1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

23

καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν; μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπον, ὃν ἄν τις βούληται ἐνσημήνασθαι ἑκάστῳ». διὰ δὲ τῶν τοιούτων πειρᾶται ῥήσεων ἐκφαίνειν ὡς οὐ χρεὼν ἂν εἴη γε ψευδηγορίαις ἐπαντλεῖν ἀκράτοις τὰς τῶν νεηλύδων ἀκοάς, ἐπειδὴ τοῖς ἀρτίως ἐνσῃμαινόμενοι μείραξιν οἱ τύποι τῆς κακοδοξίας ἀμετάστατοι φιλοῦσι γίγνεσθαι καὶ δυσέκνιπτοι· 28.3 διόπερ ἀκολούθως ἐπιφέρει πάλιν· «ἆρ' οὖν ῥᾳδίως οὕτω παρήσομεν» ἔφη «τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἃς ἐπειδὰν τελειωθῶσιν ἔχειν οἰησόμεθα δεῖν αὐτούς; οὐδ' ὁπωστιοῦν» εἴρηκεν ὅτι «παρήσομεν. 28.4 πρῶτον μὲν ἡμῖν, ὡς ἔοικεν, ἐπιστατητέον τοῖς μυθοποιοῖς, καὶ ὃν μὲν ἂν καλὸν μῦθον ποιήσωσιν ἐγκριτέον, ὃν δὲ μὴ ἀποκριτέον. τοὺς δὲ ἐγκριθέντας πείσωμεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισίν, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν. ὦν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον.» 28.5 εἶτα ἐπειδή, περὶ τῆς ἑκάστων ἀναλόγου διαφορᾶς ἐρωτώμενος, «ἐν τοῖς μείζοσιν» ἔφασκε «μύθοις ἀναγνωρίζεσθαι καὶ τοὺς ἐλάττους», ὡς ἤρετο πάλιν ὁ Ἀδείμαντος, οὐδὲ τούτους εἰδέναι δηλῶν, αὖθις ἀνθυπενέγκας ἔφησεν· «οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην· οὗτοι γάρ που μύθους τοῖς ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν».

29.1 Εἰ τοίνυν Ὁμήρου τὰ ἔπη καὶ Ἡσιόδου μύθους ἀποφαίνει ψευδεῖς, ἃ δὴ

μάλιστα καὶ παιδείας ἕνεκα ψυχαγωγεῖ τοὺς αὐτηκόους, οὐ μὴν ἀλλά γε καὶ καλλιλεξίᾳ διεγείρει τὸ φρόνημα πρὸς εὐγλωττίαν ἐντελῆ, πόσῳ δὴ μᾶλλον ὅσους ἡ δαιμονῶσα γραῦς ἀπεφθέγξατο λόγους οὐχὶ μυθοποιίας ὁριεῖταί τις εἶναι ψευδεῖς, ὁπηνίκα καὶ τοὔνομα τῆς ἐγγαστριμύθου τοῦτον ὑπαγορεύει τὸν νοῦν; 29.2 εἰ γὰρ Ἑλλήνων παῖδες, οἱ καὶ τὰς ὀνοματοποιίας ἑκάστου πράγματος ἀκριβοῦντες, ἐν τῇ Ἑλλάδι φωνῇ πλάσματα ψευδῆ τοὺς μύθους ὀνομάζουσιν, ἀκόλουθον ἐκ τοῦ ὀνόματος ὑποπτεῦσαι τὸ πρᾶγμα καθ' οὗ τέτακται κυρίως. 29.3 ἀλλ' αἱ μὲν Αἰσώπου λογοποιίαι τοιαῦτα μύθων ἴσασι πλάσματα, οἷα καὶ τὰ μειράκια πολλαχῶς ἐν ταῖς παιδιαῖς ἀσταϊζόμενα παίζει καὶ κορυβαντιῶσαι γραῖαι κωτίλοις ἐπᾴδουσι λόγοις (ἔσθ' ὅτε ταῦτα δρῶσιν οἴνῳ μὲν ἐπιβρέχουσαι τὸν φάρυγγα συχνῷ, 20κύλικι δὲ προσέχουσαι καὶ ποτῷ φλυαροῦσιν20 ἀμέτρως). 29.4 οἱ μέντοιγε φιλοσοφίας ἤθη πρεσβεύειν ἡγούμενοι καὶ τὰς ἐμμούσους ποιήσεις οἷα ψευδῆ μύθων εἴδη διέβαλλον, ὡς δέον.

30.1 Εἰ οὖν αὐτὸ τοὔνομα κατὰ τοῦ πράγματός ἐστι τεταγμένον ὀρθῶς, ἐν

γαστρὶ μῦθον ἔοικεν ἀναπλάττειν ἡ ἐγγαστρίμυθος· οὐ γὰρ ἐκ τοῦ φυσικοῦ φθέγγεται νοῦ σωφρόνως, ἀλλ' ἐν τοῖς ἐνδοτάτω μορίοις ἐμφωλεύων ὁ δαίμων αὐτὴν ἐπινέμεται καὶ βλάπτει τὴν φρόνησιν, ἐκ δὲ τῆς γαστρὸς ἐξηχεῖ μυθώδη πλάσματα συγκροτῶν, εἰς ποικίλα δὲ μεταμορφούμενος εἴδη διαφόροις ἰνδάλμασιν ὑπάγει τὴν ψυχήν. 30.2 ἐπειδὴ δὲ παντοδα ποῖς ἐξαλλάττεται σχήμασι πολυπρόσωπος ὤν, οὐδὲν ἧττον ἔτι καὶ ἐκ τῆς γῆς ἀναβαίνειν ὑποκρίνεται καὶ φωνεῖν· εἶτα παρ' ἑκάτερα τὰς διακονίας ἀμείβων ὁμοῦ ταῖς μορφαῖς, ἄλλον μὲν τὸν ἀναβαίνοντα παρὰ τὸν καλοῦντα δοκεῖ παριστᾶν, ὁ αὐτὸς δὲ τῇδε κἀκεῖσε περιτρέχων ἀλλάττει τὰς ἰδέας, ἵνα ἔργοις ἀποδεικνύῃ καὶ λόγοις ὅτι ψεύστης ἐστίν. 30.3 ὑποτυποῦται γοῦν αὐτὰ τὰ πρόσωπα νεκρῶν ἀνάγειν, ὡς εἰκός ἐστιν ἐκ τοῦ τοιοῦδε δράματος ὑπολαβεῖν, ἀμειδεῖς μὲν ὄψεις, σκυθρωπὰ δὲ φάσματα πεπλασμένως εἰσάγων, ὅλα δὲ κατηφῆ καὶ νεκρᾶς ὀδμῆς ἀνάπλεα παριστῶν ὡς ἐξ ᾅδου μετακεκλημένα δεινοποιεῖ, καὶ καθάπερ εἱρκτῆς ἢ δεσμῶν ἀνειμένα πρὸς ὀλίγον, εἶτα πάλιν ἐντεῦθεν ἐκεῖσε διαβαίνοντα. 30.4 τοιγάρτοι καὶ καταπλήττει τοῖς