομένου τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος τὰ σπέρματα, φυτῶν ἀθανάτων γεωρ γὸν, θείων ἐννοιῶν ἴσως, τῶν τε ἀπλουστέρων, καὶ τῶν τελεωτέρων, γυμνὸν τῇ ἁπλότητι, καὶ ζωῇ τῇ ἀτέχνῳ, καὶ δίχα παντὸς ἐπικαλύμματος καὶ προ βλήματος· τοιοῦτον γὰρ ἔπρεπεν εἶναι τὸν ἀπ' ἀρ χῆς· καὶ δίδωσι νόμον, ὕλην τῷ αὐτεξουσίῳ. Ὁ δὲ νόμος ἦν ἐντολὴ, ὧν τε μεταληπτέον αὐτῷ φυτῶν, καὶ οὗ μὴ προσαπτέον. Τὸ δὲ ἦν, τὸ ξύλον τῆς γνώ σεως, οὔτε φυτευθὲν ἀπ' ἀρχῆς κακῶς, οὔτε ἀπ αγορευθὲν φθονερῶς (μὴ πεμπέτωσαν ἐκεῖ τὰς γλώσ σας οἱ θεομάχοι, μηδὲ τὸν ὄφιν μιμείσθωσαν)· ἀλλὰ καλὸν μὲν εὐκαίρως μεταλαμβανόμενον (θεωρία γὰρ ἦν τὸ φυτὸν, ὡς ἡ ἐμὴ θεωρία, ἧς μόνοις ἐπι βαίνειν ἀσφαλὲς, τοῖς τὴν ἕξιν τελεωτέροις, 36.633 οὐ καλὸν δὲ τοῖς ἁπλουστέροις ἔτι, καὶ τὴν ἔφεσιν λιχνοτέροις· ὥσπερ οὐδὲ τροφὴ τελεία λυσιτελὴς τοῖς ἁπαλοῖς ἔτι, καὶ δεομένοις γάλακτος. Ἐπεὶ δὲ φθόνῳ διαβόλου, καὶ γυναικὸς ἐπηρείᾳ, ἥν τε ἔπα θεν, ὡς ἁπαλωτέρα, καὶ ἣν προσήγαγεν, ὡς πιθα νωτέρα (φεῦ τῆς ἐμῆς ἀσθενείας! ἐμὴ γὰρ ἡ τοῦ προπάτορος), τῆς μὲν ἐντολῆς ἐπελάθετο τῆς δοθεί σης, καὶ ἡττήθη τῆς μικρᾶς γεύσεως· ὁμοῦ δὲ τοῦ τῆς ζωῆς ξύλου, καὶ τοῦ παραδείσου, καὶ