1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

μακάριος ἐκεῖνος διὰ τούτου τοῦ πνευματικοῦ λογισμοῦ, καὶ πρὸς τοσοῦτον ὕψος ἐπῆρεν, ὡς κάτωθεν ἀρξαμένην ἀπὸ τῆς γῆς, πρὸς αὐτὸν φθάσαι τὸν οὐρανὸν, καὶ τὸν ὑπὲρ τοῦτον οὐρανὸν, καὶ τὸν μετ' ἐκεῖνον πάλιν. Αὐτὸς μὲν γὰρ ἕως τρίτου ἡρπάγη οὐρανοῦ· ὁ δὲ πόθος αὐτοῦ καὶ ἡ πρὸς τὸν Χριστὸν ἀγάπη οὐ τρεῖς μόνον, ἀλλὰ καὶ πάντας τοὺς οὐρανοὺς ὑπερηκόντισε. Τὸ μὲν γὰρ σῶμα βραχὺς ἦν, καὶ πλέον ἡμῶν κατὰ τοῦτο εἶχεν οὐδέν· τῇ δὲ πνευματικῇ διαθέσει πάντας τοὺς ὄντας ἀνθρώπους ἐπὶ τῆς γῆς ἐκ πολλοῦ τοῦ περιόντος παρήλασεν. Καὶ οὐκ ἄν τις ἁμάρτοι τούτου γε ἕνεκα τοιαύτῃ τινὶ τὸν ἅγιον ἐκεῖνον εἰκόνι παραβαλὼν, ὥσπερ ἂν εἴ τις φλὸξ τὰ νῶτα πάσης ἐπισχοῦσα τῆς γῆς, καὶ πρὸς ὕψος ἀρθεῖσα πάντοθεν παρέλθοι τὴν οὐράνιον ἁψῖδα, καὶ τὸν ὑπὲρ ταύτης ἀέρα διαδραμοῦσα, εἴτε ἀήρ ἐστι, εἴθ' ὅ τί ποτε, πληρώσαι τοῦ πυρὸς τὸ μέσον τῶν δύο τούτων οὐρανῶν, καὶ μηδὲ ἐνταῦθα σταίη τοῦ δρόμου, ἀλλὰ καὶ πρὸς τὸν τρίτον ἀθρόως ἐκπηδήσασα ἀναβαίη, καὶ πάντα ἐργάσαιτο μίαν πυρὰν, τοσοῦτον μὲν ἔχουσαν πλάτος, ὅσον τὸ εὖρος πάσης τῆς γῆς, τοσοῦτον δὲ ὕψος, ὅσον ἀπὸ τοῦ τρίτου οὐρανοῦ πρὸς ἡμᾶς. Μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν τῆς ἀγάπης αὐτοῦ μέρος εἰρηκέναι μοι δοκῶ. Καὶ ὅτι οὐχ ὑπερβολή ἐστι τὰ ῥήματα, εἴσεταί τις ἀκριβῶς τὰ πρὸς ∆ημήτριον ἡμῖν ταύτης ἕνεκεν γραφέντα τῆς ὑποθέσεως ἐπελθών. Οὕτω δεῖ φιλεῖν τὸν Χριστὸν, οὕτω τῶν παρόντων ἀφεστάναι πραγμάτων. Τοιαύτας εἶχον καὶ οἱ ἅγιοι προφῆται ψυχάς· διὰ τοῦτο καὶ ἑτέρους ἔλαβον ὀφθαλμούς. Τὸ μὲν οὖν ἀποστῆσαι τῶν παρόντων ἑαυτοὺς, τῆς ἐκείνων σπουδῆς ἦν· τὸ δὲ μετὰ ταῦτα ἑτέρας ἀνοιγῆναι πρὸς τὴν τῶν μελλόντων θεωρίαν ὄψεις αὐτοῖς, τῆς τοῦ Θεοῦ λοιπὸν ἐγίνετο χάριτος. Τοιοῦτος Ἑλισσαῖος ἦν, ὃς ἐπειδὴ πάντων ἀπέστη τῶν