1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

3

«Καὶ εἶπα· ὁ ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν»· ὅστις ἐστὶ «σοφία», ὅστις ἐστὶ «δύ ναμις θεοῦ», ὃς ἤνεγκεν ἡμῖν «τὸ πλήρωμα τῆς θεότη τος, ὃ κατῴκησεν ἐν αὐτῷ σωματικῶς», πῶς οὖν δύναται ἁρμόζειν τὸ «οὐκ ἐπίσταμαι λαλεῖν» τῷ σωτῆρι; Ἀλλὰ καὶ τὸ «νεώτερος ἐγώ εἰμι» ἀπαγορεύεται πρὸς τὸν σωτῆρα, ὡς λέγοντα αὐτὸν οὐ καλῶς· εἰ γὰρ αὐτῷ λέγει ὁ κύριος· «Μὴ λέγε» τόδε, δῆλον ὅτι οὐ καλῶς λεγόμενον ἀπαγορεύει αὐτό. Οὐχ ἁρμόζει οὖν ταῦτα ἐπὶ τὸν σωτῆρα, ἐκεῖνα <δ' οὐ> δοκεῖ δυσωπεῖν ἐπὶ τὸν σωτῆρα· εἰπεῖν δὲ ὅτι ταῦτα μὲν ἐπὶ τὸν Ἱερεμίαν ἀναφέρεται, ἐκεῖνα δὲ ἐπὶ τὸν σωτῆρα, οὐ χαλεπόν. Ὁ μέντοι εὐγνώμων πάνυ θλιβήσεται ἐν τῷ τόπῳ, ὁρῶν ὅτι τὸ διακόψαι ἐν εἱρμῷ λόγων λόγους εἰρη μένους εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα, καὶ λέγειν ταῦτα οὐ τῷ Χριστῷ ἀλλὰ τῷ Ἱερεμίᾳ ἁρμόζειν, καὶ ταῦτα, ἐπεὶ μείζονά ἐστιν Ἱερεμίου, οὐ τῷ Ἱερεμίᾳ ἀλλὰ τῷ Χριστῷ ἁρμόζειν, ἀγνωμόνων ἐστίν. Ὅλος οὖν ἐπὶ τὸν Ἱερεμίαν ἀναφερέσθω, καὶ ταῦτα τὰ δοκοῦντα 1.7 εἶναι μείζονα Ἱερεμίου ἑρμηνευέσθω. Πᾶς ὁ λαβὼν λό γους ἀπὸ θεοῦ καὶ ἔχων τὴν χάριν τῶν οὐρανίων λόγων, ἔλαβεν αὐτοὺς ἐπὶ τῷ «ἔθνη καὶ βασιλείας ἐκριζοῦν καὶ κα τασκάπτειν», ἀλλὰ «ἔθνη καὶ βασιλείας» ἐὰν λέγηται «ἐκριζοῦν» πᾶς ὁ λαβὼν λόγους ἀπὸ θεοῦ, μὴ σωματικῶς μοι νόει τὰ ἔθνη καὶ τὰς βασιλείας, ἀλλὰ κατανοήσας τὰς ἀνθρωπίνας ψυχὰς βασιλευομένας ὑπὸ τῆς ἁμαρτίας κατὰ τὸ εἰρημένον παρὰ τῷ ἀποστόλῳ· «Μὴ οὖν βασι λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν σώματι», βλέπων δὲ καὶ τὰ πολλὰ εἴδη τῶν ἁμαρτημάτων, τροπολόγει καὶ τὰ ἔθνη καὶ τὰς βασιλείας, τὰ φαῦλα τὰ ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὄντα, ἅτινα ἐκριζοῦται καὶ κατασκάπτεται ὑπὸ τῶν δεδομένων εἴτε Ἱερεμίᾳ εἴτε ᾡτινιοῦν λόγων τοῦ θεοῦ· καὶ δύναται καὶ τὰ πρῶτα, τὰ θλίβοντα ὡς πρὸς τὸν σωτῆρα, ἐφαρμόσαι τῷ Ἱερεμίᾳ καὶ τὰ δεύτερα τῷ εἰδότι τροπολογεῖν ἐφαρμόσαι τῷ Ἱερεμίᾳ. Ἐρεῖ μοί τις τῶν ἀκουόντων· γύμνασον καὶ τὸν ἄλλον λόγον καὶ ὅλα πειράθητι παραστῆσαι τὰ γεγραμμένα