1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

4

ἐθισθείς, ἐκείνην μὲν οὐδέν, ἑαυτὸν δὲ τὴν ἐσχάτην ἔβλαψεν βλάβην. Καὶ διὰ τοῦτο ὁ θεὸς τὰς τιμωρίας καὶ ἀπειλεῖ καὶ ἐπάγει πολλάκις, οὐχ ὡς ἑαυτὸν ἐκδικῶν, ἀλλ' ἡμᾶς ἕλκων πρὸς ἑαυτόν. Καὶ γὰρ καὶ ἰατρὸς ἐπὶ ταῖς τῶν παραπαιόντων ὕβρεσιν οὐκ ἀλγεῖ μὲν οὐδὲ δάκνεται, ὅμως δὲ πάντα πράττει καὶ πραγματεύεται ὑπὲρ τοῦ παῦσαι τοιαῦτα ἀσχημονοῦντας ἐκείνους, οὐ τὰ ἑαυτοῦ σκοπῶν, ἀλλὰ τὴν ἐκείνων ὠφέλειαν· κἂν ἐπιδείξωνται μικρόν τι σωφροσύνης τε καὶ νήψεως χαίρει τε καὶ εὐφραίνεται καὶ πολλῷ σφοδρότερον τὰ φάρμακα ἐπιτίθησιν οὐχ ὑπὲρ τῶν προτέρων αὐτοὺς ἀμυνόμενος, ἀλλὰ τὴν ὠφέλειαν ταύτην αὐξῆσαι θέλων, καὶ πρὸς τὴν καθαρὰν ὑγίειαν ἐπαναγαγεῖν· οὕτω καὶ ὁ θεός, ὅταν εἰς τὴν ἐσχάτην μανίαν ἐκπέσωμεν, οὐκ ἀμυνόμενος ὑπὲρ τῶν προτέρων, ἀλλ' ἀπαλλάξαι τῆς νόσου βουλόμενος, ἅπαντα καὶ λέγει καὶ ποιεῖ· καὶ τοῦτο ἱκανὸν μὲν καὶ ἀπὸ τῶν ὀρθῶν λογισμῶν συνιδεῖν.

