μὴ δυνάμενοι νικῆσαι, τότε ζητοῦσιν ἐκ θεοῦ ὅπλον σπουδαίως· καὶ οὕτως ἐνδυσάμενοι τὴν πανοπλίαν τοῦ πνεύματος, γίγνονται νικηταί, καὶ πίπτει ὑπὸ τοὺς πόδας αὐτῶν ὁ ἐχθρὸς τῶν ψυχῶν. δι' ὧν ὅπλων καταλύεται τὰ τείχη τῆς ἁμαρτίας τὰ κυκλώσαντα τὴν ψυχήν, καὶ ψυχαὶ αἱ ἐγκεκλεισμέναι εἰς σκότος εἰς φῶς ἐξέρχονται, καὶ πρὸς τὸν πατέρα αὐτῶν τὸν οὐράνιον ἐγγίζουσι, καὶ κάλλος ὡραιό τητος θεϊκὸν ἐνδύονται, καὶ δόξαν καὶ δύναμιν περιζώννυνται, καὶ πάντα τὰ ἐπιτηδεύματα τοῦ πονηροῦ πνεύματος μανθάνουσιν, ὥς φησιν ὁ ἀπό στολος Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν, καὶ μετὰ τοῦ πνεύματος τοῦ ἁγίου συμμίγνυνται, καὶ τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς ποιοῦσι. 51.3 γινώσκετε οὖν, ἀδελφοὶ ἀγαπητοί, ὅτι ὅσοι ἑτοιμάζουσι τὰς ἑαυτῶν ψυχὰς γενέσθαι γῆν τοῦ οὐρανίου σπόρου, ἐκεῖ ὁ ἐχθρὸς σπεύδει σπεῖραι τὰ ζιζάνια αὐτοῦ· διὸ καὶ ἐπειράσθητε ὑπὸ τοῦ ἐχθροῦ, καὶ ἀκηκοότες ἐλυπήθημεν ἐπὶ πολύ. καὶ τοῦτο δὲ ἴστε· ὡς εἰ μή τινες ἐξ ὅλης καρδίας ζητήσουσι τὸν Κύριον, οὐ πειράζονται ὑπὸ τοῦ Σατανᾶ φανερῶς, ἀλλὰ κρυπτῶς καὶ δολίως διὰ τῆς ἀπάτης αὐτοῦ ἐξαφανίζει τὰς ψυχὰς τῶν ἀνθρώπων, φθείρων καὶ ἀπαλλοτριῶν ἀπὸ θεοῦ· καὶ τὰ νῦν, ἀδελφοὶ, θαρσεῖτε καὶ μὴ δειλιάσητε ἐν μηδενί, καὶ μὴ πτύρεσθε ἐν ταῖς φαντασίαις τοῦ ἀλλοτρίου, καὶ ἐν τῇ προσευχῇ μὴ γίνεσθε συγκε χυμένοι ἐν πλείοσι καὶ ἀπρεπέσι κραυγαῖς, ἔσεσθε δὲ ἐκδεχόμενοι τὴν χάριν τοῦ Κυρίου ἐν πόνῳ ψυχῆς καὶ πείνῃ νοός· οὐ γὰρ πρὸς ὑμᾶς μόνον τοιαῦτα γεγόνασιν, ἀλλὰ καὶ ἐνταῦθα ὅμοια γεγόνασι πρός τινας· ταῦτα δὲ συμβέβηκεν ἐν τῷ πρώτῳ καιρῷ· ὅτε γὰρ ἤρξαντο προσ καρτερεῖν ἐν προσευχαῖς, ἐν πειρασμοῖς ἐκλυδωνίσθησαν διὰ τὸ ἀγυ μνάστους αὐτοὺς εἶναι, καὶ διὰ τὴν νηπιότητα αὐτῶν συνεχύθησαν. τὸ λοιπὸν, ἀδελφοί, θαρσεῖτε καὶ παρακαλεῖσθε καὶ ἐκδέχεσθε, μεριμνῶντες ὑπὲρ τῶν ψυχῶν ὑμῶν, σπουδάζοντες προσκαρτερεῖν τῇ προσευχῇ, καὶ μὴ ἐκκακήσῃ ὁ νοῦς ὑμῶν, γέγραπται γὰρ Ὑπομονῆς χρείαν ἔχετε, ἵνα ποιήσαντες τὸ θέλημα τοῦ θεοῦ κομίσησθε τὰς ἐπαγγελίας. καὶ ὁ Κύριος εἶπεν Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν, ἀμὴν λέγω ὑμῖν, πᾶν ὃ ἐὰν αἰτήσωνται, λήψονται· ὅσοι γὰρ ἐν ἀληθείᾳ τὸν θεὸν ζητοῦσι, δύναμιν θεϊκὴν δέχονται ἐν ταῖς ψυχαῖς, καὶ οἱ τοιοῦτοι τῷ οὐρανίῳ χρίσματι προσεγγίζοντες αἰσθάνονται ἐν ἑαυτοῖς τῆς γεύσεως καὶ γλυκύτητος τοῦ μέλλοντος αἰῶνος· οἱ τοιοῦτοι μείζονές εἰσι πάντων ἀνθρώπων τῶν κατοικούντων ἐπὶ τῆς γῆς. ἡ εἰρήνη τοῦ Κυρίου ἡ γενομένη μετὰ πάντων τῶν ἁγίων πατέρων καὶ φυλάξασα αὐτοὺς ἀπὸ παντὸς πειρασμοῦ, αὕτη ἔσται μεθ' ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ἀμήν. 52.τ ΟΜΙΛΙΑ Β 52.1 Ὁ λόγος τοῦ θεοῦ ἔργον ἀληθείας ἐπιζητεῖ. εἶτά ἐστιν ἀνθρώπῳ τὸ λέγειν, τὸ ἀκούειν, καὶ τὸ ποιεῖν· διὰ τοῦτο γὰρ ἀκούει τις τοῦ λέγοντος, ἵνα τῆς ἀκοῆς τὸ ἔργον ἐκτελέσῃ. ταύτῃ τῇ ἡμέρᾳ ὁ Κύριος ἐγεννήθη, ἡ ζωὴ καὶ ἡ σωτηρία τῶν ἀνθρώπων· σήμερον γέγονε καταλλαγὴ θεό τητος πρὸς ἀνθρωπότητα καὶ ἀνθρωπότητος πρὸς θεότητα· σήμερον ἐσκίρτησε πᾶσα ἡ κτίσις· οἱ ἄνωθεν ἀπέστειλαν πρὸς τοὺς κάτω καὶ οἱ κάτω πρὸς τοὺς ἄνω· σήμερον τοῦ σκότους θάνατος γέγονε καὶ τοῦ ἀνθρώπου ζωή· σήμερον ὁδὸς γέγονε πρὸς θεὸν τοῖς ἀνθρώποις καὶ θεοῦ ὁδὸς εἰς τὴν ψυχήν· τὸ πρὶν γὰρ ἔλεγεν ὁ προφήτης Ὁδοὶ Σιὼν πεν θοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους εἰς ἑορτήν, τῆς ψυχῆς τὴν ἐρήμωσιν καὶ τὸν ἀφανισμὸν αἰνισσόμενος, οὔτε γὰρ ὁδὸς θεοῦ εἰς ψυχὴν καὶ ἀνθρώπου διάνοιαν ἦν οὔτε ψυχὴ εἰς θεὸν περιεπάτει· σήμερον ἀγαλλιᾶται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς, ἡ γῆ τῆς ψυχῆς δεχομένη ὄμβρον ἐξ οὐρα νοῦ. Ὁ