1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

13

οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.» 14.12 εἰ τοίνυν ἐστὶ χάσματος ἰδέα διείργουσα μεταξὺ δικαίων ἠδ' 20ἀδίκων, ὥστε μὴ δύνασθαι τοὺς ἔνθεν ἐκεῖσε20 διαπορθμεῦσαι μήτε δεῦρο τοὺς ἐκεῖθεν ἀφικέσθαι, συνέστηκεν ὡς ὁ Σαοὺλ ἄδικος ὢν οὐκ ἔστι μετὰ προφήτου Σαμουήλ· 14.13 εἰ γὰρ ὁ πλούσιος οὐ δύναται μετὰ τοῦ πένητος εἶναι, καὶ ταῦτα μηδὲν ἀδικήσας μηδὲ διώξας αὐτόν, ἀλλὰ μὴ μεταδοὺς αὐτῷ προχείρως ἐξ ὧν εἶχεν, πόσῳ δὴ μᾶλλον ὁ σχέτλιος ἀνὴρ ἀνάξιός ἐστι τῆς τῶν ἁγίων ἀπολαῦσαι κοινωνίας;

15.1 Ἀλλ' οὐ διανοητέον ὅπως αἰσχροῦ μὲν ἕνεκα κέρδους ἀθετεῖ τὸ θεῖον

ἐπίταγμα, δαίμονι δὲ πληγεὶς ἀνιάτως ἐλαύνεται βασκανίᾳ, τὸν ἁγιοπρεπῆ διώκει ∆αβὶδ οὐδενὶ κόσμῳ πρέποντι, καίτοι ψαλμῳδίᾳ προφητικῇ τὴν ἀγριότητα τοῦ ἐμβακχεύοντος ἐν αὐτῷ δαίμονος ἡμεροῦντα, 15.2 τοὺς ἱερεῖς ἀποσφάττει τοῦ κυρίου τριακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἀφίσταται τοῦ θεοῦ μαντευόμενος ἀσεβῶς; εἰ δὲ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διεπράξατο, πῶς οἷόν τε νομίζειν ὅτι μετὰ τοῦ θαυμασιουργοῦ κατέληξε Σαμουήλ, ὃς ἐν ὥρᾳ θέρους ὑετὸν ἠξίωσε γενέσθαι, καὶ παρ' αὐτὸ κατεσκεδάσθη πλῆθος ἀμέτρητον ὑδάτων; 15.3 εἰ δὲ οὐκ ἔστιν εἰπεῖν ὅτι Σαούλ ἐστιν μετὰ τοῦ Σαμουήλ, ἐψεύσατο μὲν ὁ λέγων αὐτῷ· «αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ». τοιγαροῦν εἰ ψεύστης ὁ ταῦτα εἰρηκὼς ὑπάρχει, πρόδηλον ὡς οὐκ ἔστιν ὁ Σαμουὴλ οὗτος· οὐ γὰρ ἂν οὕτως ἀφρόνως ὁ τοῦ κυρίου ψεύσαιτο προφήτης, ὥστε τὰ τοιαῦτα δίχα 20διαπτυσσόμενα ῥήματα γυμνὸν ὑποδεικνύει τὸν20 πολυπρόσωπον ἐνδοτάτω θῆρα κρυπτόμενον. 15.4 αὐτὸς γοῦν ἐστιν ὁ κατασπάσας εἰς τοῦ ταρτάρου χάσμα καὶ τὸν ἐμμανῆ Σαούλ· ὅθεν οἰκείως αὐτῷ προσεφθέγγετο κρατήσας· «αὔριον ἔσῃ μετ' ἐμοῦ». 15.5 διττῷ δὲ συστῆσαι τρόπῳ πειρώμενος ὡς οὐδέποτε δίκαιος ἀδίκου διαφέρει, καὶ τὸν Ἰωνάθαν ἅμα τῷ πατρὶ τὸν αὐτὸν ἐκείνῳ κλῆρον ἀπενέγκασθαι συνωμολόγει, καίτοι μὴ συνενεχθέντα τῇ τούτου ὠμότητι. 15.6 τίς δὲ τῶν ὄντων ὑποκρίνεται μὴ νοεῖν ὅτι κράτιστα βιώσας ὁ τοῦ προφήτου ∆αβὶδ ἐραστής, ἀλλὰ μὴ διῶξαι δίκαιον ἀδίκως ἐγχειρήσας, οὐ τὴν αὐτὴν ἀποφέρεται τῷ διώξαντι μισθοφορίαν; 15.7 οὐ γὰρ ἀποθανεῖται, τὸ ξύμπαν εἰπεῖν, υἱὸς ὑπὲρ ἀδίκου πατρός. ἀλλὰ μὴν ἐλέγχεταί γε καὶ διὰ τοῦδε τοῦ μηνύματος ὁ ψευδορράφος.