5 Εἰ δέ τις ἡμῖν ἀμφισβητοίη τούτων ἕνεκεν, καὶ ἀπὸ τῶν θείων ταῦτα πιστωσόμεθα λογίων. Τίς γάρ, εἰπέ μοι, τοῦ Βαβυλωνίων βασιλέως γέγονεν μιαρώτερον, ὃς τοσαύτην τῆς τοῦ θεοῦ δυνάμεως πεῖραν λαβών, ὡς τὸν προφήτην προσκυνῆσαι τὸν αὐτοῦ καὶ κελεῦσαι αὐτῷ μαναὰ σπεῖσαι καὶ θυμίαμα, πάλιν εἰς τὸν πρότερον ἐξηνέχθη τῦφον, καὶ τοὺς μὴ προτιμήσαντας αὐτὸν τοῦ θεοῦ δεδεμένους εἰς τὴν κάμινον ἐνέβαλεν. Ἀλλ' ὅμως τὸν οὕτως ὠμὸν καὶ ἀσεβῆ καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπον εἰς μετάνοιαν προσκαλεῖται καὶ δίδωσιν αὐτῷ καὶ ἑτέρας τοῦ μεταβαλέσθαι ἀφορμάς, πρῶτον μὲν αὐτὸ τὸ ἐν τῇ καμίνῳ θαῦμα γεγονός, μετὰ δὲ ἐκεῖνο τὴν ὄψιν μὲν ἣν εἶδεν ὁ βασιλεύς, ἡρμήνευσεν δὲ ὁ ∆ανιήλ, ἱκανὴν καὶ λιθίνην κάμψαι ψυχήν· καὶ πρὸς τούτοις, μετὰ τὴν ἐκ τῶν πραγμάτων παραίνεσιν, καὶ αὐτὸς ὁ προφήτης συνεβούλευε λέγων· «∆ιὰ τοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακροθυμία τοῖς παραπτώμασίν σου.» Τί λέγεις, ὦ σόφε καὶ μακάριε; Ἔστιν μετὰ τὴν τοσαύτην ἀπόπτωσιν πάλιν ἐπάνοδος; ἔστιν μετὰ τὴν τοσαύτην νόσον πάλιν ὑγίεια; ἔστιν μετὰ τὴν τοσαύτην μανίαν πάλιν ἐλπὶς σωφροσύνης; Πάσης ἑαυτὸν προλαβὼν ἀπολογίας ἀπεστέρησεν ὁ βασιλεύς, πρῶτον μὲν ἀγνοήσας τὸν ποιήσαντα αὐτὸν καὶ εἰς τὴν τίμην ἀγαγόντα ἐκείνην, καίτοι τῆς δυνάμεως αὐτοῦ καὶ προνοίας τεκμήρια διηγεῖσθαι ἔχων, καὶ ἐπ' αὐτοῦ, καὶ ἐπὶ τῶν προγόνων αὐτοῦ γεγενημένα πολλά· μετὰ δὲ τοῦτο πάλιν τῆς σοφίας αὐτοῦ καὶ τῆς προγνώσεως ἐναργῆ σημεῖα λαβών, καὶ μαγικὴν καὶ ἀστρονομίαν καὶ πᾶσαν τῆς διαβολικῆς μαγγανείας τὴν σκηνὴν ἀνατραπεῖσαν ἰδών, χαλεπώτερα τῶν προτέρων ἐπεδείξατο. Ἃ γὰρ οἱ σοφοὶ μάγοι Γαζαρηνοὶ διασαφῆσαι οὐκ ἴσχυσαν, ἀλλ' ὡμολόγουν μείζονα ἢ κατὰ ἀνθρωπίνην εἶναι διάνοιαν, ταῦτα παιδίον αἰχμάλωτον ἐπιλύσασθαι ποιήσας αὐτῷ, οὕτως αὐτὸν ἐπηγάγετο ἐκείνῳ τῷ θαύματι, ὡς μὴ μόνον αὐτὸν πιστεῦσαι, ἀλλὰ καὶ τῇ οἰκουμένῃ πάσῃ τοῦ δόγματος τούτου γενέσθαι κήρυκα καὶ διδάσκαλον σαφῆ· ὥστε εἰ καὶ πρὶν ἢ σημεῖον τοιοῦτον λαβεῖν, ἀσύγγνωστος ἦν ἀγνοῶν τὸν θεόν, πολλῷ μᾶλλον μετ' ἐκεῖνο τὸ τέρας καὶ τὴν ὁμολογίαν αὐτοῦ καὶ τὴν διδασκαλίαν τὴν εἰς ἑτέρους γεγενημένην. Οὔτε γὰρ ἂν μὴ πιστεύσας καλῶς ὅτι μόνος ἐστὶν ὁ θεὸς ἀληθὴς τοσαύτην εἰς τὸν αὑτοῦ θεράποντα τιμὴν ἐπεδείξατο, καὶ τοιαῦτα τοῖς ἄλλοις ἐνομοθέτησεν. Ἀλλ' ὅμως μετὰ τὴν τοιαύτην ὁμολογίαν εἰς εἰδωλολατρίαν πάλιν ἐξέπεσεν, καὶ ὁ πεσὼν ἐπὶ πρόσωπον καὶ τὸν τοῦ θεοῦ προσκυνήσας δοῦλον, εἰς τοσοῦτον οὗτος ἐξεβακχεύθη μανίας, ὥστε τοὺς τοῦ θεοῦ δούλους μὴ προσκυνοῦντας αὐτὸν εἰς κάμινον ἐμβαλεῖν. Τί οὖν; Μετῆλθεν τὸν ἀποστάτην ὡς μετελθεῖν ἔδει; Μείζονα μὲν οὖν αὐτῷ τεκμήρια τῆς οἰκείας παρέσχεν δυνάμεως, μετὰ τὴν τοσαύτην ἀπόνοιαν ἕλκων ἐπὶ τὰ πρότερον πάλιν αὐτόν. Καὶ τὸ δὴ θαυμαστότερον· ἵνα γὰρ μὴ διαπιστῆται διὰ τὴν ὑπερβολὴν τῶν θαυμάτων τὰ γινόμενα, οὐκ ἐν ἄλλῳ τινὶ τὸ σημεῖον ἐποίησεν, ἀλλ'