βιωτικῶν, καὶ τῆς βασιλείας ἠράσθη τῆς ἐν τῷ οὐρανῷ, καὶ τὰ παρόντα διέπτυσεν ἅπαντα, βασιλείαν καὶ δυναστείαν καὶ δόξαν 47.414 λέγω, καὶ τὴν παρὰ πάντων τιμὴν, εἶδεν ἃ μηδεὶς ἕτερος εἶδέ ποτε, ὄρος ὁλόκληρον ἵππων πυρίνων καὶ ἁρμάτων καὶ στρατιωτῶν τοιούτων παρατάξει κρυπτόμενον. Ὁ μὲν γὰρ τὰ παρόντα θαυμάζων, οὐκ ἂν ἀξιωθείη τῆς τῶν μελλόντων θεωρίας ποτέ· ὁ δὲ τούτων ὑπερορῶν, καὶ οὐδὲν ἄμεινον σκιᾶς καὶ ὀνείρατος αὐτὰ διακεῖσθαι νομίζων, ταχέως ἐπιτεύξεται τῶν μεγάλων ἐκείνων καὶ πνευματικῶν. Ἐπεὶ καὶ ἡμεῖς τότε τὸν πλοῦτον τὸν ἀνδράσι προσήκοντα τοῖς παισὶν ἐπιδείκνυμεν τοῖς ἡμετέροις, ὅταν ἄνδρας αὐτοὺς γενομένους ἴδωμεν, καὶ τῶν παιδικῶν ὑπερορῶντας ἁπάντων· ἕως δ' ἂν ἐκεῖνα θαυμάζωσιν, ἀναξίους τούτων εἶναι νομίζομεν. Ψυχὴ γὰρ μὴ μελετήσασα τῶν μικρῶν καὶ βιωτικῶν καταφρονεῖν, οὐ δυνήσεται θαυμάσαι τὰ ἐν τοῖς οὐρανοῖς· ὥσπερ ἐκεῖνα θαυμάζουσα, οὐ δυνήσεται τούτων μὴ καταγελᾷν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγεν· εἰ γὰρ καὶ περὶ δογμάτων εἴρηται τὸ λεχθὲν, ἔχοι ἂν καιρὸν καὶ περὶ τρόπων εἰρῆσθαι καὶ δωρεῶν, ὅτι Ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ.

γʹ. Ὅπερ οὖν ἔφην, ἐρημίας ἐπιζητῶμεν, μὴ τὰς ἐκ τόπων μόνον, ἀλλὰ καὶ τὰς ἀπὸ τῆς προαιρέσεως, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὴν ψυχὴν εἰς αὐτὴν ἄγωμεν τὴν ἀοίκητον. Μετὰ γὰρ τῆς τοιαύτης καταστάσεως καὶ ὁ μακάριος ∆αυῒδ πόλιν οἰκῶν, καὶ βασιλείαν οἰκονομῶν, καὶ μυρίαις περιβεβλημένος φροντίσι, τῶν τὰς ἐρημίας κατειληφότων θερμότερον συνείχετο τῷ τοῦ Χριστοῦ πόθῳ. Τὰ γὰρ δάκρυα καὶ τὰς οἰμωγὰς καὶ τοὺς ὀλοφυρμοὺς ἐκείνους, τοὺς ἐν ἡμέρᾳ, τοὺς ἐν νυκτὶ, μόλις ἕνα που καὶ δεύτερον τῶν νῦν ἐσταυρωμένων ἐπιδεικνύμενον ἴδοι τις ἂν, εἴ γέ τις ὅλως ἐστί. Μὴ γὰρ τοὺς θρήνους ἐξετάσωμεν μόνον, ἀλλὰ καὶ τίς ὢν ἐποιεῖτο