1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

5

καίτοιγε φαίη τις ἂν ὡς οὐδεὶς ἔοικεν ἀγνοεῖν ὅτι τοῖς ἁγίοις 20ἀδιάφθορα πάρεστιν οὐρανόθε ἐνδύματα20 φεγγοβόλοις ἐκλάμποντα μαρμαρυγαῖς, ἀλλ' οὐκ ἐσθῆτος ὑφάσματα ποικίλης εὐδιάφθορα. 6.8 εἰ δὲ τὴν τοῦ Σαμουὴλ ὁρίζῃ ψυχὴν μὲν εἶναι τὴν ὀφθεῖσαν, ἱμάτιον μέντοι φὴς ἱερατικὸν ἑορᾶσθαι κατὰ ἔννοιαν, ἵν' ὁ τῆς ἱερουργίας ἔκδηλος εἴη τρόπος (ἀμφότερα δὲ ταῦτα νοητῶν ἐστι πραγμάτων ἴδια), συνέστηκεν ὡς οὐδὲν ὑγιὲς οὐδὲ ἀληθὲς ἀπήγγελλεν ἡ μαινάς· 6.9 ἕτερα γὰρ ἔλεγεν παρὰ τὰ ὄντα, τὰ τῶν αἰσθητῶν ὀνόματα παραφέρουσα καὶ τὰ νοητὰ διαδεικνύουσα πράγματα. «ἄνδρα» γοῦν «ὄρθιον» ὀνομάζουσα καὶ περιβολῆς ὑφαντὸν ἔσθημα χειρότευκτον, ἀόρατον ἐκ τῶν ἐναντίων εἰσῆγε πνεῦμα φαντασιῶδες.

7.1 Εἰπὲ τοίνυν, ὦ βέλτιστε δογματιστά, πῶς ἔγνω Σαοὺλ ὡς αὐτὸς οὗτος

ἐτύγχανε Σαμουήλ, ὁπηνίκα μηδὲ σκιᾶς εἶδεν μόριον, οὐχ ὅπως ἀνδρὸς ἰδέαν; ἀλλ' οὐκ ἐρυθριᾷς εἰρηκώς· «ἔδει γεγράφθαι· καὶ ἐνόμιζε Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· "ἔγνω Σαούλ"«. 7.2 εἶτα ὅτι μὲν ὁ δαιμονιζόμενος ἔγνω παρὰ δαιμονώσης ἀκούσας, ἄνω καὶ κάτω λέγεις· ὅτι δὲ οὐδὲ ὅλως ἐθεάσατο, σιγῇ τὸ γράμμα κρύπτεις. 7.3 οὐδαμοῦ δὲ δὴ παραφέρεις ἐν μέσῳ τὸν ἔλεγχον, ἀφελεῖς μὲν οἰόμενος ἐξαπατᾶν ἀνθρώπους, εὕρημα δὲ μαντείας ἐπιτειχίζων ἅπασιν ἀσεβοῦς· ἡ γάρ τοι τοῦ δαιμονιζομένου γνῶσις ἀξία τοῦ κηρύγματος ἐτύγχανεν ἐκείνης τῆς καὶ τοὺς λόγους αὐτῷ διακονούσης. 7.4 ἀλλ' ἐπιστήμῃ καὶ συνέσει φαίης ἂν ὡς ἔγνω μὴ θεασάμενος, ἀλλ' οὐκ ἐνόμισεν· ἕκαστος γοῦν ἀνθρώπων ἀκοῇ μᾶλλον ἢ ὄψει πρᾶγμα παραλαβὼν οἴεται καὶ νομίζει, τὸ σαφὲς οὐκ εἰδώς, ἄλλως τε κἂν ὑπὸ δαιμονῶντος ἀκούοι προσώπου· μόνα γὰρ τὰ τοῦ θεοῦ βεβαιοῦνται ῥήματα πρὸς ἀκριβῆ κατάληψιν καὶ πίστεως ὀχυρότητα. 7.5 καὶ μὴν εἰ περὶ τῶν ἀνθρώπων ἔφησεν ὁ μελογράφος· «ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης» πόσῳ δὴ μᾶλλον, εἰ περὶ γυναικὸς ἐκδιηγοῖτό τις ἔκφρονος; εἶτα λέγεις ὅτι «οὐδεὶς ἔγνω τὸ μὴ ὄν», οἷα μειρακίοις ἄντικρυς ὁμιλῶν. 7.6 εἰπὲ τοίνυν πῶς ἔγνω τὸ ὄν, εἴπερ αὐτὸς οὐκ ἐθεάσατο πυνθανόμενος οὐ τὸν ἄνδρα τὸν ὄρθιον, οὐ τὸ ἐφοὺδ ὃ περιεῖχεν, οὐ τὸ ἀρχιερατικὸν ἱμάτιον; ἀλλ' ὁ οὐδὲν οὐδαμόθεν ὁρῶν ὑποκένοις ἀνερριπίζετο λόγοις, ὥσπερ οὖν ἀμέλει καὶ σὺ κουφολογίᾳ τοὺς ἀστάτους ἀναπτεροῖς. 7.7 ἀλλ' ὁ μὲν ἱστοριογράφος ὄνομα προθεὶς ἐγγαστριμύθου πρῶτον ἐδήλωσεν τὸ πρόσωπον ὁποῖόν ἐστιν, ἐμμανές. εἶθ' οὕτως αὐτὸ τὴν ὀπτασίαν ἑορακέναι διέγραφεν, ὡς πρέπει τοῖς εὖ φρονοῦσιν περὶ τοῦ παραπεπληγμένου νοεῖν· οὐδεὶς γὰρ ἂν ὑπολάβοι φρενοβλαβῆ τινα τὰ δέοντα θεωρεῖν. 7.8 ὁμοίῳ δὲ τρόπῳ καὶ τὸν ἔκφρονα Σαοὺλ ἔφησεν ἐγνωκέναι μαντευόμενον, ὡς ἄξιον ἂν εἴη περὶ ἐκείνου γε νοῆσαι τοῦ τοσαύταις ἐτῶν περιόδοις ἐλαυνομένου πικρῶς ὑπὸ τοῦ δαίμονος.

