1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

4

ἐθέλοντι, ἄλλοτε δὲ ὑπ' ἄλλου κατεχομένῳ, καὶ οὐκ ἔχοντι τὸ νικῶν εὑρεῖν, ὥσπερ ἐν σώματι πανταχόθεν ἴσῳ τε καὶ καλῷ· ἀεὶ γάρ μοι τὸ προσπε σὸν κάλλιον φαίνεται, καὶ τοῦτο συναρπάζει τὸν λόγον. ∆εῦρο οὖν μοι διέλεσθε τὰ ἐκείνου καλὰ, ὅσοι τῶν ἐκείνου ἐπαινέται καὶ μάρτυρες, καὶ ἀγῶνα καλὸν ἀγωνίσασθε πρὸς ἀλλήλους, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται μετὰ νεωτέρων, ἱερεῖς καὶ λαὸς, οἱ μοναδικοὶ καὶ μιγάδες, οἱ τῆς ἁπλότητος καὶ τῆς ἀκριβείας, ὅσοι 35.1093 τῆς θεωρίας, καὶ ὅσοι τῆς πράξεως. Ὁ μὲν ἐπαινείτω τὸ ἐν νηστείαις καὶ προσευχαῖς, οἷον ἀσώματόν τε καὶ ἄϋλον· ὁ δὲ τὸ ἐν ἀγρυπνίαις τε καὶ ψαλμῳδίαις εὔτονόν τε καὶ ἀήττητον· ἄλλος τὸ ἐν προστα σίᾳ τῶν δεομένων, ἄλλος τὴν πρὸς τὸ ὑπερέχον ἀν τιτυπίαν, ἢ πρὸς τὸ ταπεινὸν συγκατάβασιν. Αἱ παρθένοι, τὸν νυμφαγωγόν· αἱ ὑπὸ ζυγὸν, τὸν σω φρονιστήν· οἱ τῆς ἐρημίας, τὸν πτερωτήν· οἱ τῆς ἐπιμιξίας, τὸν νομοθέτην· οἱ τῆς ἁπλότητος, τὸν ὁδηγόν· οἱ τῆς θεωρίας, τὸν θεολόγον· οἱ ἐν εὐθυ μίαις, τὸν χαλινόν· οἱ ἐν συμφοραῖς, τὴν παρά κλησιν· τὴν βακτηρίαν, ἡ πολιά· τὴν παιδαγωγίαν, ἡ νεότης· ἡ πενία, τὸν ποριστήν· ἡ εὐπορία, τὸν οἰκονόμον. ∆οκοῦσίμοι καὶ χῆραι τὸν προστάτην ἐπαινέσεσθαι· καὶ ὀρφανοὶ, τὸν πατέρα· καὶ πτωχοὶ, τὸν φιλόπτωχον· καὶ τὸν φιλόξενον, οἱ ξένοι· καὶ ἀδελφοὶ, τὸν φιλάδελφον· οἱ νοσοῦντες, τὸν ἰατρὸν, ἣν βούλει νόσον καὶ ἰατρείαν· οἱ ὑγιαίνοντες, τὸν φύ λακα τῆς ὑγείας· οἱ πάντες, τὸν πᾶσι πάντα γινόμενον, ἵνα κερδάνῃ τοὺς πάντας, ἢ πλείονας.

ΙΑʹ. Ταῦτα μὲν οὖν, ὅπερ εἶπον, ἄλλοι θαυμαζέ τωσάν τε καὶ ἀνυμνείτωσαν, οἷς σχολὴ τὰ μικρὰ τῶν ἐκείνου θαυμάζειν. Μικρὰ δὲ ὅταν εἴπω, αὐτὸν ἑαυτῷ συγκρίνων λέγω, καὶ τὰ ἐκείνου τοῖς ἐκείνου παρεξ ετάζων (οὐ γὰρ δεδόξασται τὸ δεδοξασμένον, κἂν ᾖ λίαν λαμπρὸν, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, ὥσπερ ἠκούσαμεν)· ἐπεὶ καὶ ὀλίγα τῶν τού του, ἑτέροις αὐτάρκη πρὸς εὐδοκίμησιν. Ἡμῖν δὲ (οὐ γὰρ ἀνεκτὸν καταλείπουσι τὸν λόγον, διακο νεῖν τοῖς ἐλάττοσιν), ἐπ' αὐτὸ τὸ κυριώτατον τῶν ἐκείνου τρεπτέον. Θεοῦ δὲ ἔργον, ὑπὲρ οὗ καὶ ὁ λόγος, εἰπεῖν τι τῆς ἐκείνου μεγαληγορίας καὶ ψυ χῆς ἄξιον.

ΙΒʹ. Ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα, καὶ καλῶς εἶ χεν, ἡνίκα τὸ μὲν περιττὸν τοῦτο, καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον, οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐλὰς, ἀλλὰ ταυτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς μεταθέ σεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λυγίσμασι, καὶ περὶ Θεοῦ λέγειν τι καὶ ἀκούειν καινότερον καὶ περίεργον· τὸ δὲ ἁπλοῦν 35.1096 τε καὶ εὐγενὲς τοῦ λόγου, εὐσέβεια ἐνομίζετο. Ἀφ' οὗ δὲ Σέξτοι, καὶ Πύῤῥωνες, καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες, ταῖς Ἐκκλησίαις ἡμῶν εἰσεφθάρη· καὶ ἡ φλυαρία παί δευσις ἔδοξε, καὶ, ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν Πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ὢ τίς Ἱερεμίας ὀδυρεῖται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσι!

ΙΓʹ. Ταύτης τῆς λύσσης ἤρξατο μὲν Ἄρειος, ὁ τῆς μανίας ἐπώνυμος, ὃς καὶ δίκην ἔδωκεν ἀκολά στου γλώσσης, τὴν ἐν βεβήλοις τόποις κατάλυσιν, εὐχῆς ἔργον, οὐ νόσου γενόμενος, καὶ τὴν Ἰούδα ῥῆξιν ὑποστὰς, ἐπ' ἴσῃ προδοσίᾳ τοῦ Λόγου. ∆ιαδε ξάμενοι δὲ ἄλλοι τὴν νόσον, τέχνην ἀσεβείας ἐδη μιούργησαν· οἳ, τῷ ἀγεννήτῳ τὴν θεότητα περιγράψαντες, τὸ γεννητὸν, οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸ ἐκπορευτὸν ἐξώρισαν τῆς θεότητος, ὀνόματος κοινωνίᾳ μόνον τὴν Τριάδα τιμήσαντες, ἢ μηδὲ τοῦτο αὐτῇ τηρήσαντες. Ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος, καὶ ὄντως ἄνθρωπος τοῦ Θεοῦ, καὶ μεγάλη σάλπιγξ τῆς ἀληθείας. Ἀλλ' εἰδὼς, τὸ μὲν εἰς ἀριθμὸν ἕνα τὰ τρία συστέλλειν, ἀθεότητος ὂν, καὶ τῆς Σαβελλίου καινοτομίας, ὃς πρῶτος θεότητος συστολὴν ἐπενόησε· τὸ δὲ τὰ τρία διαιρεῖν φύσεσι, κατα τομὴν