1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

ὄν. Τὸν γὰρ Ἀδὰμ κολάσαι βουλόμενος, οὐ πόρρω τοῦ παραδείσου κατῴκισεν, ἀλλ' αὐτοῦ πλησίον ἐκείνου, ἵν' ἔχῃ διηνεκῆ κόλασιν, τὴν θέαν τοῦ ποθουμένου χωρίου, θεωρῶν μὲν αὐτὸν διὰ παντὸς, ἀπολαῦσαι δὲ οὐκ ἐπιτρεπόμενος. Ἀλλ' ἴσως εἴποι τις ἂν, Καὶ πῶς, εἰ πικρὸν τοῦτο οὕτως ἐστὶ τῇ φύσει, μετὰ τοσαύτης αὐτὸ διώκουσιν οἱ πολλοὶ τῆς σπουδῆς; Ἐγὼ δὲ πρὸς τοῦτο ἐκεῖνο ἂν εἴποιμι, ὅτι αὐτὸ μὲν οὖν τοῦτο μέγιστον τεκμήριον τῆς ἐσχάτης αὐτῶν ἀρρωστίας ἐστίν. Τοῦτο γὰρ τῶν νοσούντων τὸ ἔθος, ψυχράν τινα καὶ ὀλιγοχρόνιον ἡδονὴν καρποῦσθαι, καὶ μακρὰν ἑαυτοῖς ἐντεῦθεν κατασκευάζειν κόλασιν. Τοῦτο καὶ ἐπὶ τῶν πυρεττόντων ἴδοι τις ἄν. Οἱ μὴ βουλόμενοι καρτερῆσαι μικρὸν, δι' ὀλιγοχρόνιόν τινα ψυχαγωγίαν καὶ ποτῶν καὶ σιτίων κεκωλυμένων ἁπτόμενοι, μακράν τινα καὶ χαλεπωτάτην ἑαυτοῖς ἐργάζονται νόσον. ∆εῖ δὲ τοὺς ὑγιαίνοντας οὐκ ἀπὸ τῶν νοσούντων λαμβάνειν τὰς περὶ τῶν πραγμάτων ψήφους· ἐπεὶ, εἰ τούτοις ἑψόμεθα, καὶ ἰατρικῆς καὶ φιλοσοφίας καταγνωσόμεθα. Οὐδὲ γὰρ οὐδὲ ἐπὶ πυρετῶν, οὐδὲ ἐπὶ γυναικῶν, αὐτὸ πάσχουσι μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οἱ τὰ τοιαῦτα νοσοῦντες. Καὶ γὰρ οἱ περὶ τὰ χρήματα μεμηνότες, εἰδότες ὅτι τὰ μικρὰ ταῦτα ἐνταῦθα προέμενοι τοῖς δεομένοις μυρία ἐκεῖ λήψονται ἀγαθὰ, κατέχουσιν ὅμως αὐτὰ καὶ κατορύττουσι, καὶ πάντων ἐκπεσεῖν αἱροῦνται τῶν ἀγαθῶν μᾶλλον διὰ τὴν ψυχρὰν ταύτην καὶ βραχεῖαν ἡδονὴν, ἢ τῆς αἰωνίου κολάσεως ἀπαλλαγῆναι, καὶ τὴν ἀθάνατον καρπώσασθαι ζωὴν, διὰ τῆς προσκαίρου τούτων ὑπεροψίας. Τοῦτο δὴ καὶ οὗτοι πάσχουσι, τῆς μικρᾶς ταύτης ἐπιθυμίας τῆς διὰ τῶν ὀφθαλμῶν οὐκ ἀνεχόμενοι μικρὸν ἑαυτοὺς ἀποστῆσαι, ἀφόρητον ἑαυτοῖς συνάγουσι πῦρ· καὶ ὅσῳπερ ἂν νομίζωσιν ἥδεσθαι, τοσούτῳ μᾶλλον ἐμπλέκονται τῷ κακῷ, τοῦ διαβόλου τοῦτο τεχνησαμένου πρὸς τὴν παραμονὴν τῆς φλογὸς καὶ ἐπίδοσιν, ὅθεν καιόμενοι καὶ ἥδονται καὶ ἀλγοῦσιν, ἄτοπόν τινα κρᾶσιν ἐν ταῖς ἑαυτῶν καταφυτεύοντες ψυχαῖς.