8.1 Ἀλλὰ μὴν ὅτι γε ταῦτα τοῦτον ἔχει τὸν τρόπον αὐτὰ τὰ πράγματα βοὰς

ἀφίησιν ἐναργεῖς. ἵνα δὲ καὶ ἀφ' ἑτέρου τὰ ὅμοια συστήσαιμι παραδείγματος, φέρε 20τὴν ἐπὶ Ἡλίου τοῦ προφήτου προσαγάγωμεν20 ἱστορίαν. 8.2 ὁπηνίκα τοίνυν Ἡλίας ἐνθέῳ διήλεγχε ζήλῳ τοὺς ψευδοπροφήτας ὀκτακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἠξίου μὲν ἐν θυσίᾳ τὴν ἑκατέρων ἀντεξετάζεσθαι τάξιν, μηδένα δὲ πῦρ ἐπάγειν, ἀλλ' εὐχαῖς ἐπάγεσθαι πυρὸς ἐπιφοράν, ἵνα ἐκ τοῦ κατακομπαζομένου μετεώρου οὐρανόθεν ἔκδηλος μὲν ἂν εἴη πᾶσιν ὁ ἐπακοῦσαι δυνάμενος ἔμφλογι πυρὸς ἀποστολῇ θεός, ἐκ δὲ τούτου διαγινώσκηται τίς ἡ τοῦ κρείττονος ἐξουσία, καὶ πᾶσι φανερὸν ἂν εἴη γε τὸ ἄμεινον. 8.3 ὡς οὖν ἐπέταττε πρώτοις ἐπιτελεῖν ἐκείνοις, οἱ μὲν ἐπιλεξάμενοι βοΐδιον ἐμέλιζον εἰωθότως, ἐπικαλούμενοι δὲ δὴ τὸ τετράμορφον ἐμμελέτημα τοῦ καλουμένου Βάαλ οὐδὲν ἧττον ἔπραττον, οὐδὲν οὐδαμῶς. οὐ μὴν ἀλλά γε «καὶ κατετέμνοντο κατὰ τὸ ἔθος