1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

3

ἀποθήκας πλατύναντα εἰς ἄμετρον ἔκτασιν. Ἆρα ἐπίστασαι ὁποία πρὸς ἀμφοτέρους αὐτῶν ἀπόφασις δέδοται; ἆρα μνημονεύεις τὰς τοιαύτας σκυθρωπὰς φωνάς; ἆρα κατέχεις κἂν βραχύ τι ῥῆμα ἐν τῇ καρδίᾳ σου ἐκ τῶν ἀναγνωσθέντων θείων ῥημάτων; Καὶ εἰ ταῦτα οὐ γινώσκεις, τί λοιπὸν συνάγῃ εἰς τὴν ἐκκλησίαν, εἰπέ μοι; οὐχὶ ἵνα ἀκούσῃς τὰς φωνὰς, σπεύδεις συνάγεσθαι καὶ ὠφεληθῆναι; Εἰ μὲν οὖν διὰ τοῦτο συνάγῃ ἐν τῇ ἐκκλησίᾳ, ἡ σπουδή σου ἐπαινετὴ, καὶ πληροῦται ἐπὶ σὲ τὸ τοῦ Κυρίου λόγιον· Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει. Οἶδα γὰρ πολλοὺς συνερχομένους, οὐ διὰ Θεὸν, οὐδὲ δι' ἀκρόασιν τῶν ἁγίων αὐτοῦ ῥημάτων. Τοὺς μὲν γὰρ ὁρῶ νυστάζοντας, τοὺς δὲ ὧδε κἀκεῖσε μετεωριζομένους, ἄλλους πρὸς φίλους διαλεγομένους· καὶ ὁ μὲν Κύριος ἡμῶν πρὸς ἡμᾶς διαλέγεται εὐσπλάγχνῳ φωνῇ λέγων, Ὑμεῖς φίλοι μού ἐστε· ἡμεῖς δὲ ἐκεῖνον καταλιπόντες λαλοῦντα, τοὺς φίλους ἐντιμοτέρους ἐποιησάμεθα. Ἑτέρους ὁρῶ ἀτάκτως θορυβοῦντας, καὶ ταῦτα τολμῶσιν ἔτι τοῦ Θεοῦ λαλοῦντος πρὸς ἡμᾶς. Ὢ τῆς βαθείας ἀφροσύνης, ὢ τῆς ἀνιάτου ἀναισχυντίας, ὢ τῆς χαλεπῆς παραφρονήσεως. Βασιλεὺς ὁμοιοπαθὴς ἡμῖν πολλάκις διαλέγεται πρὸς τὸν λαὸν, καὶ πάντες ὥσπερ ἄψυχοι στῆλαι ἄφθογγοι μένουσιν, ἄχρις ἂν καταπαύσῃ ὁ λαλῶν. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ γράμματα αὐτοῦ πολλάκις 60.684 ἀναγινωσκόμενα, ἐν τόπῳ πολλὴν ἡσυχίαν ποιοῦσι τοῖς περιεστῶσιν ἀκροαταῖς, ὡς δοκεῖν μὴ εἶναι ἐκεῖσέ τινα, ἀλλ' ἢ μόνον τὸν ἀναγινώσκοντα τὰ τοῦ βασιλέως γράμματα. Ἐνταῦθα δὲ προφῆται καὶ ἀπόστολοι καὶ πατριάρχαι, οἱ πάντων βασιλέων ὑψηλότεροι, διαλέγονται, τί βούλεται Θεὸς καὶ πῶς θεραπεύεται, καὶ ποίῳ τρόπῳ δυνησόμεθα διαπερᾶσαι τὴν χαλεπὴν θάλασσαν τοῦ βίου· ἡμεῖς δὲ λῆρον τὰ ῥήματα ἡγούμεθα, καὶ μᾶλλον ἀργοῖς ῥήμασι προσκαρτεροῦντες, ἀνάπαυσιν λογιζόμεθα. Ἆρα θεραπεύεται ἐπὶ τούτοις ὁ Κύριος, ὁ εἰπὼν πρὸς τοὺς ὁμιλοῦντας πρὸς ἡμᾶς ἁγίους, Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου; Καὶ τί λέγω περὶ λειτουργῶν καὶ δούλων; Αὐτοῦ τοῦ πάντων ∆εσπότου καὶ βασιλέως τῆς δόξης, ὃν φρίττει πᾶσα ἡ κτίσις, καὶ ὑμνεῖ πᾶσα πνοὴ, διὰ τῶν ἀχράντων Εὐαγγελίων διαλεγομένου πρὸς ἡμᾶς, νουθετοῦντος, ἀπειλοῦντος, παρακαλοῦντος, προσκαλουμένου, τὴν ἀπλήρωτον αὐτοῦ καὶ ἀκήρατον βασιλείαν δωρουμένου, οὕτως αὐτῷ προσέχομεν, ὡς ὅτε ἀσθενὴς ἢ πτωχὸς ἄνθρωπος πρὸς ἡμᾶς ἀδολεσχεῖ διαλεγόμενος, καὶ οὐδὲ κἂν ὡς φίλου τινὸς προσέχομεν. Ὄντως Μάταιοι υἱοὶ τῶν ἀνθρώπων· ὄντως εὔκαιρον πρὸς τοὺς τοιούτους εἰπεῖν, Μωροὶ, πότε φρονήσετε; Ἁρμόσει δὲ πρὸς αὐτοὺς καὶ ἕτερος τοῦ προφήτου στίχος ὁ λέγων, Ἐξέλειπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· τὸν γὰρ ἀγγελικὸν ὕμνον καὶ τὰ θεῖα ῥήματα ἀποβαλόντες καὶ λῆρον ἡγησάμενοι, ἠγάπησαν ἀργολογίαν, καὶ προσελάβοντο ὕπνον. Ὕπνος δὲ τῶν τοιούτων οὐχ ὁ ὕπνος οὗτος, ἀλλ' ἡ ῥᾳθυμία ὁ χαλεπὸς ὕπνος τῆς ψυχῆς, ὁ ζημιωτὴς τῶν χαυνοτέρων, ἡ τυφλότης τῆς καρδίας, ἡ συλήτρια τῶν θησαυρῶν τοῦ Πνεύματος· περὶ οὗ ὁ Προφήτης ἐδέετο τοῦ Θεοῦ λέγων· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον· περὶ οὗ καὶ Σολομὼν ἐντρεπτικώτερον ἔγραψε λέγων, Πότε ἐξ ὕπνου ἐγερθήσῃ; οἳ καὶ ἀκούσονται τὸ, Τί ἑστήκατε ὅλην τὴν ἡμέραν, ἤγουν ὅλον τὸν βίον ἀργοί; Οἱ τοιοῦτοι καὶ ἐν ταῖς συνάξεσιν ἀσύντακτοι, καὶ ἐν ἑορταῖς ἀνέορτοι, καὶ ἐν ταῖς εὐχαῖς ἀνευλόγητοι, ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀμνημόνευτοι, ἐν τῷ τὴν εἰρήνην διδόναι ἀδόκιμοι, ἐν τῇ ἐκκλησίᾳ ἀνέτοιμοι, ἐν τῇ μεταλήψει ἀνάξιοι, ἐν τῇ κοιμήσει τῆς ἐξόδου τεταραγμένοι καὶ ἔμφοβοι καὶ κατηφεῖς καὶ σκοτεινοὶ καὶ ἀπεγνωσμένοι· περὶ ὧν ὁ Προφήτης προεκήρυξεν, ὅτι Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.

βʹ. Εἶδες πόσην ζημίαν περιέχει ἡ ῥᾳθυμία; Ὁ πικρὸς ὕπνος, καὶ τῶν ψυχῶν