1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

ταῖς ψυχαῖς ἐπεισαγόμενα, κατακρίσεως αἴτια γίνεται, ὑπομνήσω σε συμποσίου βασιλικοῦ, μᾶλλον δὲ τυραννικοῦ, τοῦ ἐν τῇ βίβλῳ τῶν Εὐαγγελίων ἀναγεγραμμένου. ∆εῖπνον ἦν βασιλικὸν, μᾶλλον δὲ, εἰ δεῖ τἀληθῆ λέγειν, τυραννικὸν, γενέθλια Ἡρώδου, τῆς μιαρᾶς ἀλώπεκος, τοῦ μιαιφόνου θηρίου, τοῦ δολεροῦ· οὗ τὸν τρόπον καὶ ὁ Κύριος ἐπιστάμενος, οὐκ εἶπεν, Εἴπατε τῷ λέοντι τούτῳ καίτοι τοῦτο τὸ θηρίον ἐδόκει βασιλικὸν, ἀλλ', Εἴπατε τῇ ἀλώπεκι. Εἰ γὰρ καὶ ἡ ἐξουσία λέοντος, ἀλλ' ὁ τρόπος ἀλώπεκος. Συγκροτουμένου δὲ τοῦ συμποσίου, καὶ προελθόντων αὐτῶν εἰς τὸ πίνειν, πάρεισιν ὀρχηστρὶς εἰς τὸ συμπόσιον, αἰσχρὸν θέαμα καὶ ἀδόκιμον, ἐλεεινὸν μὲν, καὶ εἴπερ ἐν τῷ θεάτρῳ καὶ τῇ σκηνῇ ἐπεισῆλθε, μήτι γε βασιλικῷ συμποσίῳ. Βούλει γνῶναι τὸ τοῦ συμποσίου θέαμα τὸ αἰσχρόν; Ἀπὸ τῶν βασιλέων ἡ ὀρχηστρὶς, θυγάτηρ τῆς Ἡρωδιάδος· βασιλέως τὸ γένος, καὶ ὀρχηστρίδος ὁ τρόπος. Αὕτη δέ ἐστιν Ἡρωδιὰς ἡ μηδὲ τοῖς τῆς φύσεως ὅροις ἐμμείνασα· ἡ Φιλίππῳ συναφθεῖσα, καὶ Ἡρώδῃ συνοικοῦσα. Αἴνιγμα τὸ λεγόμενον· καὶ εἰς αἰνιγμάτων γὰρ ζήτησιν ἄγει τῆς ἀκολασίας τὸ τέλος. Ὁ γὰρ Ἡρώδης παρωσάμενος τὴν πρὸς τὸν ἀδελφὸν μνήμην, καὶ τῆς ἀκολασίας ὅλος δοῦλος γενόμενος, ἦν μὲν Ἰουδαίων βασιλεὺς, ἦν δὲ πλέον δοῦλος τῶν ἡδονῶν. Τάχα οἷοι οἱ βασιλευόμενοι, τοιοῦτοι καὶ οἱ δεσπόται. Τοῦ τοίνυν συνοικεσίου τοῦ Ἡρώδου παραγινομένου, Ἰωάννης μὲν ὁ μέγας, ὁ περισσότερον προφήτου, μετὰ παῤῥησίας τὴν ἀκολασίαν διήλεγχεν· ὄντως γὰρ καὶ περισσότερον προφήτου. Πᾶς γὰρ προφήτης, ἐν ἔξει τῆς ἡλικίας γενόμενος, τότε τῆς χάριτος τῆς προφητικῆς ἠξιώθη· ἔνιοι δὲ καὶ πολλοῖς ὕστερον χρόνοις. Ἰωάννης δὲ μόνος ἓξ ἔτι μηνῶν ἔχων τὴν σύλληψιν ἐν γαστρὶ, καὶ κατὰ τοὺς τῆς φύσεως νόμους τρεφόμενος, τοῦ ἐν γαστρὶ Θεοῦ, διὰ τοῦ ἀσπασμοῦ τῆς μητρὸς, προεσκίρτησεν, ἀτελὴς τὰ μέλη, τὴν πίστιν τέλειος. Καὶ τάχα σκιρτᾷ ἐν ἀγαλλιάσει τὸ βρέφος, ἐπειγόμενον, εἰ δυνατὸν, προλαβεῖν τὴν προθεσμίαν τῆς φύσεως. Εἶδε τοῦ ∆εσπότου τὴν μητέρα παροῦσαν· στενοχωρεῖται τῇ φυλακῇ τῆς γαστρὸς, ἐν ἀγαλλιάσει σκιρτᾷ· καὶ ἐπειδὴ λαλεῖν οὐ δύναται μηδέπω, μηδὲ τὴν γλῶσσαν ἔχων φθέγξασθαι δυναμένην, μηδὲ τὸ στόμα ταῖς προθυμίαις ὑπηρετούμενον, παρὰ τῆς μητρὸς γλῶσσαν χρησάμενος προφητεύει, καὶ φθέγγεται μὲν Ἐλισάβετ· Ἰωάννης δὲ ἀπὸ τῆς γαστρὸς ὑπαγορεύει τὰ ῥήματα. Οὐ δικαίως οὖν καὶ περισσότερον προφήτου; Ἔστι καὶ ἄλλος λόγος, καθ' ὃν καὶ περισσότερον προφήτου. Οἱ προφῆται τὸ μέλλον προηγόρευον, καὶ ἐπεθύμουν ἰδεῖν ὃ προέβλεπον τῇ ψυχῇ. ∆ιὰ τοῦτο κεκράγασι· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. ∆ιὰ τοῦτο περὶ αὐτῶν ὁ Κύριος εἶπε· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ ἀκοῦσαι ἃ ἀκούετε· καὶ οὐκ εἶδον, οὐδὲ ἤκουσαν. Οἱ μὲν οὖν προφῆται τὸ μέλλον προαγορεύουσιν· Ἰωάννης δὲ καὶ τὸν προφητευόμενον δείκνυσι. Προαγορεύει τὸ μέλλον ἐκ τῆς γαστρὸς, καὶ μετὰ ταῦτά φησιν· Οὗ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, μέσος ὑμῶν ἕστηκε. Πῶς δείκνυσιν; Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος οὖν προφήτης, καὶ περισσότερον προφήτου, οὐκ ἤνεγκε τὸ ἄσεμνον συνοικέσιον, ἀλλ' ὑπὲρ σωφροσύνης παῤῥησιάζεται. Καλὸν τὸ διήγημα ἕκαστον νουθετείτω, ὅτι κἂν μὴ ὦσι πρόδηλοι διωγμοὶ, μαρτυρίου καιρὸς πάντοτε. Μὴ γὰρ Ἰωάννῃ προὔθηκέ τις βωμὸν καὶ λίβανον; μὴ γὰρ θύματα καὶ σπονδάς; μὴ γὰρ εἶπεν, Ἄρνησαι τὸν Θεόν; μὴ γὰρ εἶπε, Θῦσον τοῖς εἰδώλοις; Ἀλλ' ὑπὲρ σωφροσύνης ἐλευθερίῳ παῤῥησιαζόμενος στόματι, μάρτυς τῆς σωφροσύνης εὑρίσκεται. Ἵνα γὰρ γνῷς πόσον 59.762 δύναται παῤῥησία προφητικὴ, φησὶ πρὸς τὸν βασιλέα· Οὐκ ἔξεστί σοι ἔχειν τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα. Βλέπεις πῶς κατὰ φύσιν τῇ ἀρετῇ τὸ ἄρχειν τῆς κακίας; Ἡρώδης βασιλεὺς, δορυφόρους