1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

4

μὴ ὄν· "ἔγνω" οὖν "Σαοὺλ ὅτι Σαμουήλ ἐστιν καὶ ἔπεσε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ"«. ἵνα δὲ μὴ παρεκβὰς ἐφ' ἕτερα τῶν παραδειγμάτων- ἐξ αὐτῶν ὧν ἔγραψεν ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν, εἶθ' οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα. 5.3 καί μοι λέγε πρὸς θεοῦ· τί φής, ὧ Ὠρίγενες; πότερον ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι ἤ τί γε σχῆμα σκιαγραφίας εἴδει περιβεβλημένον; εἰ μὲν οὖν ἀσώματον ἀνήγαγεν αὐτόν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σαμουήλ, ὁ ἄνθρωπος ὁ κρᾶσιν ἔχων ἐξ ἀμφοῖν ἀνάλογον. 5.4 εἰ δὲ ὁλόσωμον αὐτὸν ἀνήγαγεν τὸν ἄνδρα, πῶς οὐχ ἑόρακεν αὐτὸν ὁ Σαούλ; εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτόν, οὐκ ἂν ὡς ἀβλεπτῶν ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τὸ «τί ἑόρακας;». οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφίλογον ἀσώματος ἦν· εἰ δὲ ἀσωμάτῳ σχήματι διεφαίνετο, τί δήποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑορακέναι μὲν «ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα», «διπλοΐδα» δὲ κατὰ τὸ πρόσθεν ἔθος «ἀναβεβλημένον»; 5.5 ἄρ' οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις, Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑορακὼς ὡς περὶ φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο τὸ «τί ἑόρακας;» εἰπών, ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον ἰδοῦσα κέκραγεν «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς», ὑπὲρ δὲ τοῦ πεῖσαι ὠς αὐτὸς ἄνθρωπός ἐστι, δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη «καὶ οὖτος ἀναβεβλημένος διπλοΐδα». 5.6 τί οὖν, ὧ τῆς ἀθεμίτου μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνήρ, οὐκ εἶδεν αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μή τι καὶ τὸ αἰσθητὸν ὄμμα τυφλώττειν αὐτὸν εἴποις, ὥσπερ οὖν ἀμέλει καὶ τὸ τῆς ἐννοίας αὐτὸ τὸ νοητόν.

6.1 Ἀλλ' ἴσως ἐρεῖς ἁλισκόμενος εὐπετῶς· αὐτὸ τὸ τῆς ψυχῆς ὄργανον

ἀνθρωπόμορφον ἐσχηματίζετο κατὰ τὴν ὥραν, ἵνα ἐπιφανὲν ἐξείποι προφητικῷ μηνύματι τὸ μέλλον, οἷα δὴ κατὰ τοὺς ὕπνους ἐνίοτε πνεύματα καὶ ψυχαὶ τοῖς ἀνθρώποις ἐφίστανται, παμμελεὶ τοὺς ἀνθρωπείους ἐπιδεικνύμεναι χαρακτῆρας, οὐ μὴν ἀλλά γε καὶ διάφορα καὶ ποικίλα φοροῦντες ἐσθήματα καὶ σημασίας οὐλῶν ἢ τύπων ἢ μωλώπων ἐπιφερόμενοι καὶ πληγῶν ἢ τρώσεων. 6.2 εἰ τοίνυν ὁρίζῃ ψυχὴν ἀνῆχθαι μόνον, ἀλλ' οὐκ ἄνθρωπον αὐτῷ σώματι (οὐδὲ γὰρ εἰ βούλῃ δίδωσί σοι τὸ γράμμα), μαχόμενα μὲν ἑαυτῷ θεσπίζων οὐκ αἰσθάνῃ, ταὐτὸν δὲ τοῦτό τις ἀνθυποφέρων ἐρεῖ σοι· τί δήποτε οὐκ εἶπεν ἡ γυνή· προφητικὴν εἶδον ψυχήν, ἀλλὰ τοὐναντίον «ἄνδρα ὄρθιον»; 6.3 ᾧ γὰρ ἔφησθα τρόπῳ· «καὶ διὰ τί» λέγων «οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ;», τούτῳ τῷ λόγῳ φαίην ἂν ἀνθυπενέγκας ἔγωγε· τίνος ἕνεκα ψυχῆς ἀναχθείσης οὐκ εἴρηκεν ἑορακέναι ψυχήν, εἴπερ οὕτως εἶχεν, ἀλλ' ἐκ τῶν ἐναντίων «ἄνδρα» καὶ τοῦτον «ὄρθιον», ὅπερ ἐστὶ γνώρισμα σωματικῆς εὐεξίας; 6.4 οὐ γὰρ ἀμφίκυρτον οὐδὲ κεκυφότα γέροντα θεωρεῖν ἔφασκεν ἡ μαινάς, ἀλλ' ὄρθιον, ἐντεταμένον, ἀπηυθυμένον εἰς πόλεμον, ἀεὶ νεάζοντα περὶ τὰς τῆς κακίας ἀναδόσεις· ἀπάτῃ δὲ τὸν ἔκφρονα δελεάζουσα, σημείῳ μὲν ἔπειθεν αὐτὸν ὡς ἄνθρωπός ἐστιν ὁ ἀνιὼν ἐκ τῆς γῆς, ἀναβεβλῆσθαι δὲ αὐτὸν ἔφαινε «διπλοΐδα». 6.5 τί οὖν (εἴποι τις ἄν), εἴπερ αὐτῷ σώματι προκύπτων ἐτύγχανεν ἀνήρ, οὐκ ἄρα ἑόρακεν αὐτὸν ὁ Σαούλ, ἀλλὰ παρ' ἑτέρου βούλεται μαθεῖν ὁποῖός ἐστιν, ὡς ἀορασίᾳ πληγείς; οὐκοῦν αὐτὰ τὰ πράγματα κέκραγεν ὡς ἄνθρωπος μὲν οὐκ ἦν, ἀλλὰ σκιά τις ὡς ἔοικεν ἀφανής· οὐ γὰρ ἂν ἀόρατος ἦν. 6.6 εἰ δὲ νομίζεις, Ὠρίγενες, ὅτι ψυχὴ τοῦ 20Σαμουὴλ ἐτύγχανεν αὐτόθι, διὰ τί διπλοΐδα20 περιβεβλημένον ἑωρᾶτο τὸ φάσμα; προδήλῳ γοῦν ἐκφαίνεται σημασίᾳ ὡς ἅπαντα τὰ τῆς ἐσθῆτος ἐνδύματα καὶ σκεπάσματα σώμασι πλέον, ἀλλ' οὐ ψυχαῖς ἁρμόττει· 6.7 οὐ γὰρ οἴομαί σε φῆσαι μεθ' ὑποκρίσεως ἀσταϊζόμενον ὅτι μεμένηκεν ἡ διπλοῒς ἐπὶ τοῦ τάφου τοσούτοις ἔτεσιν ἄχρι τῆσδε τῆς ἡμέρας, ἵνα ἡ ψυχὴ τοῦ προφήτου φορῇ, μή πῃ ἄρα γυμνὴ βαδίζουσα διάγοι.