4
λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυ τρώσῃ· Καὶ ἡ λύτρωσις αὐτοῦ· Ἀπὸ μηνιαίου λυτρώσῃ, ἡ συντίμησις ἀργυρίου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον. Πλὴν τὰ πρωτότοκα τῶν μόσχων, καὶ τὰ πρωτότοκα τῶν προβάτων, καὶ τῶν αἰγῶν οὐ λυτρώσῃ· ἅγια γάρ ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσέχεις πρὸς τὸ θυσιαστήριον. Ἤδη μὲν οὖν τοῖς ἀκαθάρτοις τῶν κτηνῶν συμπαρ έζευξέ τε καὶ συγκατέλεξε τοῦ Ἰσραὴλ τὰ πρωτότοκα ἡ θεία φωνή· ὡς τὸ ὄντως κεκαθαρμένον καὶ ἅγιον ἐν τῇ κατὰ Νόμον λατρείᾳ οὐκ ἔχοντα, εἰ καὶ ἁγιά ζεσθαι αὐτὰ τῇ ἀποκληρώσει τῆς νομοθεσίας ἐνομίζετο. Ὁμοίως γὰρ εἰς θυσίαν Θεοῦ ἀποβλήτοις, λύτρα δίδοσθαι ἀντὶ τῶν ἀνθρώπων παρ' αὐτοῖς ἐτεθέσπιστο· ὡς τῆς παρὰ Ἰουδαίοις ἀλογωτέρας καταστάσεως ἀναξίας ὑπαρχούσης τὴν λογικὴν ἀναφέρειν λατρείαν, καὶ τῷ τῆς Καινῆς ∆ιαθήκης μυστικωτάτῳ εἰς πνευματικὴν ὁλοκάρπωσιν προσάγεσθαι θυσιαστηρίῳ. Λύτρα δὲ, ὥσπερ ἑαυτῇ κατάλληλα εἰθισμένῃ προσάγειν τὰς κατὰ Νόμον δι' αἱμάτων θυσίας (ἃς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκπροσώπου τοῦ Θεοῦ, μηδὲ ἐξῃτη κέναι παρὰ τῶν χειρῶν αὐτῶν διορίζεται), ὡς πνευματικὴν δηλαδὴ τελείωσιν τοῦ σκοποῦ νομοθέτου ὁρῶντος. Τὰ δὲ εἰς θυσίαν προσαγόμενα, ὧν τὸ αἷμα 46.1161 προχεῖσθαι τῷ θυσιαστηρίῳ ἐνενόμιστο, Ἅγια δι εσταλμένως ὠνόμασται· κἀν τούτῳ δηλαδὴ τῆς ἀλη θείας προδιαγραφομένης τῷ τύπῳ. Ὁ γὰρ ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶθυσίαν, καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὗτος μόνος κυρίως καὶ ἀληθῶς ἅγιος ἔστι τε καὶ ὀνομάζεται. Ἀλλ' ἴσως ἐρεῖ ὁ ἀπειθὴς Ἰουδαῖος, ὡς τῇ κατὰ νόμον θυσίᾳ οὐ δυνάμενα προσάγεσθαι τῶν κατ' αὐ τὸν ἀκαθάρτων κτηνῶν τὰ πρωτότοκα, λύτροις ἀντι καταλλάσσεσθαι εἴωθεν· ὁμοίως καὶ τῶν ἀνθρωπίνων πρωτοτόκων εἰς θυσίαν μὴ κατασφαττομένων (καὶ γὰρ ἀπεικὸς τοῦτό γε, καὶ θείας νομοθεσίας ἀλλό τριον), ταῦτα τῇ τῶν λύτρων ἀμείψει καθιεροῦσθαι εἰκός. Ἀλλ' ἐπισκεψάσθω, εἴγε μὴ τῷ ἐπιπροσθοῦντι ταῖς τῆς ψυχῆς αὐτῶν ὄψεσι καλύμματι ἐμποδίζεται, ὡς ἤδη ἐν ἑτέρᾳ νομοθεσίᾳ τοὺς Λευΐτας εἰληφέναι εἰς ἀφιέρωσιν ἀντὶ τῶν πρωτοτόκων, τὸ ἱερὸν ἐδίδαξε Γράμμα, οὑτωσὶ φάσκον ἐν τοῖς Ἀριθμοῖς ἐπὶ λέξεως· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ἰδοὺ εἴληφα τοὺς Λευΐτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονταί μοι οἱ Λευῗται. Ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἡγίασα ἐν Ἰσραὴλ, ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. Εἶτα τὸ ἀκριβὲς τῆς ἀμείψεως διαγορεύων ὁ νόμος, Εἶπεν Κύριος, φησὶ, πρὸς Μωσῆν λέγων· Ἐπίσκεψαι πᾶν πρω τότοκον τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπ άνω, καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν. Καὶ λήψῃ τοὺς Λευΐτας ἐμοὶ ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ. Εἶτα τῆς συναριθμήσεως τῶν πρωτοτόκων πρὸς τὸν ἀριθμὸν τῶν Λευϊτῶν ἐν πλεονασμῷ εὑρημένης, φησίν· Ἐλάλησε Κύριος τῷ Μωϋσῆ λέγων· Λάβε τὰ λύτρα τῶν πλεο ναζόντων παρὰ τοὺς Λευΐτας ἀπὸ τῶν πρωτοτό κων τῶν υἱῶν Ἰσραὴλ, καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν κατὰ τὸ δίδραχμον τὸ ἅγιον.
Εἴπερ οὖν κατὰ τὸ ἱερὸν Γράμμα οἱ Λευῗται λύτρα εἰσὶ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, ὡς καὶ ἡ τῆς συναρι θμήσεως ἀκρίβεια δηλοῖ, ὥστε τῶν πλεοναζόντων ἐν αὐ τοῖς στάθμιον ὡρισμένον τῷ νόμῳ ἀντιδοθῆναι· ποίῳ λόγῳ καθ' ἕκαστον τῶν πρωτοτόκων λύτρα δίδοσθαι ὁ νόμος διηγόρευσεν; Ἐπὶ μὲν γὰρ τῶν ἀπροσδέκτων εἰς θυσίαν κτηνῶν, ἢ καταλλάττεσθαι, ταῦτα, ἢ λύτρα ὑπὲρ αὐτῶν δίδοσθαι ὁ νόμος φησίν· ἐπὶ δὲ τῶν ἀν θρώπων, καὶ λύτρα δίδοσθαι, καὶ ἤδη τὴν ἀντάμειψιν διὰ τῶν Λευϊτῶν γενέσθαι μανθάνομεν· ὅπερ ἀσύμφωνον καὶ αὐτῷ νομικῷ γράμματι φαίνεται, ὡς ἡ ἐν τοῖς κτήνεσι νομοθεσία δηλοῖ, καὶ αὐτὴ ἡ φύσις ὑφηγεῖται τοῦ πράγματος. Εἰ γὰρ μετὰ τὴν τῶν Λευϊ τῶν πρὸς λειτουργίαν Θεοῦ ἀντὶ τῶν πρωτοτόκων 46.1164 ἀποκλήρωσιν λύτρα δίδοσθαι ἀντ' αὐτῶν διηγόρευται, δῆλον