1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

3

πενθεῖν. Ὁ πρὸς τὸν οὐρανὸν φθάσας, ὁ τῆς τοῦ βίου ματαιότητος καταγελῶν, ὁ τὰ κάλλη τῶν σωμάτον ὡς τὰ ἐν λίθοις ὁρῶν, ὁ χρυσοῦ μὲν ὡς πηλοῦ, τρυφῆς δὲ ἁπάσης ὡς βορβόρου καταφρονῶν, οὗτος ἡμῖν ἐξαίφνης πυρετῷ κατασχεθεὶς ἐπιθυμίας ἀτόπου, καὶ τὴν ὑγίειαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὥραν ἅπασαν διέφθειρεν, καὶ δοῦλος γέγονεν τῶν ἡδονῶν. Τοῦτον οὖν οὐ δακρύσομεν, εἰπέ μοι, καὶ κοψόμεθα, ἕως ἂν ἀναστήσωμεν πάλιν αὐτόν; Καὶ ποῦ ταῦτα ἀνθρωπίνης ψυχῆς; Τῆς μὲν γὰρ τοῦ σώματος νεκρώσεως τὴν λύσιν οὐκ ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ ὅμως οὐδὲ τοῦτο τοὺς πενθοῦντας τῶν θρήνων ἀφίστησιν· ψυχῆς δὲ νέκρωσιν ἐνταῦθα μόνον ἐστὶν ἀφανίσαι δυνατόν· «Ἐν γὰρ τῷ ᾅδῃ, φησίν, τίς ἐξομολογήσεταί σοι;» Πῶς οὖν οὐ πολλῆς βλακείας ἐστὶν τοὺς μὲν τὸν τοῦ σώματος πενθοῦντας θάνατον οὕτως σφοδρῶς τοῦτο ποιεῖν, καὶ ταῦτα εἰδότας ὅτι οὐκ ἀναστήσουσι τὸν κείμενον τοῖς ὀδυρμοῖς· ἡμᾶς δὲ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι, καὶ ταῦτα ἐπισταμένους ὅτι πολλάκις ἐστὶν ἐλπὶς τὴν ἀπολωλυῖαν ψυχὴν εἰς τὴν προτέραν ἐπαναγαγεῖν ζωήν; Πολλοὶ γὰρ καὶ νῦν καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων ἐκ τῆς ὀρθῆς παρατραπέντες ἀτραποῦ καὶ ἐκ τῆς ἐστενοχωρημένης κατακρημνισθέντες εἰσόδου, οὕτω διανέστησαν πάλιν, ὡς ἀποκρύψαι τοῖς δευτέροις τὰ πρότερα, καὶ τὸ βραβεῖον λαβεῖν καὶ τὸν στέφανον ἀναδήσασθαι, καὶ μετὰ τῶν νικώντων ἀνακηρυχθῆναι, καὶ εἰς τὸν τῶν ἁγίων ἀριθμηθῆναι χορόν. Ἕως μὲν γὰρ ἐν τῇ καμίνῳ τις ἕστηκεν τῶν ἡδονῶν, κἂν μυρία τοιαῦτα ὑποδείγματα ἔχῃ, ἀδύνατον αὐτῷ τὸ πρᾶγμα εἶναι δοκεῖ· ἐὰν δὲ ἀρχὴν βραχεῖαν μόνον λάβῃ τῆς ἐκεῖθεν ἐξόδου, προϊὼν ἀεὶ τὸ μὲν σφοδρότερον τοῦ πυρὸς κατόπιν ἀφίησιν, τὰ δὲ ἔμπροσθεν καὶ πρὸ τῶν ποδῶν δρόσου καὶ πολλῆς γέμοντα τῆς εὐκολίας ὄψεται· μόνον μὴ ἀπογνῶμεν, μηδὲ ἀπαγορεύσωμεν τὴν ἐπάνοδον· ὁ γὰρ τοῦτο παθών, κἂν μυρίαν ἰσχὺν καὶ προθυμίαν κεκτημένος ᾖ, μάτην κέκτηται. Τὴν γὰρ θύραν ἅπαξ ἀποκλείσας ἑαυτῷ τῆς μετανοίας, καὶ τῆς εἰς τὸ στάδιον εἴσοδον ἀποτειχίσας, πῶς δυνήσεται ἔξω μένων ἢ μικρὸν ἢ μέγα ἐργάσασθαι ἀγαθόν; ∆ιὰ τοῦτο πάντα μηχανᾶται ὁ πονηρός, ἵνα τοῦτον ἐν ἡμῖν φυτεύσῃ τὸν λογισμόν· οὐκ ἔτι γὰρ αὐτῷ ἱδρώτων δεήσει καὶ πόνων πρὸς τὴν ἡμετέραν ἀντίστασιν· πῶς γάρ; τῶν κειμένων καὶ πεπτωκότων καὶ ἀνταίρειν οὐκ ἐθελόντων αὐτῷ. Ὁ μὲν γὰρ τοῦτον δυνηθεὶς διαλῦσαι τὸν δεσμόν, καὶ τὴν ἰσχὺν ἀνακτήσεται τὴν αὑτοῦ, καὶ εἰς ἐσχάτας οὐ παύσεται αὐτῷ παλαίων ἀναπνοάς, κἂν μυρία πέσῃ πτώματα, ἀναστήσεται πάλιν, καὶ συγκόψει τὸν ἐχθρόν· ὁ δὲ τοῖς τῆς ἀπογνώσεως δεθεὶς λογισμοῖς καὶ τὴν ἰσχὺν παραλύσας τὴν αὑτοῦ, πῶς δυνήσεται περιγενέσθαι καὶ ἀντιστῆναι, ἐξ ἐναντίας φυγών;