16.1 Ἀπαραλείπτῳ δὲ τάξεως ἀκολουθίᾳ προσθεὶς ἔφησεν ὁ συγγραφεὺς ὅτι

«καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα» λέγων «ἀπὸ τῶν λόγων Σαμουήλ». 16.2 ἐκείνους γὰρ οἶδε τοῦ Σαμουὴλ εἶναι τοὺς λόγους, οὓς προεφήτευσε μὲν αὐτῷ σώματι καὶ γλώττῃ παρών, τὸ δὲ φάσμα τούτους ἀνελέξατο τοὺς λόγους καὶ προὔφερεν ὡς ἰδίους· ὧν ὁ δυνάστης ὑπομνησθείς, καὶ τὰ τοῦ πολέμου σύμβολα θεωρῶν ἄντικρυς ἱδρυμένα, περιδεὴς ἐγεγόνει, τὸ πέρας αὐτῶν ἐννοῶν. 16.3 ἀλλ' Ὠριγένης ἑαυτῷ δόγματα πλάττων, εἰδὼς ὅτι πλεῖστοι μὲν ὅσοι τυγχάνουσιν οἱ ταῦτα ψηφιζόμενοι, πρὸς δὲ τοὺς ἀντιλέγοντας αὐτῷ διαλεγόμενος, οὐκ ἐσπούδασε μετὰ τῆς ὀφειλομένης εὐλαβείας ἀκριβῶσαι τὸ δέον· ἀλλά γε τὸ τῆς ἐγγαστριμύθου δρᾶμα πάντων ἅπτεσθαι προλέγων καὶ τὴν ἀλήθειαν εἰς τὴν ἐξέτασιν ἀναγκαίαν ἐπικαλούμενος, αὐτῇ τῇ ἀληθείᾳ μάχεται προφανῶς. 16.4 εἶτα τοῦ Σαμουὴλ ἐγκώμια διεξιών, ὅσα περὶ αὐτοῦ διαλαλοῦσιν αἱ θεῖαι γραφαί, τηνικαῦτα πάλιν ὑπὸ τὴν τοῦ δαίμονος ἐξουσίαν ἀποφαίνων αὐτὸν αὐτοῖς ῥήμασι καὶ αὐταῖς ἐπέφραζε συλλαβαῖς· «ἆρ' οὖν <εἰ> ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν καὶ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς;» 16.5 ἀλλὰ ταῦτα μὲν ὡς ἐπαπορῶν ἢ τάχα ἴσως ἐρόμενος ὑπονοεῖται λέγειν ἐνίοτε παρά τισιν· ἵνα δὲ διὰ τῶν ἔπειτα συστήσειεν ἐπιλόγων ὅτι ταῦτα οὕτως ἔχει, λευκοτέρᾳ προσετίθει φράσει «τί εἴπω;» κεκραγὼς «ἐγγέγραπται ταῦτα·» φησὶν