1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

περίδησον, μὴ ὑπερίδῃς σκώληξι βρύον. Ἐὰν δὲ ἐπουλώσῃ, μὴ πάλιν τέμῃς. Ταχὺ τὸ στόμιον τῆς οὐλῆς γίνεται, τὸ δὲ δι' οὐλῆς σκληρυνθὲν, δυσκόλως πάλιν συνάγεται. Ἐπεὶ ὅτι φιλάνθρωπος ὁ κριτὴς, οὐ μόνον ἀπὸ τῶν ῥημάτων, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πραγμάτων ἀποδεῖξαί μοι ῥᾴδιον. Ἠκούσατε πάντως τῆς τοῦ ∆ε 59.766 σπότου φιλανθρωπίας, ὅτι πρὸς τὸν μακάριον Πέτρον μετὰ τῶν ἄλλων ἐπαίνων καὶ τοῦτο ἔθηκεν· Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. Ἄν τινων ἀφῇς τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῇς, κεκράτηνται. Οὐ δείκνυσι τοῦτο τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν; ∆ώσω σοι τὰς κλεῖς. ∆ιὰ τί δ' οὐκ ἔδωκεν Ἰωάννῃ, ὃς ἐπὶ στῆθος ἀνέπεσε τοῦ ∆εσπότου, τῆς ἀγάπης ἀκριβῶς ἔχων τὸ σύμβολον; διὰ τί οὐκ ἔδωκεν Ἰακώβῳ, τῷ πρώτῳ ἀποτμηθέντι; Ἀνεῖλεν γὰρ Ἡρώδης τὸν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Βούλει γνῶναι πῶς ἠγάπα τὸν Ἰωάννην; Παρ' αὐτῷ τῷ σταυρῷ φησι πρὸς τὴν μητέρα αὐτοῦ· Ἴδε ὁ υἱός σου. Μείζονα ταύτης ἀγάπην ἀπαιτεῖς; Ἴδε ὁ υἱός σου. Τὴν κοινὴν παροιμίαν ἐπλήρωσεν. Τί ἐστι φίλος; Ἄλλος ἐγώ. Ἴδε ὁ υἱός σου. Ὡς τὴν μητέρα παρέθετο τούτῳ. ∆ιὰ τί τὰς κλεῖς τῆς βασιλείας οὐκ ἐνεχείρισεν, καίτοι ἀγαπῶν ὑπὲρ πάντας αὐτόν; Ἀλλὰ ∆εσποτικῆς φιλανθρωπίας ἀπόδειξιν ἔχει τὸ εἰρημένον. Οὐ δίδωσι τὰς κλεῖς Ἰακώβῳ, οὐ δίδωσι τὰς κλεῖς Ἰωάννῃ, οὐ δίδωσιν ἄλλῳ τινὶ τῶν ἀποστόλων τῶν ἀναμαρτήτων· ἀλλὰ τὸν Πέτρον διὰ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐξείλεκται. Ἐπειδὴ γὰρ Πέτρος πρὶν ἀλέκτορα φωνῆσαι καὶ σιγῶ τὸ λειπόμενον, αἰδοῖ τῆς ἀρετῆς τοῦ ἀνδρὸς προελήφθη ἁμαρτήματι· διὰ τοῦτο γοῦν οὐδενὶ τῶν μαθητῶν τῶν ἀναμαρτήτων τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ἐπίστευσεν, ἀλλὰ Πέτρῳ τὰς κλεῖς ἐγχειρίζει, ἵνα Πέτρος ὅταν τινὰ ἐξ ἁμαρτημάτων μετανοήσαντα θεάσηται, καὶ διὰ μετανοίας τὴν ἁμαρτίαν ἀποκενωσάμενον, καὶ βουλόμενον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν, τοῦ καθ' ἑαυτὸν μνησθεὶς ὑποδείγματος, συνεργὸς αὐτῷ εἰς τὴν σωτηρίαν γένηται. Πῶς οὐ μακαρίζω τὸν τῆς Ἐκκλησίας θηρευτὴν, οἵους τοὺς σκύλακας ἔθρεψεν; Οὔπω γὰρ τούτοις τὸ σῶμα τοῦ νοήματος ἀπεδείξαμεν, καὶ ἤδη τὸ ζῶον προεθηράσαντο. Ὅμως κατὰ τοὺς θηρευτὰς, μετὰ τὸ ὑμᾶς θηρεῦσαι τὰ νοήματα, τὰ μέλη τὰ θηρευθέντα διέλωμεν. Ἐλέγομεν οὖν, ὅτι διὰ τοῦτο Πέτρῳ τὰς κλεῖς τῆς βασιλείας ἐπίστευσε, καὶ οὐδενὶ τῶν ἀναμαρτήτων κατεπίστευσεν, ἵνα Πέτρος ὅταν ἴδῃ τινὰς τῶν ἐξ ἁμαρτημάτων ἐπιστρεφόντων, καὶ διὰ μετανοίας εἰς τὴν βασιλείαν εἰσβιαζομένων βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, μνησθεὶς τοῦ καθ' ἑαυτὸν ὑποδείγματος, καὶ ἡμῖν τοῖς διὰ μετανοίας προσιοῦσιν ὑπανοίξῃ θύραν. Εἶδες τοῦ πιστεύσαντος τὴν φιλανθρωπίαν; Πρόσεχε ταῖς κλεισί. Μετανόησον πρὶν ἀποκλεισθῆναι. Ἐξουσίαν γὰρ ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας. Ὅπου ἡ ἁμαρτία, ἐκεῖ ἡ λύσις. Μὴ ἐπὶ γῆς ἡδονὴ, καὶ ἐκεῖ ἡ μετάνοια. Ἐνταῦθα λῦσον, καὶ τότε σε Πέτρος ὑποδέξεται ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.