1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

11

ἐκπλήττουσι τοὺς αὐτηκόους, εἰς εὐήθη δὲ πίστιν αὐτοὺς 20ὑπαγόμενοι περὶ τῶν μελλόντων ἅπερ ἐθέλουσι20 πλάττουσιν, οὕτως ἄρα καὶ τὸ τῆς ἐγγαστριμύθου φάσμα μεταμορφούμενον αὐτὰ μὲν ἐξηγόρευε τὰ προφητικὰ τοῦ Σαμουὴλ ἀποφθέγματα, τῷ δὲ δοκεῖν ᾤετο προφητεύειν οὐδὲν ἐπιστάμενον, ἀλλὰ τὰ μὲν ἀλλότρια προὔταττεν ὡς ἴδια καὶ κατέπληττε τὸν ἀλάστορα, διὰ δὲ τούτων εὐχερῶς ὑπεσύλα καὶ τὸν νοῦν ἔκλεπτεν ἐκείνου. 12.10 τί οὖν ἄλλο μετὰ ταῦτα προσετίθει; «καὶ σὺ» φησὶν «αὔριον καὶ ὁ υἱός σου Ἰωνάθαν μετ' ἐμοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει κύριος εἰς τὰς χεῖρας ἀλλοφύλων». ἀλλὰ ταῦτα μὲν ἐῴκει λέγειν ὁ δαίμων ὡς ἴδια.

