1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

δακρύων γένοιτο χείμαῤῥος. Εἰ δὲ καὶ παῤῥησίαν ἔχεις βίου, καὶ ἐπιτηδειότητα δακρύων, καὶ καρδίαν κατανενυγμένην, εἰ καὶ μὴ πάντα ὑπὲρ σαυτοῦ δακρύεις, κἀμοὶ δάνεισον δακρύων μέρος· δάκρυσον ὑπὲρ ἀδελφικῶν ἁμαρτημάτων. Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε. Οὐχ ἥμαρτε Σαμουὴλ, ἀλλ' ἐπὶ Σαοὺλ ἡμαρτηκότα πενθεῖ. Παῦλός ἐστι σκεῦος ἐκλογῆς· ἀλλ' ὑπὲρ ἡμῶν ὀδυνᾶται. Τίς σκανδαλίζεται, φησὶ, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὁρᾷς ὅτι τὰ ἐμὰ σκάνδαλα τὴν Παύλου συντρίβει καρδίαν; Πλὴν ἀλλ' ἕκαστον ἡμῶν γένοιτο τοῖς οἰκείοις ἁμαρτήμασι μετὰ τῶν δακρύων ἀρκέσαι. Μιμησώμεθα τὴν γυναῖκα· δάκρυσι βρέχει τοὺς πόδας τοῦ Ἰησοῦ, ἀλείφει τῷ μύρῳ. ∆άκρυσι τοὺς πόδας. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Ἤκουσας τοῦ Κυρίου λέγοντος σήμερον· Ὃς ἂν ἴδῃ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ ἑαυτοῦ. Ἐπειδὴ διὰ τοῦ βλέμματος ἡ ἁμαρτία κατήρξατο. Ὅπου ἡ ῥίζα τῆς ἀκολασίας, ἐκεῖ ἡ πηγὴ τῆς θεραπείας. Καὶ ἐξέμασσε ταῖς θριξίν. Ἆρα ἡ τὸ μύρον ἀγοράσασα, ἡ τὸ ἀλάβαστρον ἑτοιμάσασα, λέντιον οὐκ εἶχε αρεσκευασμένον, 59.765 οὐκ ἠδύνατο βρέξαι μὲν τοῖς δάκρυσιν, ἐκμάξαι δὲ λεντίῳ; Ἀλλ' οὐ τολμᾷ τοῦτο ποιῆσαι· τὸ γὰρ ἐκμάσσειν λεντίῳ Χριστῷ τετήρηται. Τάχα δὲ αὐτὴ καὶ φοβουμένη πλέον ἠσφαλίσατο· οὐ βούλεται γὰρ τὰς μὲν ἁμαρτίας τοῦ σώματος εἶναι, τὰς δὲ θεραπείας ἀψύχων. Τί γὰρ ὠφελεῖτο ἐκείνη εἰ λέντιον ψαῦσαν τοῦ σώματος τοῦ Χριστοῦ τὸ ἄψυχον ἡγιάζετο; Καινοτομεῖ τὴν φύσιν, ἀντὶ λεντίου ταῖς θριξὶν ἐκμάσσει. Ὅθεν τὰ ἁμαρτήματα, ἐκεῖθεν καὶ τὰ ἰάματα. Πᾶσιν ἥμαρτεν τοῖς μέλεσι, πᾶσι θεραπεύει τοῖς μέλεσιν. Εἶδε κακῶς τὸν νέον· δακρύων προχέει πηγάς· ἥμαρτεν φιλήμασι πορνικοῖς καὶ χειρῶν ἁφῇ τὴν ψυχὴν καταῤῥυπάνασα· καταφιλεῖ τοὺς πόδας τοῦ Χριστοῦ, ἵνα ἀποσμήξῃ τὰ χείλη, καὶ τὸν ῥύπον καθάρῃ· ἐκμάσσει καὶ ταῖς θριξὶ, τάχα που καὶ διὰ τούτων γυναῖκας ἀπειροκάλους παιδεύουσα. Ἐπειδὴ γὰρ καὶ τὰ πλέγματα τῶν τριχῶν πολλάκις βρόχους τοῖς νέοις πλέκουσιν διὸ καὶ Παῦλος καλῶς νουθετεῖ κοσμεῖν ἑαυτὰς μὴ ἐν πλέγμασιν· ἐπειδὴ τοίνυν σύνοιδε τῇ ψυχῇ, ὅτι πολλοὺς νέους διὰ τῶν πλεγμάτων, ὥσπερ δορκάδας διὰ βρόχων ἐθήρευσε, βούλεται καὶ διὰ τῶν τριχῶν ὑπὲρ τῆς μετανοίας ἀπολογήσασθαι· καὶ ἐπειδὴ πολλάκις ἔπλεξεν ἀσεβῶς, ἅπαξ ἔλυσεν εὐσεβῶς. Τί οὖν τῶν ἐπινοιῶν τούτων λαμβάνει τὸ γέρας; Ἄκουσον τῆς ∆εσποτικῆς φωνῆς· Αὐτὴ δὲ ἠγάπησε πολὺ, οὗ ἕνεκεν ἀφέωνται αὐτῆς αἱ ἁμαρτίαι αἱ πολλαὶ ἐκεῖναι. εʹ. ∆εσπότης ἔῤῥηξε τὸ χειρόγραφον, καὶ Ναυάτος συνάγει τὰ διαῤῥαγέντα. Εἶδές ποτε φιλοπράγμονα, γραμματεῖον διαῤῥαγὲν συνάγοντα, καὶ πάλιν φιλοπόνως κολλήσαντα, ἵνα τὴν ἀγωγὴν τῆς συκοφαντίας ἀνανεώσῃ; Ὁ ∆εσπότης ἔῤῥηξε τὸ χειρόγραφον, τὸ χρέος ἀφῆκεν, ὁ λογοθέτης συκοφαντεῖ. Ἀλλὰ βραχὺ ἡμῖν ὁ περὶ Ναυάτου λόγος. Μίμησαι τὴν γυναῖκα, καὶ λήψῃ τὸ γέρας τῆς θεραπείας. Μὴ δέδοικα Ναυάτου κρίνοντος; μὴ γὰρ αὐτὸς ὁ μέλλων κρῖναι ζῶντας καὶ νεκρούς; μὴ γὰρ μετὰ τῶν ἀποστόλων τῶν δώδεκα τρὶς καὶ δέκατος θρόνος Ναυάτου εἰς τὴν κρίσιν τεθήσεται; Τίς μοι δώσει τῆς μετανοίας τὴν ἀκρίβειαν, κἀγὼ Ἰησοῦ ∆εσπότου τὴν φιλανθρωπίαν ἐγγυῶμαι; Οὐκ ἀρκεῖ σοι ὄνομα μετανοίας, ἀλλ' ἔργα μετανοίας. Ἐὰν εἴπῃς, Μετανοῶ, καὶ πάλιν ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψῃς, ἢ πάλιν ὡς ὗς ἐπὶ τὸν κυλισμὸν τοῦ βορβόρου, οὐ τὸ ῥῆμα ὠφέλησεν, ἀλλ' ὁ βόρβορος συνέπνιξεν. Ἐὰν δὲ βουληθῇς ἀκριβῶς μετανοῆσαι, θάῤῥει ὑπὲρ ἡμαρτημένων, μόνον ἀσφάλισαι τὸ λειπόμενον. Βέλτιον μηδὲ σχεῖν ἀρχὴν τραύματος· εἰ δὲ δέοι, μᾶλλον θεράπευσον, μᾶλλον