1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

3

Τοῦ ταξιαρχεῖν τὸν λόγον δεδεγμένος, ὡς ταξίαρχος τοῦ λεὼ τοῦ Κυρίου,

τάξιν φύλαττε παντὶ καιρῷ καὶ τόπῳ, ἐν εἰσόδοις ὁμοῦ τε καὶ διεξόδοις, ἐν ταῖς ὑπανταῖς ὄψεων τῶν ἐξόχων, ἐν τοῖς ἀθροισμοῖς τοῦ ναοῦ τοῦ ∆εσπότου, χοροστατῶν ἅπαντας εἱρμῷ καὶ λόγῳ, τηρῶν ἑκάστου τὴν τεταγμένην βάσιν, στολὴν ἀπαιτῶν καὶ βάδισμα τὸ πρέπον. Εἰ ταῦτα ποιεῖς ἐμφρόνως καὶ συντόνως, Θεοπρεπῶς τε πραέως, κεκριμένως, ἕξεις χάριν καὶ μισθὸν ἐκ Θεοῦ μέγαν. 12 Εἰς τὸν κελλαρίτην Τίς ὡς σύ, τέκνον, ἐργάτης Θεοῦ πέλει; Ἔχεις γὰρ ἔργον σφόδρα τῶν ἄλλων πλέον, τῶν τῆς ἀδελφότητος ἄρχων βρωμάτων. Ὅλος πρόσελθε πανσθενῶς τῇ φροντίδι, διδοὺς ἑκάστῳ τὸ προσῆκον ἐν κρίσει. Πυρὰς δέχοιο τῆς πολυζητησίας, ἐκεῖνον οὕτως, ἄλλον ἀλλοίως φέρων, πράως, γαληνῶς, συμπαθῶς, οἰκτιρμόνως. Οὕτως γὰρ ἕξεις σὺν Στεφάνῳ τὸ στέφος.

13 Εἰς τὸν ἀριστητάριον

Ἀριστοποιῶν τοῖς ἀδελφοῖς σου, τέκος, εὖ μοι στίβαζε τῶν τραπεζῶν τὰς

θέσεις, σταθμῶ τὸν ἄρτον· εἴ τι δ' ἂν βρωτὸν τύχῃ, ἴσως μερίζων, τοῖς δὲ μείζοσι πλέον· διπλῆς τιμῆς γὰρ ἀξιοῦν τούτους λόγος. Φείδου δ' ὁμοίως καὶ τὸν ὑστεροστάτην· ἅπας γάρ ἐστι σὸν μέλος, κἂν οὐκ ἴσως. Καὶ μὴν παρεστὼς ὡς τραπέζῃ ∆εσπότου ἀποστόλοις νόμιζε δουλείαν φέρειν. Στρέφου, θεώρει, νηρὸν ἄλλο περ νέμων, ἵν' εὖ γένηται καὶ χάρις σοι πλουσία.

14 Εἰς τὸν ὀψοποιόν

Τὸν ὀψοποιὸν τίς σε, τέκνον, οὐ στέφει πολὺν φέροντα τὸν κόπον καθ'

ἡμέραν; ∆ουλευτικόν σοι χρῆμα, μισθὸς δ' οὖν μέγας· χρῆσις ῥυπώδης, ἀλλὰ πλυτρὶς πταισμάτων· φλέγει σε νῦν πῦρ, οὐ τὸ μέλλον δὲ κρίνει. Προσβὰς σταθηρὸς λοιπὸν εἰς τὴν ἑψίαν ἕωθεν εὐθὺς κλῶν δαλούς, χύτρας κλύε, βρώσεις προσεψῶν ὡς Θεοῦ τὰ τῶν τέκνων· εὐχαῖς ἁλίζοις ταῦτα, ὥσπερ ἀρτύσεις, ἵν' εὐλογηθῇς ὡςἸακὼβ τῷ πάλαι, καὶ χαῖρε τούτοις ἐκτελῶν σου τὸν δρόμον. 15 Εἰς τοὺς ῥαφεῖς ἤτοι βεστηαρίουσ Ὑμεῖς ἔπαρχοι καὶ διαιτηταὶ μάλα τῶν τῆς ἀδελφότητος ἀμφιασμάτων, ἀγὼν ὑμῖν οὐ μικρὸς ἐν τούτῳ πέλει, φροντὶς δὲ πολλὴ καὶ μέριμνα καὶ κόπος· ῥάπτειν, νεουργεῖν, ἐκκαθαίρειν καὶ πλύνειν, νέμειν ἑκάστῳ τὸ προσαρμόζον λόγῳ, ἴσως μὲν οὔκ, ἴσως δὲ φίλτρῳ καὶ πόθῳ, ἄλλου γὰρ ἄλλος ἀξιώτερος πόνῳ. Σκοπεῖτε λοιπὸν ταῦτα ποιεῖν σωφρόνως, ὅπως ἀμοιβῶν ἀντιλήψεσθε χρέος πρὸς τοῦ Θεοῦ διδοῦντος ἀξίας δόσεις.

16 Εἰς τοὺς ἀφυπνιστάσ

Πρὸς πᾶσιν ἄλλοις οὐδ' ὑμῖν μικρὸς κόπος· διεξανιστᾶν τοὺς ὑπνώδεις

συγγόνους, συνεισελαύνειν τοὺς γυρευτὰς εἰς μέσον. Τοίνυν ἐπειδ' ἂν σαλπίσῃ τις τὸ ξύλον, ὡς ἄγγελοι παρευθὺ δεδραμηκότες εἰς πάντα κοιτωνίσκον, εἰς κρυπτὸν τόπον, ἐγείρετε πρὸς ὕμνον ἀχράντων λόγων, συνεισφέροντες εἰς νεὼν τοῦ ∆εσπότου ἐν ἡμέραις, ἐν νυξίν, ἐν μεσημβρίαις, ἕκαστον αὐτῶν προσκαλοῦντες εὐθέτως, ὅπως ὑμῖν τὸν μισθὸν ἄξιον νέμῃ ὁ πάντα μετρῶν καὶ νέμων κατ' ἀξίαν.