13.1 Ζητητέον δὲ πότερον ἀληθῆ προὔλεγεν, ὡς ᾤετο, 20καὶ πότερον ἀπὸ

στόχου καὶ συγκυρίας20 ἀπήγγελλεν, καὶ πρὸς ἐπὶ τούτοις εἰ προεγνωκέναι τούτων ἠδύνατό τινα. πρῶτον μὲν οὖν οὐ φαίνεται τῇ ἑξῆς ἡμέρᾳ 20διαφθαρεὶς ὁ Σαούλ, ὡς ἔφασκε τὸ φάσμα20 φθεγγόμενον. 13.2 εἰ γὰρ ἀκούσας τῶν λόγων ἐκ τῆς ἄγαν ἀθυμίας «οὐκ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα» φησὶν «ἐκείνην», ὡς ἡ θεία διαγορεύει γραφή, μετὰ δὲ τοῦτο παραινοῦσα πάλιν ἡ γυνὴ προὔτρεπεν ἐδωδῆς ἅψασθαι, προκειμένης ὁδοῦ, πρόδηλον ὅτι τῇ δευτέρᾳ δήπουθεν ἡμέρᾳ μετὰ τὴν πάννυκτον καὶ πανήμερον ἐκείνην ἀσιτίαν ἔπεισε μὲν αὐτόν, εἰς τοὔδαφος ἐρριμμένον ἐκλύτως, ἀναστῆναι καὶ καθεσθῆναι κοσμιώτερον ἐπὶ τοῦ δίφρου, τὸ δὲ μοσχάριον ὅπερ εἶχε γαλαθηνὸν ἀμελλητὶ λαβοῦσα σφάττει, ὀψοποιοῦσα δὲ καὶ πέττουσα τοὺς ἀζύμους, ηὐτρέπιζεν ἐδωδάς. 13.3 ἐπειδὴ δὲ προσέφερεν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ἀριστοποιήσασα σπουδαίως, ὁ μὲν αὐτόθι σιτίων ἐλάβετο προτραπείς· ἀνάγκη δὲ νοεῖν ὡς εἰς ἄλλας ἀφίκετο νυκτερίους ὥρας, εἴπερ ᾤχετο νυκτὸς ἐκεῖθεν ἐξορμήσας. ὥστε τοῦτο μὲν αὐτοτελῶς ἐλέγχεται ψευσάμενος ὁ δαίμων· οὐ γάρ, ὡς εἶπεν («αὔριον» ἔσῃ «σὺ μετ' ἐμοῦ»), γέγονεν οὕτως, ὁπηνίκα τὴν ἑξῆς αὐτόσε διέτριψεν ἡμέραν ἄσιτος, εἶτα τῇ δευτέρᾳ τῆς ἐδωδῆς ἁψάμενος ἐβάδισεν εἰς τὸ στρατόπεδον. 13.4 οὐχὶ δὲ τοῦτο μόνον ἁλίσκεται παρὰ τὸ γεγονὸς εἰρηκώς, ἀλλὰ καὶ τὸν Ἰωάθαν ἔφη μονώτατον ὁμοῦ τῷ πατρὶ καταλῆξαι πρὸς αὐτόν· ἐκ δὲ τῶν ἐναντίων ἡ διηγηματικὴ τοῦ γράμματος ἀγορεύει φωνὴ τὸν Σαοὺλ ἅμα τρισὶν ἀπεσφάχθαι παισίν, ἀλλ' οὐχ ἑνὶ μόνῳ, ὡς ἔφησεν ἐκεῖνος. 13.5 οὐκοῦν ἀπορίᾳ προγνώσεως οὐδὲν ἀληθὲς ἐξεῖπεν ὁ δαίμων (οὐ γὰρ ἂν ἐναντία τῶν γεγονότων ἀπήγγελλεν), ἀλλὰ τὰ τῷ Σαμουὴλ εἰρημένα πρότερον, ὡς ἔφην, ὑπεκκλέψας, ὀλίγα ἄττα προσετίθει τούτοις, ἐκ τῶν εἰκότων ὁμοιότροπα συμπλέξας. 13.6 οὕτως ἄρα καὶ θάνατον ἠπείλει τῷ δυνάστῃ, ταῖς ἐκείνου φωναῖς ἀποχρώμενος. ἀλλ' ἔτι γε καὶ τὴν τοῦ Ἰσραὴλ ἐκδοῦναι παρεμβολὴν ὑπισχνεῖτο, τῷ τὸν προφήτην ἐμβριθῶς εἰρηκέναι διασχισθήσεσθαι τὸν λαόν. 13.7 ὁρῶν οὖν ἐπιτετειχισμένα πολέμου μηχανήματα καὶ τὸν τοῦ λαοῦ προεστῶτα περιδεῆ, προσέτι δὲ καὶ καταλειφθέντα πρὸς αὐτοῦ τοῦ θεοῦ (δι' ὧν ὁ δυνάστης ὡμολόγει στοχαζόμενος ὅτι δεῦρο περαιοῦται τὸ τοῦ προφήτου κήρυγμα), 20πρὸς τὰς ἐνεστώσας ὑπεκρίνατο κινήσεις20 ἀναφωνεῖν. 13.8 ὅσα μέντοι προσέθηκεν ἴδια καθ' ἑαυτά, φανερῶς ἑάλω ψευσάμενος· οὔτε γὰρ τὴν τοῦ θανάτου δεδύνηται προειπεῖν ἡμέραν, οὔτε τὰς τῶν υἱέων τοῦ Σαοὺλ ἀναιρέσεις, ὧν ἐπὶ ὀνόματος ἐμνημόνευσεν ἡ γραφή. ἐκ δὲ τούτων οὐ χαλεπῶς ἂν εἴη νοεῖν ὡς οὐδὲν ἴδιον οὐδὲ ἀληθὲς ἀπήγγελλεν τὸ πνεῦμα, ὅσα δὲ τοῦ Σαμουὴλ ὑπεξέκλεπτε ῥήματα, ταῦτα σφετεριζόμενον ᾤετο προφητεύειν. 13.9 ἀλλὰ μάλιστα μὲν οὐκ ἔστιν εἰπεῖν ὅτι τοῦτο προὐφήτευεν ἀψευδῶς· εἰ δ' ἄρα καὶ πολέμου γένεσιν ἀνεκήρυττεν καὶ τὰ τῆς αἱματεκχυσίας ἀνήκεστα ῥεύματα, τίς ὁ τῶν ἁπάντων αἴτιός ἐστι πολέμων; 13.10 οὐχ ὁ διάβολος; οὐκ αὐτὸς ἐξῃτήσατο 13.10 τὸν Ἰώβ; οὐκ ἐπήγειρεν αὐτῷ πόλεμον