ἐλπίδος κριθήσομαι ὡς μηδὲ ταῦτα τῷ λόγῳ περιγράφων μηδὲ προβαίνων καὶ λέγων τὰ καίρια. σὺ τὰς ὁδοὺς μὲν εἰργάσω στρατηγίας, τρίβους δὲ τὰς σὰς τακτικὴν εὐτεχνίαν· σοὶ καὶ τράπεζα καὶ τροφὴ καὶ πώματα τόξοις παρεσκεύαστο καὶ ταῖς ἀσπίσι. ψιλὸς δέ σου πᾶς πρακτικός τις ἦν λόγος ῥυθμός τε πάσης καὶ κανὼν εὐβουλίας. στρατὸν γὰρ εὑρὼν τὸ πρὶν ἐκ ῥαθυμίας [...] ἀταξίας γέμοντας, ἠμελημένους, θᾶττον κατορθοῖς καὶ λόγοις καὶ σχήμασι, τυπῶν, διαιρῶν, δεικνύων, ὑπογράφων ὡς παιδαγωγὸς τῶν ἐνόπλων γραμμάτων. ὦ νοῦς διαρκὴς Ὠκεανὸν μιμούμενος, κυκλῶν τε τὴν γῆν καὶ τὸ πᾶν περιτρέχων, καὶ πάντας ἄρδων καὶ μένων πεπλησμένος. ὅσας μὲν οὖν μετῆλθες ἐν βραχεῖ χρόνῳ ἄλλας ἐπ' ἄλλαις φροντίδων τρικυμίας, πράττων, μεριμνῶν, εὐτρεπίζων, προγράφων, ὅπως τὸ πλῆθος τοῦ στρατοῦ συναρμόσῃς εἰς πολλὰ τῆς γῆς ἐσκεδασμένον μέρη δέος γὰρ ἦν οὐ φαῦλον, ὥστε μὴ φθάσας τὰ διαιρεθέντα τοῦ στρατοῦ σου τάγματα σχίσῃ παρελθὼν ἐν μέσοις ὁ βάρβαροςκαὶ πῶς τὰ πυκνὰ πολλάκις βουλεύματα μὴ συνδραμόντα τοῦ σκοποῦ ταῖς ἐλπίσι γνώμαις ὑπεστήριζες ἀκριβεστέραις, ἑκὼν παρήσω· καὶ γὰρ αὐτός, δέσποτα, τοσαῦτα πράττων λανθάνειν ἐτεχνάσω, ὅπως τὸ κοινὸν μὴ μετάσχοι τοῦ πόνου. ὅμως συνῆλθον, ὥσπερ ἐξ ὄρους τινὸς πολλὰς ἔχοντος ἐξοχάς τε καὶ θέσεις κρουνοὶ ῥέοντες τῷ πολυσχιδεῖ πόρῳ εἰς ταὐτὸ συντρέχουσιν ἐκ τῶν σχισμάτων. ἐμοὶ δὲ θαῦμα προσφόρως ἐπήρχετο πῶς τῶν λογισμῶν τῶν τοσούτων ἡ χύσις τῷ σῷ λογισμῷ σωφρόνως ἐτάττετο· πλήν, ὡς ἔοικε, δραστικὸς Θεοῦ Λόγος τούτοις ἐπιστὰς οὐ μόνον τοὺς αὐχένας ἔκαμψε πάντων, ἀλλ' ὁμοῦ καὶ καρδίας. ἐπεὶ δὲ τοῖς σοῖς προσδραμόντες ἴχνεσιν ἅπαντες, ὥσπερ ἐκ μιᾶς συμφωνίας, τὸ σὸν θεοστήρικτον ὕμνησαν κράτος, καὶ τῶν τροπαίων τοὺς κομῶντας αὐχένας πρὸς γῆν ἔκλιναν ὡς μεταρσίους φλόγας, οἳ συντεθέντες εὐτρόχῳ ποικίλματι κήρυκές εἰσι τακτικῶν κινημάτων πόρρωθεν ἐγγὺς τοῖς ὅλοις ὁρώμενοι, κοινὸν δὲ πάντες ἐκτενῶς εὐεργέτην ἀνηγόρευον