4
Ἀέτιε. καὶ οὐ πρότερον ἦν καὶ τότε ἐγεννήθη οὐδὲ μὴ ὢν γεγέννηται, ἀλλὰ συναΐδιόν ἐστι γέννημα ὡς ἀπαύγασμα φωτὸς ἀϊδίου. γεννητὴ δὲ φύσις καὶ ἀγέννητος φύσις οὐκ ἐν τῇ φύσει ἔχει τὸ διάφορον, ἀλλ' ἐν τῷ γεγεννῆσθαι καὶ μὴ γεγεννῆσθαι. ἰδοὺ γὰρ καὶ ὁ Ἀδὰμ οὐ γε γέννηται διὰ γυναικός, ἡμεῖς δὲ γεγεννήμεθα καὶ οὐκ ἐν τῇ φύσει ἔχομεν τὸ διάφορον, ἀλλ' ἐν τῷ γεγεννῆσθαι καὶ μὴ γεγεννῆσθαι διὰ γυναικός. Ἀνόμ. Εἰ ἀγεννήτου φύσεως ὑπάρχων ὁ θεὸς ὁ παντοκράτωρ γεννητῆς φύσεως οὐκ οἶδεν ἑαυτόν, ὁ δὲ υἱὸς γεννητῆς φύσεως ὑπάρχων τοῦτο γινώσκει ἑαυτόν, ὅπερ ἐστί, πῶς οὐκ ἂν εἴη τὸ ὁμοούσιον ψεῦδος τοῦ μὲν γινώσκοντος ἑαυτὸν ἀγέννητον, τοῦ δὲ γεννητόν; Ὀρθ. Εἰ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν νομίζεις εἶναι τὰς φύσεις, οἶδε δὲ ἑαυτὸν καὶ Γαβριὴλ γεννητῆς φύσεως, πῶς οὐκ ἂν εἴη καὶ Γαβριὴλ ὁμοούσιος τῷ υἱῷ; εἰ δὲ γεννητῆς φύσεως ὢν ὁ Γαβριὴλ οὐκ οἶδεν ἑαυτὸν ὁμοούσιον τῷ υἱῷ, οὐκ ἔστι τὸ γεννητὸν φύσις. εἰ δὲ οὐκ ἔστι τὸ γεννητὸν φύσις, οὐδὲ τὸ ἀγέννητόν ἐστι φύσις. [γενητὸν δὲ μὴ λέγε τὸν υἱὸν, τὸν γενε σιουργὸν τῶν ἁπάντων, ἀλλὰ γεννητὸν εἰπὲ ὡς γέ γραπται. γεννητὸν γάρ ἐστι τὸ πατέρα ἔχον, γενητὸν δὲ τὸ γενεσιουργὸν ἔχον.] ἡμῶν οὖν γενεσιουργὸς ὁ θεὸς διὰ τοῦ υἱοῦ, τοῦ δὲ υἱοῦ πατὴρ οὐκέτι δὲ γενεσιουργός, οὐδεὶς γὰρ τοῦ ἑαυτοῦ υἱοῦ γενεσιουργός ἐστιν, ἐπεὶ οὐκέτι πατήρ, ἀλλὰ γενεσιουργός. γενεσιουργὸς δέ ἐστιν ὁ ἔξωθέν τι εἰς γένεσιν ἄγων, πατὴρ δὲ ὁ ἐξ ἑαυτοῦ γεννῶν. γενεσιουργὸν δὲ ἀκούων τὸν θεὸν μὴ ὑπονόει κόπον καὶ μόχθον, καὶ πατέρα ἀκούων μὴ ζήτει ῥεῦσιν, ἀλλὰ θεοπρεπῶς νόει, ἵνα θεὸς γένῃ καὶ μὴ ὡς ἄνθρωπος ἀποθάνῃς. Ἀνόμ. Εἰ μὴ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν, ἀλλ' ἐπίνοιά ἐστιν ἀνθρωπίνη τὸ ἀσύγκριτον ὄνομα, χάριν τοῖς ἐπινοήσασι γινώσκει ὁ θεὸς διὰ τὸ ἀγέννητον τὴν ὑπεροχὴν τοῦ ὀνόματος οὐ φέρων ἐν οὐσίᾳ. Ὀρθ. Εἰ τὸ ἀγέννητον τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησι καὶ τοῦτό ἐστι τὸ ἀσύγκριτον τοῦ θεοῦ ὄνομα, πῶς οὐκ ἐδίδαξαν ἡμᾶς τοῦτο αἱ θεῖαι γραφαί; ἀλλ' ἐσφάλη Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ ἄφθαρτον καὶ ἀόρατον αὐτῷ μόνῳ προσ εῖναι διδάξας καὶ μὴ τὸ ἀγέννητον. ἐπειδὴ δὲ σὺ μ28.1185 σοφώτερος θέλεις εἶναι τῶν θείων γραφῶν, εἰπὲ εἰ μὴ τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον καὶ τὸ ἀψευδὲς τὴν ὑπόστασιν τοῦ θεοῦ παρίστησιν. εἰ γὰρ οὐ παρίστησιν, ἐσφάλη εἰρηκὼς "ἀφθάρτῳ ἀοράτῳ μόνῳ σοφῷ θεῷ". εἰ γὰρ οὐκ ἔχει ἐν αὐτοῖς τὸ ἀσύγκριτον, οὐκ ἔστι μόνος ἄφθαρτος καὶ ἀόρατος· εἰ δὲ μόνος ἔχει τὸ ἄφθαρτον καὶ τὸ ἀόρατον, ἐν τούτοις τὸ ἀσύγκριτον καὶ οὐκ ἐν τῇ σῇ ἐπινοίᾳ. Ἀνόμ. Εἰ ἔξωθεν ἐπιθεωρεῖται τῷ θεῷ τὸ ἀγέννητον, οἱ ἐπιθεωρήσαντες τοῦ ἐπιθεωρηθέντος εἰσὶν ἀμείνους κρεῖττον ὄνομα τῆς φύσεως αὐτῷ πορισάμενοι. Ὀρθ. Μὴ ὑψοῦ ὡς εὑρηκὼς τὸ τοῦ θεοῦ ὄνομα, μήποτε ἀκούσῃς· "καὶ σὺ Καπερναοὺμ, ἐὰν ἕως τοῦ οὐρανοῦ ὑψωθῇς, ἀλλ' ἕως ᾅδου κατα βιβασθήσῃ". ὅτι δὲ ὑπὲρ ταύτην ὑψηλοφρονεῖς, ἐντεῦθεν δῆλον ἐκ τοῦ τὴν μὲν θεόπνευστον γραφὴν λέγειν εἰρηκέναι τὸν θεόν· "ὤφθην φησὶ πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς", σὲ δὲ λέγειν εὑρηκέναι αὐτό. ὅτι δὲ τὸ ἀγέννητον οὐκ ἔστιν ὄνομα τοῦ θεοῦ, δῆλόν ἐστιν ἐκ τοῦ λέγειν τὸν κύριον "πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος", ὃ γὰρ ἐὰν εἴπῃς ὄνομα τοῦ πατρὸς εἶναι, τοῦτο καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἀναγκασθήσῃ δοῦναι· εἰ γὰρ ἄλλο τοῦ πατρὸς καὶ ἄλλο τοῦ υἱοῦ καὶ ἄλλο τοῦ ἁγίου πνεύματος, εὗρες δὲ τὸ τοῦ πατρὸς ὡς ἐνόμισας, εἰπὲ καὶ τὸ τοῦ υἱοῦ, κἂν εἴπῃς τὸ τοῦ υἱοῦ, εἰπὲ καὶ τὸ τοῦ ἁγίου πνεύματος, ἵνα τότε ἀκούσῃς φάσκων εἶναι σοφὸς ἐμωράνθης· ὃ γὰρ οὐκ εἶπεν ἡ γραφὴ οὐχ εὑρήσεις. εἰ δὲ νομίζεις τοῦ πατρὸς εἶναι τὸ ἀγέννητον καὶ τοῦ υἱοῦ τὸ γεννητὸν, ποῖον ἆρα τούτων τῷ πνεύματι δώσεις; Ἀνόμ. Εἰ καὶ τὸ γέννημα ἄτρεπτόν ἐστι τὴν φύσιν, ἀλλὰ διὰ τὸν γεννήσαντα· τὸ δὲ ἀγέννητον οὐσία ἐστὶν ἄτρεπτος οὐ