4 Καὶ μή μοι τοὺς ὀλίγα ἡμαρτηκότας εἴπῃς, ἀλλ' ἔστω τις πάσης κακίας ἀνάμεστος, καὶ πάντα πραττέτω τὰ ἀποκλείοντα τῆς βασιλείας αὐτόν, καὶ οὗτος μὴ τῶν ἐξ ἀρχῆς ἀπίστων, ἀλλὰ τῶν πιστῶν, καὶ εὐηρεστηκότων θεῷ πρότερον ὤν, ὕστερον γενέσθω πόρνος, μοιχός, μαλακός, ἀρσενοκοίτης, κλέπτης, μέθυσος, λοίδορος, καὶ τὰ ἄλλα πάντα τὰ τούτοις ὅμοια· οὐδὲ γὰρ τοῦτον ἐγὼ ἀποδέξομαι ἀπογινώσκοντα ἑαυτοῦ, κἂν εἰς ἔσχατον γῆρας ἐλάσῃ μετὰ τῆς ἀφάτου καὶ τηλικαύτης κακίας. Εἰ μὲν γὰρ πάθος ἦν ἡ ὀργὴ τοῦ θεοῦ, καλῶς ἄν τις ἀπέγνω ὡς οὐ δυνάμενος λοιπὸν σβέσαι τὴν φλόγα ἣν διὰ τῶν τοσούτων ἀνῆψεν κακῶν· ἐπειδὴ δὲ ἀπαθὲς τὸ θεῖόν ἐστι, κἂν κολάζῃ, κἂν τιμωρῆται, οὐ μετ' ὀργῆς τοῦτο ποιεῖ, ἀλλὰ μετὰ φιλανθρωπίας καὶ κηδεμονίας πολλῆς, σφόδρα θαρρεῖν χρὴ καὶ πεποιθέναι τῇ τῆς μετανοίας δυνάμει, Καὶ γὰρ καὶ τοῖς εἰς αὐτὸν ἡμαρτηκόσιν οὐ δι' ἑαυτὸν εἴωθεν ἐπεξέρχεσθαι· οὐδεμία γὰρ εἰς τὴν φύσιν ἐκείνην διαβαίνει βλάβη· ἀλλὰ πρὸς τὸ συμφέρον ἡμῖν σκοπῶν, καὶ ὑπὲρ τοῦ μὴ χείρονα γενέσθαι τὴν διαστροφὴν τὴν ἡμετέραν, μελετώντων αὐτοῦ καταφρονεῖν καὶ ὑπερορᾶν. Καθάπερ γὰρ καὶ ὁ τοῦ φωτὸς ἐκτὸς ποιῶν ἑαυτόν, ἐκεῖνο μὲν ἐζημίωσεν οὐδέν, ἑαυτὸν δὲ τὰ μέγιστα, ἐν σκότει κατακλεισθείς, οὕτω καὶ ὁ τῆς παναλκοῦς ἐκείνης δυνάμεως καταφρονεῖν