καὶ κρατοῦντα δεσπότην, τὸ φρικτὸν αὐτὸς τοῦ θεογράφου τύπου λαβὼν ἀπεικόνισμα συντόμως ἔφης· «ἐμοὶ μὲν ὑμᾶς ὡς ἀδελφοὺς ἡ σχέσις καὶ τῆς βασιλείας ὁ τρόπος συνήρμοσεν· ἐξουσίαν γὰρ οὐ τοσοῦτον ἐν φόβῳ ὅσον προλάμπειν ἐν πόθῳ θεσπίζομεν· νόμος γὰρ ἡμῖν ταῖς ἀπανθρώποις βίαις, ἃς ἡ τυραννὶς τοῖς νόμοις ἀνθώπλισεν, ἀντεισάγειν νῦν τὴν φιλάνθρωπον βίαν, καὶ ταῖς τοσαύταις ἀντιτάξαι τὴν μίαν, ἣ ταῖς ἀνάγκαις ταῖς ἀνεγκλήτοις ἀεὶ τοὺς εὖ τεθέντας ἐκβιάζεται νόμους. ἐγὼ μὲν οὕτω καὶ τρόπῳ καὶ σχήματι· οὗτος δὲ κοινὸς καὶ βασιλεὺς καὶ δεσπότης καὶ τῶν καθ' ἡμᾶς ἡγεμὼν στρατευμάτων, μεθ' οὗ στρατηγεῖν ἐστιν ἀσφαλέστερον, δι' οὗ τὸ νικᾶν ἐστιν εὐσεβέστερον· ἐφ' ᾧ πεποιθὼς καὶ τὰ νῦν ἀφιγμένος ὡς εἷς ἀφ' ὑμῶν πρὸς πόνους ὁπλίζομαι. πρέπει γὰρ ἡμᾶς, ὡς ἐκείνου πλάσματα, χωρεῖν κατ' ἐχθρῶν προσκυνούντων κτίσματα, οἳ τὰς τραπέζας τὰς ἀμίκτους αἱμάτων λύθροις ἔμιξαν αἱμάτων μιαιφόνοις· οἳ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις· οἳ τὴν φυτουργηθεῖσαν ἄμπελον Λόγῳ ξίφει θέλουσιν ἐξορύξαι βαρβάρῳ· δι' οὓς ὁ ∆αβὶδ ἐνθέως ἐφθέγξατο μακάριος εἰπὼν ὃς τὰ τέκνα Περσίδος πέτραις προσαντέκρουσεν ἠδαφισμένα.» οὕτως ἅπαντας αὐτὸς ἐκ ῥαθυμίας λόγῳ μετεσκεύαζες εἰς προθυμίαν· οὕτω στρατηγὸν πανταχοῦ καὶ δεσπότην Θεὸν προτάττων ἀσφαλίζῃ τὸ κράτος. καὶ δὴ παρευθὺς τὴν ὑπέρθεσιν φθάσας καινῶν ἀπάρχῃ τοῦ στρατοῦ γυμνασμάτων.
πόθος δέ μοί τις ἐνθάδε προσήρχετο ἰδεῖν τὰ τερπνὰ τῆς μάχης προαύλια φόβου τε χωρὶς ἱστορῆσαι τὸν φόβον· ὅμως δὲ φρικτὴν τῶν ἀγώνων ὁ τρόπος καὶ τὴν δόκησιν εἰσάγων προσήρχετο. τάξις γὰρ ἦν ἔνοπλος ἠκριβωμένη, σάλπιγγες ἔνθα καὶ φάλαγγες ἀσπίδων, αἰχμαί, φαρέτραι καὶ βέλη καὶ φάσγανα, καὶ δεινὸς ἐσκεύαστο θωράκων κλόνος ἐκ τῶν σιδηρῶν συμπλακεὶς ὑφασμάτων ἐν οἷς ἐπαυγάζουσα λαμπὰς ἡλίου ταῖς ἀνταμοιβαῖς ὥσπερ ἀντιλάμψεσι στίλβωσιν ἐξέπεμπεν ἀστραπηφόρον. ἐπεὶ δὲ συνταγέντες ὡς ἐναντίοι ἔσφιγξαν αὑτῶν