1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

ᾅδου μεταπέμπεσθαι δικαίων. ἀλλὰ ταῦτα μὲν οὐδείς πω τῶν εὗ φρονούντων ὁριεῖται τὸ σύνολον, ἵνα μὴ ταῖς ἁγίαις ἐναντία ψηφιεῖται μαρτυρίαις. 10.7 ἐπειδὴ δὲ τὸ δεύτερον ὁ παραπλὴξ ἤρετο καὶ συνάψας εἶπεν τῇ γυναικί «τί ἔγνως;», αὐτίκα πάλιν ἀνθυπενέγκασα πρὸς τὴν ἐρώτησιν ἔφησεν· εἶδον «ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα.» 10.8 μηδένα δὲ τὸ παράπαν ἰδών, ὡς αὐτήκοος ἐγένετο τῶν λόγων, «ἔγνω» μὲν κατὰ τὴν ἔννοιαν τὴν ἑαυτοῦ τοῦτον εἶναι «Σαμουήλ», ἅτε δὴ πολιορκούμενος ὑπὸ τοῦ δαίμονος ἔνδοθεν· ὡς δὲ τῇ τῶν σημείων ὀνομασίᾳ συνηρπάσθη, 20τηνικαῦτα τὸ πρόσωπον ὑποκλίνας ἐπὶ τῇ γῇ20 «προσεκύνησεν αὐτῷ». 10.9 πρῶτον μὲν οὖν ὀρθότατα φαίη τις ἄν· εἰ Σαμουὴλ ἐτύγχανεν ἐκεῖνος, ἀλλὰ μὴ μεταμορφωθεὶς ὁ πολύτροπος ὄφις, ἀνθυπενέγκας ἔφρασεν ἂν εὐσεβεῖ λογισμῷ· «κυρίῳ τῷ θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις». 10.10 δεύτερον δὲ πάλιν εἴποιμ' ἄν· ὁπηνίκα Σαμουὴλ τοῦ παντὸς ἦρχε λαοῦ καὶ προφήτης ἐτύγχανεν ἔκκριτος, ὁ Σαοὺλ ἰδιωτεύων ἔτι καὶ τὰς τοῦ πατρὸς ὄνους ἀναζητῶν ἀπῄει μὲν ὡς αὐτὸν ἐρωτήσων οἷα προφήτην ἕνεκα τῶν 20ἀπολομένων ὑποζυγίων, οὐδαμοῦ δὲ φαίνεται20 προσκυνήσας αὐτῷ, καίτοι χρῄζων αὐτοῦ καὶ προφανῶς ὑποκείμενος οἷα καθηγεμόνι λαοῦ. 10.11 πῶς οὖν ὁ τότε 10.11 μὴ προσκυνήσας ὡς ἰδιώτης ἄρχοντι, νῦν ἐκ τῶν ἐναντίων ὁ βασιλεὺς ἰδιωτεύοντι προσκυνεῖ; τρίτον δ' ἐπὶ τούτοις ἔχω λέγειν· τί δήποτε, θεοὺς ἀναβαίνοντας ἀκούσας οὐδενὶ τούτων προσεκύνησεν, ὅτε δὲ τὸν ἄνδρα ὄρθιον ἀκήκοεν ἀναβεβηκότα, τηνικαῦτα προσκυνήσας ὑπέκυψεν; 10.12 καὶ μήν, ὡς Ὠριγένης ἀπεφήνατο τολμηρῶς, εἴπερ ἄγγελοί τινες ἦσαν ἐκ τούτων ἢ χοροὶ προφητῶν, ἔδει τοῖς κρείττοσι καὶ πλείοσι πρῶτον ὑποπεσεῖν, οὐχὶ δὲ τὸν μὲν ἕνα θεραπεῦσαι, τοὺς δὲ πλείους ὑπεροψίας ἀνοίᾳ προλιπεῖν. 10.13 ἦ γὰρ ἀγνοητέον ὡς αἱ φλογοείκελοι τῶν ἀγγέλων ἀξίαι τῶν ἀνθρώπων ἀεὶ μακρῷ καλλίους εἰσίν; οὐκοῦν ἐκ πάντων ὁμοῦ τῶν ἔργων εὐχερῶς ἔστιν ἰδεῖν ὅτι τὸν ἡγεμόνα μὲν νοῦν ἐτύφλωττεν ὁ Σαοὺλ ὑπὸ τοῦ δαίμονος ἐλαυνόμενος, ὁ δὲ διάβολος εἰς διαφόρους ἐξήλλαττεν ἑαυτὸν ἰδέας ὑπὸ τοῦ δυνάστου προσκυνηθῆναι πραγματευόμενος, ἵνα ἐκ τούτου πλείστους ὅσους ἐξαπατήσοι λεληθότως ὑποκύπτειν αὐτῷ. 10.14 καὶ τί γε δὴ ξένον ἐστὶν εἰπεῖν, ὅπου γε καὶ τὸ τοῦ Χριστοῦ πρόσωπον εἰσιδὼν ἔργῳ μὲν ἔνδοθεν ἑώρα καὶ πράξει θεὸν καὶ φύσει θεοῦ γνήσιον υἱόν, ἄνθρωπον δὲ καθαρόν, ἄχραντον, ἀκηλίδωτον ἐξωτάτω περικείμενον ἐποπτεύων καὶ ναοῦ χρῆμα περικαλλές, ἀφιερωμένον, ἀσύλητον, οὐδὲν ἦττον 20ἐκπειράσων αὐτὸν ἀμελλητὶ προσῄει θεομαχῶν20 εἰωθότως; 10.15 ὡς δὲ τὰ πρῶτα καὶ τὰ δεύτερα καθ' ἑαυτοῦ προκαλεσάμενος ἡττήθη ῥαγεὶς ἀθλίως, αὖθις εἰς ἄλλο μεταλλάξας ἦθος ὑποδεικνύναι μὲν αὐτῷ πᾶσαν τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἐπεχείρει καὶ τὰς βασιλείας αὐτῆς, ἀπονοίᾳ δὲ καὶ ψευδηγορίᾳ θρασυνόμενος ἐκόμπαζε «ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι». 10.16 τοιαύτας μὲν οὖν ὁ ἀσεβὴς ἔρρηξε δεῦρο φωνάς, οἰόμενος εἰς ὀργὴν ἐκκαλέσασθαι τὰ τῆς ἀνεξικακίας ἤθη, καὶ διὰ τοῦ τοιοῦδε δοκῶν ἐπιλαμβάνεσθαι. μακροθυμίᾳ δὲ κατεσίγασε τὸν ἀλάστορα θεοπρεπῶς ὁ κύριος· ἴδιον γὰρ ἂν εἴη θεῷ πάντα ἀνεξικάκως φέρειν. 10.17 εἰ τοίνυν αὐτῷ τῷ κυρίῳ τοιαῦτα προσοῖσαι ῥήματα παρ' οὐδὲν ἡγήσατο, πῶς οὐκ ἔστι σαφὲς ὅτι προσκυνεῖσθαι βουλόμενος ἴσα θεῷ ταῦτα διεπράττετο; 10.18 τοῦτο μέν, οἶμαι, τοῖς εὖ φρονοῦσι κατάφωρον ὑπάρχει πᾶσιν, ὅτι διὰ γυναικὸς ἐμμανοῦς ἠπάτησεν τὸν ἔκφρονα δυνάστην ὑποκύψειν αὐτῷ παρὰ τὸ δέον.

11.1 Ἔτι δὲ διαληπτέον αὐτὰ τὰ τούτοις ὑποκείμενα καθεξῆς. ὡς οὖν ὁ Σαοὺλ

ὑπεκλίθη τῷ φάσματι προσκυνήσας, αὖθις ὑποκρίνεται πεπονθέναι βίαν ὁ δολομήτης, εἰς τὸ σχῆμα τοῦ Σαμουὴλ ἀμείψας ἑαυτόν· 11.2 εἶτα μετὰ εἰρωνείας ἀποκρίνεται σκυθρωπότερον, «ἵνα τί παρηνώχλησάς μοι» φάσκων «ἀναβῆναι;».