ἁρμό ζοντα τῷ σωτῆρι· περὶ τῶν δευτέρων μὴ ἀγωνία· φαίνεται γὰρ ὅτι ὁ σωτὴρ ἐξερρίζωσε τὰς τοῦ διαβόλου βασιλείας καὶ τὰ ἔθνη κατέσκαψε τὸν ἐθνικὸν βίον καθελών· ἐνταῦθα, κατὰ τὸ δοκοῦν δύσφημον ὡς πρὸς τὸν σωτῆρα, γύμνασόν πως τὸν λόγον, πῶς δύναται λέγειν ὁ σωτήρ· «Οὐκ ἐπί σταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι» καὶ τὰ ἑξῆς. Ὁρᾷς ὅτι ὁ λόγος στενοχωρεῖται· τὸν σωτῆρα οἴδαμεν κύριον, ζητοῦμεν κατὰ τὴν ἀξίαν τοῦ λόγου καὶ κατὰ τὴν ἀλήθειαν ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν, μάρτυρας δεῖ λαβεῖν τὰς γραφάς· ἀμάρτυροι γὰρ αἱ ἐπιβολαὶ ἡμῶν καὶ αἱ ἐξηγήσεις ἄπιστοί εἰσιν, <καὶ τὸ> «ἐπὶ στόματι δύο καὶ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα» μᾶλλον ἁρμόζει ἐπὶ τῶν διηγήσεων ἢ ἐπὶ τῶν ἀνθρώπων, ἵνα στήσω τὰ ῥήματα τῆς ἑρμηνείας λαβὼν μάρτυρας δύο ἀπὸ καινῆς καὶ παλαιᾶς διαθήκης, λαβὼν μάρτυρας τρεῖς ἀπὸ εὐαγ γελίου, ἀπὸ προφήτου, ἀπὸ ἀποστόλου· οὕτως γὰρ «στα θήσεται πᾶν ῥῆμα». Πῶς οὖν δυνάμεθα ταῦτα ἐπὶ τὸν σωτῆρα ἀναγαγεῖν; Φέρε μάρτυρα παλαιὰν διαθήκην· «∆ιότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπει θεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν», καὶ ἄντικρυς ταῦτα περὶ τοῦ σωτῆρος ἐν τῷ Ἡσαΐᾳ λέλεκται· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέ σουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», καὶ ἐκεῖ ἐπιφέρεται· «πρὶν ἢ γνῶναι τὸ παιδίον»· εἰ δὲ καὶ ἀπὸ τοῦ εὐαγγε λίου δεῖ λαμβάνειν παράδειγμα, Ἰησοῦς οὐκ ἀνὴρ γενόμε νος, ἀλλ' ἔτι παιδίον ὤν, ἐπεὶ «ἐκένωσεν ἑαυτόν», «προέκοπτεν»-οὐδεὶς γὰρ προκόπτει τετελειωμένος, ἀλλὰ προκόπτει δεόμενος προκοπῆς· -οὐκοῦν προέκοπτεν «ἡλικίᾳ», προέκοπτε «σοφίᾳ», προέκοπτε «χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις»· εἰ γὰρ «ἐκένωσεν ἑαυτὸν» κατα βαίνων ἐνταῦθα, καὶ κενώσας ἑαυτὸν ἐλάμβανε πάλιν ταῦτα ἀφ' ὧν «ἐκένωσεν ἑαυτὸν» ἑκὼν κενώσας ἑαυτόν, τί ἄτοπον αὐτὸν καὶ προκεκοφέναι «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις» καὶ ἀληθεύεσθαι περὶ αὐτοῦ τὸ «πρὶν ἢ γνῶναι αὐτὸν καλὸν ἢ πονηρὸν ἐκλέξεται τὸ ἀγαθὸν καὶ ἀπειθεῖ