3 Εἰ δέ τις ἡμῶν ἀκρασίαν ἀπὸ τούτων καταγινώσκοι τῶν ῥημάτων τοὺς γὰρ γενναίους ἄνδρας καὶ γυναιξὶ συνοικοῦντας μηδὲν πάσχειν δεινόν, μακαρίζω μὲν τοὺς τοιούτους, καὶ βουλοίμην ἂν καὶ αὐτὸς τοσαύτην λαβεῖν ἰσχύν· καὶ αὐτὸς μὲν ἴσως πείθομαι ὅτι δυνατὸν εἶναι τοιούτους τινάς· ἐβουλόμην δὲ καὶ τοὺς ἐγκαλοῦντας ἡμῖν δυνηθῆναι πεῖσαι τοῦτο, ὅτι νέος σφριγῶν, κόρη συνοικῶν παρθένῳ καὶ συγκαθήμενος καὶ συνδειπνῶν καὶ διαλεγόμενος δι' ἡμέρας-τῶν γὰρ ἄλλων οὐδὲν προστίθημι, τοὺς ἀκαίρους γέλωτας καὶ τὰς διαχύσεις καὶ τὰ μαλακὰ ῥήματα, καὶ τὰ ἄλλα, ἃ μηδὲ λέγειν ἴσως καλόν· ἀλλ' ὅτι τὴν αὐτὴν ἔχων οἰκίαν, καὶ τραπέζης καὶ ἁλῶν κοινωνῶν, καὶ μετὰ παρρησίας πολλῆς καὶ μεταλαμβάνων πολλῶν καὶ μεταδιδοὺς, οὐδενὶ τῶν ἀνθρωπίνων ἁλίσκεται, ἀλλὰ καθαρὸς ἐπιθυμίας τε μένει πονηρᾶς καὶ ἡδονῆς, ἐβουλόμην ταῦτα δύνασθαι πείθειν τοὺς ἐγκαλοῦντας ἡμῖν, ἀλλ' οὐκ ἐθέλουσι πείθεσθαι, ἀλλὰ καὶ ἡμῶν τῶν ταῦτα ἀπολογουμένων καταβοῶσιν ὡς ἀναισχύντων, καὶ τὰ αὐτὰ νοσούντων αὐτοῖς, καὶ τὴν οἰκείαν περιστελλόντων κακίαν. Καὶ τί ταῦτα πρὸς ἡμᾶς; φησίν· οὐδὲ γὰρ τῆς ἑτέρων ἀνοίας ἡμεῖς ὑπεύθυνοι, οὐδὲ εἴ τις ἀλόγως σκανδαλίζοιτο, δοῦναι δίκην ἄξιος ἐγὼ διὰ τὴν ἄνοιαν τὴν ἐκείνου. Ἀλλὰ Παῦλος οὐκ εἶπε τοῦτο, ἀλλὰ κἂν ἀδίκως σκανδαλίζηταί τις, καὶ δι' ἀσθένειαν, βοηθεῖν ἐκέλευσε. Τότε γὰρ μόνον ἀπαλλαττόμεθα τῆς ἐπὶ τοῖς σκανδαλιζομένοις τιμωρίας κειμένης, ὅταν ἐκ τοῦ σκανδάλου κέρδος ἕτερον τίκτηται τῆς ἀπὸ τοῦ σκανδάλου βλάβης μεῖζον· ὡς ἂν τοῦτο μὴ ᾖ, ἀλλ' ἓν μόνον συμβαίῃ τὸ σκανδαλίζεσθαι ἑτέρους, ἄν τε εὐλόγως ἄν τε ἀλόγως σκανδαλίζωνται ἄν τε ὡς ἀσθενεῖς, τὸ αἷμα αὐτῶν ἐπὶ τὴν κεφαλὴν τὴν ἡμετέραν, καὶ ἐκ τῶν χειρῶν τῶν ἡμετέρων ὁ Θεὸς τὰς τοιαύτας ἐκζητεῖ ψυχάς. ∆ιά τοι τοῦτο, ἵνα μὴ πανταχοῦ μήτε φροντίζωμεν μήτε καταφρονῶμεν τῶν σκανδαλιζομένων, ὅρους τινὰς ἡμῖν καὶ κανόνας τέθεικε τοιούτους ὁ Χριστὸς, καὶ