1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

ἁμαρτωλὸς γυνὴ σωθῆναι, καὶ φθονεῖς, ὦ Φαρισαῖε; Τάχα ἂν ... αὐτοῦ συγγενὴς ἦν, μᾶλλον δὲ τῶν δογμάτων προπάτωρ. Ἵν' οὖν γνῷς, ὅτι οὐκ ἔστι προφήτης, ἀλλ' ὁ προφήτης ἔχει γάρ τι ἡ τοῦ ἄρθρου προσθήκη, τί μέγα ἦν, εἰ ἔγνω ὅτι ἁμαρτωλὸς ἡ γυνή; Τοῦτο καὶ διὰ φήμης ῥᾴδιον ἦν μαθεῖν· τοῦτο καὶ σὺ ὁ Φαρισαῖος, μὴ ὢν προφήτης, ἐγίνωσκες. ∆είκνυσιν οὖν τὸ μεῖζον τοῦ εἰδέναι. Τὸν μὲν γὰρ ἐκείνης βίον καὶ φήμη τυχὸν διήγγελλε, καὶ μάλιστα λίαν οὔσης ἁμαρτωλοῦ· ὁ δὲ Κύριος, ἵνα δείξῃ τὴν θεϊκὴν δύναμιν, τὸν διαλογισμὸν ἀνέγνω τοῦ Φαρισαίου. Οὐδὲ γὰρ ἔχει 59.764 τὸ διήγημα, ὅτι ὁ Φαρισαῖος πρός τινα τῶν ἀνακειμένων εἶπεν, ἀλλ' ἐν ἑαυτῷ ἔλεγε, καὶ διελογίζετο ἐν ἑαυτῷ. Ἵν' οὖν γνῷς, ὅτι οὐ μόνον προφήτης, ἀλλὰ καὶ ὁ προφήτης· σὺ κινεῖς ἔνδον τὸν λογισμὸν, καὶ ὁ ∆εσπότης ἀναγινώσκει· σὺ στρέφεις τὰς ἐννοίας, καὶ ὁ Κύριος εὑρίσκει, καὶ θεραπεύει· καὶ οὕτω τὰ τῶν χρεωφειλετῶν τῶν δύο διηγήματα παρήγαγε, τῷ μὲν ὅτι ἀφῆκε πεντακόσια, τῷ δὲ πεντήκοντα, Τίς πλέον ἀγαπήσει; λέγων. Ἀποκρινομένου τοῦ Φαρισαίου, Ὧ τὸ πλεῖον ἐχαρίσατο, συγκρίνει λοιπὸν τὸν Φαρισαῖον, κἀκείνην τὴν γυναῖκα τὴν λαβοῦσαν πολλῶν ἁμαρτημάτων συγχώρησιν· ἣν οὐκ ἐπαινῶ τοῦ προτέρου βίου, μακαρίζω δὲ τοῦ δευτέρου τέλους. Μηδεὶς αὐτὴν μετὰ Φαρισαίων ὀνειδιζέτω· Πόρνη ἦν καὶ ἀκόλαστος. Παῦλος ἑρμηνευσάτω, Παῦλος τῇ γυναικὶ συνηγορείτω· Θεὸς ὁ δικαιῶν. Τίς ὁ κατακρίνων; Καὶ φέρε, τὸ διήγημα λεπτότερον ἐξετάσωμεν, ἵνα μὴ μακαρίζωμεν μόνον ἐκείνην, ἀλλὰ καὶ μιμησώμεθα· Ἔρχεται πρὸς τὸν Ἰησοῦν ἐμπαράσκευος, κομίζουσα μύρον ἐν ἀλαβάστρῳ, καὶ δάκρυον ἐν ὀφθαλμοῖς· τὸ ἄψυχον σκεῦος τοῦ μύρου, ἡ ἔμψυχος πηγὴ τῆς μετανοίας· ἐκ τοῦ σώματος τῆς σαρκὸς κομίζει μύρον, ἵνα σβέσῃ τὴν τῆς ἀσελγείας δυσωδίαν· δυσώδης γὰρ ἡ ἁμαρτία, καθὰ καὶ ∆αυῒδ μαρτύρεται· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶς ἁμαρτάνων δυσωδίαν ἐργάζεται· πᾶς μετανοῶν μύρον σκευάζει. Ἀλλ' ὥσπερ ἐν τοῖς μύροις πολλὰ ἀρώματα, οὕτω καὶ μετανοίας πολλὰ εἴδη. ∆εῖ γὰρ πολλὰς πολιτείας καὶ πολλοὺς συναγαγεῖν καρποὺς, ἵνα σκευάσωσι τῆς μετανοίας τὸ μύρον. Καὶ βούλεσθε γνῶναι τῆς γυναικὸς τὴν ταπεινοφροσύνην; Ἄλλη ποτὲ γυνὴ κομίσασα μύρον παρὰ τὸν Χριστὸν, καταχέει τῆς κεφαλῆς· εἶχε γὰρ παῤῥησίαν ἐκ πολιτευμάτων. Αὕτη διὰ τὴν συνείδησιν τῶν πταισμάτων οὐ κατατολμᾷ τῆς κεφαλῆς, ἀλλὰ τῶν ποδῶν ἄκρων ἐφήψατο. Καὶ οὐκ ἔλαττον ἐνεργοῦσιν οἱ πόδες. Εἰ γὰρ οὐ τὸ ἱμάτιον μόνον, ἀλλὰ καὶ τοῦ ἱματίου τὸ κράσπεδον τελείαν ὑγίειαν τῇ πιστευσάσῃ χαρίζεται, καὶ ποιεῖ τῇ πιστευσάσῃ ἐπαινετὴν τὴν κλοπήν· πόσῳ μᾶλλον τὰ ἴχνη τοῦ Χριστοῦ δύνανται τῶν ἁμαρτημάτων ἀπαλεῖψαι τοὺς μώλωπας! Οὐ τοίνυν τὸ μύρον μόνον κατέχεεν, ἀλλὰ καὶ τὰς πηγὰς τῶν δακρύων ἐκίνησε. Μακάριαι τῆς γυναικὸς αἱ λίμναι, ὅθεν ποταμοὶ θεραπευτικοὶ τῶν ἁμαρτημάτων προχέονται. Σοὶ γενέσθω διδάσκαλος διατί τοὺς ὀφθαλμοὺς ἡμῖν ὁ Θεὸς κεχάρισται. Ἆρα μόνον ὄψεως ὑπηρέτας; Τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ζώων ἕκαστον ἔχει· κἂν ἀκριβῶς ἐξετάσῃς, ἔνια τῶν ἀλόγων καὶ πλέον ὀξυδερκεῖ παρ' ἡμᾶς. Σοὶ γὰρ οὐ μόνον εἰσὶν ὄψεως ὑπηρέται, ἀλλὰ καὶ μετανοίας ἐργάται. Μακάριόν σε φυλάξαι τὸ λουτρὸν τοῦ βαπτίσματος· εἰ δὲ ὡς ἄνθρωπος προελήφθης, κίνησον δακρύων πηγάς. Ἔχεις τὸ φρέαρ· ἐκ τοῦ βάθους τῆς καρδίας τὴν λύπην ἄντλησον· κίνησον τὰς διδύμους κόρας, πρόχεε δακρύων ῥεύματα· κατ' ἀναλογίαν τῶν πεπλημμελημένων ἔστω τὰ δάκρυα. Μικραὶ ψεκάδες κοῦφα παραφέρουσι κάρφη· μεγάλα ποταμῶν βάθη καὶ ῥεύματα, χείμαῤῥοι σφοδροὶ καὶ βαθεῖς κορμῶν βάρη καὶ λίθων ἄχθη παρασύρειν πεφύκασι. Στάθμισόν σου τὰ ἁμαρτήματα. Εἰ μικρόν σου τὸ ἁμάρτημα, ἀρκεῖ καὶ βραχὺ δάκρυον· εἰ μέγα τὸ ἁμάρτημα, μείζων ὁ τῶν