1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

ἀσθένειαν ἡ ἀναβολὴ τῆς τιμωρίας; Μὴ γένοιτο. Τί γὰρ εὐθὺς ἐπάγει; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρός. Οὐκοῦν ὡς δίκαιος μὲν οἶδε τὸ δίκαιον, ὡς δὲ ἰσχυρὸς, δύναται τὸ νοηθὲν ἀγαγεῖν εἰς ἔργον. Τί οὖν τῆς ἀναβολῆς τῶν ἁμαρτημάτων τὸ αἴτιον; τίς ἡ τῆς τιμωρίας ἀναβολή; ∆ίκαιός ἐστιν, οἶδε τὸν ἁμαρτάνοντα· ἰσχυρός ἐστιν, ἐπαγαγεῖν δύναται τῇ ψήφῳ τὸ τέλος. Τίς οὖν ἡ τῆς ἀναβολῆς αἰτία; Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος. Καὶ ἑρμηνεύει τί τὸ, Μακρόθυμος· Μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν; Μικρόν ἐστι κατὰ τὴν λέξιν ὑπερβατόν· Μὴ καθ' ἑκάστην ἡμέραν ὀργὴν ἐπάγων; Καὶ ἵνα γνῷς ὅτιπερ ἡ ἀναβολὴ τῆς τιμωρίας ἀναμένει σου τὴν μετάνοιαν, Ἐὰν μὴ ἐπιστραφῆτε, φησὶ, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἐὰν μὴ ἐπιστραφῆτε. Οὐκοῦν ἐὰν ἐπιστρέψωμεν, οὐκ εὐθὺς τῆς τομῆς πεῖραν δεχόμεθα. Καὶ βούλει τῆς φιλανθρωπίας ἰδεῖν τὴν ὑπερβολήν; Τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Οὔπω εἶπεν, ὅτι Τῇ ῥομφαίᾳ κατὰ στόμα χρήσεται, ἀλλὰ, Στιλβώσει· ἵνα τὴν λαμπηδόνα τῆς ῥομφαίας θεασάμενος, προλάβῃς τῇ μετανοίᾳ τὴν τομὴν τῆς ῥομφαίας. Τῇ στιλβώσει φοβεῖ, καὶ οὐ τέμνει. Ὁ φόβος συστελλέτω, τὴν τομὴν φθανέτω σου ἡ μετάνοια. Καὶ ἵνα διὰ πάντων γνῷς τοῦ κριτοῦ τὸν σκοπὸν, Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐχ ἱκανὸν φοβῆσαι τὸ σχῆμα; οὐ διέγραψε τῷ λόγῳ τὸν ἀσώματον; Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου· τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ἐνταῦθα καθάπερ τις γραφεὺς ὑπ' ὄψιν ἤγαγε τὸν κριτήν. Ἐννόησόν μοι τὸ τόξον τεταμένον, τὰς χεῖρας διεσκευασμένας· τὴν μὲν ὠθουμένην τὸ τόξον, τὴν δὲ ἑτέραν ἐπισπωμένην τὴν νευράν· τὸ βέλος ἄκροις δακτύλοις παρὰ τοῦ κριτοῦ κατεχόμενον. ∆ιατέταται τὸ τόξον, τὸ βέλος ἕτοιμον, ὁ κριτὴς εὐτρεπής. Μὴ καταφρονήσῃς τοῦ τόξου· τέταται γάρ· μήτε ἀπογνῷς μετανοίας· τὸ γὰρ βέλος οὔπω βέβληται. Ἀλλὰ μὴ χαυνωθῇς διὰ τὴν ὑπερβολὴν τῆς μακροθυμίας, μηδὲ βουληθῇς ἀεὶ παρακατέχειν σαυτὸν ταῖς ἡδοναῖς. Μὴ εἴπῃς, Τέως ἀπολαύσω τῆς ἐπιθυμίας, τέως χρήσομαι τῇ νεότητι, ἥξει μετ' ὀλίγον μετανοίας καιρὸς, αὔριον μετανοήσω, περὶ τὸ γῆρας ἀσφαλίσομαι τὴν ζωήν. Μάταιοι οἱ τοιοῦτοι διαλογισμοὶ, σαθρά σου τὰ τῆς ἐπιθυμίας βουλεύματα, 59.759 πονηρῷ κέχρησαι συμβούλῳ τῇ ἡδονῇ. Λέγεις, Ποιήσω τὴν ἁμαρτίαν σήμερον, καὶ αὔριον μετανοήσω. Κύριος εἶ τῆς αὔριον; τίς σοι τῆς αὔριόν ἐστιν ἐγγυητής; Ἐὰν ἀκριβῶς ἀκούσῃς, οὐδὲ ἡ σήμερον ὅλη σή· καὶ τῆς σήμερον τὸ μὲν παρελήλυθε, τὸ δὲ μέλλει· τὸ μὲν οὐκ ἔστι σὸν, τὸ δὲ οὔπω σόν. Λέγεις· Σήμερον ποιήσω τὴν ἡδονὴν, καὶ μετανοήσω τῇ αὔριον. Ὃ ἔχεις, τῇ ἡδονῆ, τὸ ἀλλότριον, τῇ μετανοίᾳ; Ἐμοὶ μᾶλλον χρῆσαι συμβούλῳ, τὸ σήμερον τῇ μετανοίᾳ, τῇ δὲ ἁμαρτίᾳ μηδὲ τὸ αὔριον, ∆ιὰ τοῦτο καλῶς ὁ θεῖος λόγος διαφόρως ἡμᾶς εἰς ἀνάκλησιν τῆς ἁμαρτίας ἀνακαλούμενος, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ· καὶ, Παρακαλεῖτε ἀλλήλους, ἕως οὗ τὸ σήμερον καλεῖται. Ποιεῖ γὰρ καὶ τοῦτο πολλάκις ὁ διάβολος κακοτέχνως. Ὅταν ἴδῃ ψυχὴν ἀρξαμένην αἰσθάνεσθαι τῶν ἁμαρτημάτων, ἀρξαμένην νοεῖν τῆς τιμωρίας τὸ τέλος, τοιούτους ἐμβάλλει λογισμούς· Νεώτερός εἰμι, καιρὸν ἔχω μετανοίας, τέως σήμερον παρακατάσχω τὴν χρείαν, τέως τῆς δίκης περιγένωμαι· τὸν δεῖνα ἀμύνωμαι, τῆσδε τῆς ἐπιθυμίας ἐκτελέσω τὴν ἡδονὴν, καὶ φθάσω μετανοῆσαι. Ἔρχεται πάλιν ἡ αὔριον, πάλιν σε τοῖς αὐτοῖς διακατέχει διαβολικοῖς διαλογισμοῖς· καὶ πάλιν τὸ μὲν μέλλον ἐπιδείκνυσι, καὶ τὸ παρὸν κατασπᾷ· καὶ οὕτω καθ' ἑκάστην ἡμέραν τὸ μὲν σήμερον ἐν ταῖς ἐπιθυμίαις κατέχων, τὸ δὲ αὔριον ἐν ταῖς ἐλπίσι τῆς μετανοίας ὑποδεικνὺς, παραναλίσκει σου τὸν βίον καθ' ἡμέραν ἁμαρτάνοντος.