1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

βʹ. Ἀλλὰ σὺ στράτευσαι κατὰ τῆς ἡδονῆς· ἄκουσον τοῦ Κυρίου κράζοντος· Σήμερον ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ. Καλὸν μὲν οὖν καὶ καθάπαξ καὶ πρὸς τοὺς φιλοπραγμοσύνης ἐρῶντας, ἵνα μηδὲ δίκας φιλονεικότερον ἐγγυμνάζωσιν. Βέλτιον γὰρ καὶ ἐν δίκαις προλαβεῖν φιλικαῖς διαλύσεσι τὸ τῆς δίκης ἄδηλον τέλος, ἢ ταῖς ἐλπίσι τῆς νίκης ἐπερειδομένους ἀδήλῳ καταπιστεῦσαι πελάγει. Ἀναγινώσκεις σου τὰ γραμματεῖα, θαρσεῖς ταῖς ἐκβάσεσιν· ὁ συνήγορος κοιλάνας τὴν χεῖρα τῷ λήμματι ἐγγυᾶται τὴν νίκην, ἵνα περισφίγγηται μισθαρνίᾳ. Ἐνίοτε δὲ καὶ δικαστὴς προδιεφθαρμένος προεπαγγέλλεταί σοι τῆς δίκης τὸ τέλος. Ἀβεβαίοις θαρσεῖς ἐλπίσιν. Εἰ γὰρ σὺ προλαβὼν προδιέφθειρας τὸν δικάζοντα, ἀλλοτρίοις λήμμασι θύραν ἀνοίξας, νόμιζε τὰ αὐτὰ καὶ τὸν διάδικον μελετᾷν· καὶ πολλάκις ἠρέμα σοι τὰ τῆς δίκης εὔδια πλέοντι πείθουσι χαλάσαι περὶ τὸν πλοῦν τὸ ἱστίον. Οὐδέποτε εἶδες θάλασσαν πρὸς αἰγιαλὸν γαλήνην ἔχουσαν, καὶ ἐν τῷ βυθῷ κυμαινομένην; Πόσοι μετ' εὐδίας καὶ γαλήνης ἀναπλεύσαντες εἰς τὸ μέσον τοῦ πελάγους, αἰφνιδίοις χειμῶσι χρησάμενοι καὶ κύμασιν ἐναυάγησαν; Τοιαῦτα τῆς δίκης τὰ τέλη· ἐνίοτε τὰ προοίμια μετὰ τῶν ἐλπίδων, καὶ τὸ τέλος ἀντίστροφον τὴν ἔκβασιν τῆς ἐλπίδος ἀπενεγκάμενον. Καλὸν μὲν οὖν, ὅπερ εἶπον, καὶ τὰς χρηματικὰς δίκας φθάνειν διαλύσεσι φιλικαῖς, ἵνα πρὸς τῷ τέλει τῆς δίκης κυβερνήσῃς τὸν φίλον· ἐγκληματικὰς δὲ μηδὲ διαλύεσθαι γένοιτο, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἐγγυμνάζειν· πλὴν ἀλλὰ κἀκεῖ βελτίων ἡ φειδὼ τοῦ θυμοῦ. Ὅμως οὐ δοκεῖ μοι μόνον περὶ χρημάτων ὁ λόγος ἔχειν τὸ αἴτιον. Ἴσθι, φησὶν, εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχὺ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ. Αὕτη ἡ προσθήκη δίδωσί μοί τι καὶ μεῖζον ἐννοεῖν. Εἰ γὰρ περὶ χρηματικῶν δικῶν μόνον ὁ λόγος, ἢ τῶν ἐγκλημάτων τῶν ἀναισθήτων ἔλεγε, διὰ τί προσετίθει, Ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ' αὐτοῦ; τίς γὰρ ἀντίδικος ἀντιδίκῳ συνοδεύειν καταδέχεται; τίς κοινωνεῖ τῆς ὁδοιπορίας μὴ κοινωνῶν τῆς γνώμης; οὐ δέδοικε καὶ γραμμάτων κλοπὴν, καὶ μαρτύρων διαφθορὰν, καὶ τὰς κατὰ τὰς λεωφόρους ἐπιβουλάς; Οὐκοῦν ὀφείλομεν εὑρεῖν ἀντίδικον τὸν ἀεὶ συνοδεύοντα, οὗ τὴν συνοδείαν καὶ σφόδρα φυλαττόμενοι φυγεῖν οὐ δυνάμεθα, καὶ τοῦτον ἐννοῆσαι τὸν ἀντίδικον, ᾧ προσήκει μετ' εὐνοίας προσφέρεσθαι. Τίς οὖν ἀκριβής ἐστιν ἀντίδικος; Ἐὰν ἀκριβῶς ἐξετάσῃς, τὸ σῶμα τῆς ψυχῆς· οὗτος ἀντίδικός ἐστι τοῦ ἐν σοὶ πνεύματος. Καὶ ἵνα μὴ νοήσῃς ἐμὸν εἶναι τὸν λόγον, Παῦλος κυρωσάτω τὸ ῥηθέν· Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, καὶ τὸ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα δὲ ἀντίκειται ἀλλήλοις. Καὶ οὐ Μανιχαίων εἰσάγω λόγον, οὐδὲ ἄλλον λέγω σώματος δημιουργόν· 59.760 ἀλλ' ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τῇ ἡδονῇ συμβούλῳ χρωμένη· τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῖς μελλούσαις ἐλπίσιν ἐπερειδόμενον. Ἀντίκεινται ἀλλήλοις ἐπιθυμία κόσμου καὶ ἐπιθυμία βασιλείας τῶν οὐρανῶν· οὗτός ἐστιν ὁ ἀντίδικος ὁ καὶ ἑκόντος καὶ ἄκοντος συνοδεύων· ὁδὸς γὰρ ὁ βίος. Ἡ ψυχὴ τὴν ἰδίαν εἰκόνα σπεύδει μιμεῖσθαι, ἡ σὰρξ ἐπὶ τὸν χοῦν καταῤῥεῖ. Ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις. Τούτῳ τῷ ἀντιδίκῳ σου ἴσθι εὐνοῶν. Καὶ πότε; Ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ, ἕως ἐν τούτῳ τυγχάνεις τῷ βίῳ. Ἐὰν γὰρ ἡ ὁδὸς τελεσθῇ, οὐκ ἔτι μετανοίας καιρὸς, Ὅτι οὐκ ἔστι ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; Τούτῳ οὖν ἴσθι τῷ ἀντιδίκῳ σου εὐνοῶν. Οὐκ εἶπε, Χαριζόμενος, ἀλλ', Εὐνοῶν. Μὴ τὸ ἡδὺ ποιήσῃς τῷ ἀντιδίκῳ σου, ἀλλ' ὡς εὔνους ἀπὸ τῆς ἡδονῆς εἰς τὴν μετάνοιαν ἀνακάλεσαι. Οὐ κελεύει σε ὡς ὀψοποιῷ χρήσασθαι τῷ σώματι πάντα τὰ ἐξ ἡδονῆς ποιοῦντα· ἀλλ' ὡς ἰατρῷ. Ἰατρὸς γὰρ πολλάκις καὶ πικρὸν κιρνᾷ, καὶ τέμνει, καὶ καίει, καὶ προσλυπῶν μισθὸν λαμβάνει. Εἰ γὰρ καὶ μικρὸν λυπεῖ τὴν αἴσθησιν, ἀλλὰ σκοπὸς