4
λάκκος, καὶ τῶν χαυνοτέρων συνόμιλος καὶ σύσκηνος καὶ διδάσκαλος. ∆ιὸ καὶ ὁ Παῦλος διὰ τὴν πολλὴν χαυνότητα καὶ μαλακίαν γυναῖκας ὀνομάζει, καὶ οὐδὲ γυναῖκας ἁπλῶς, ἀλλὰ γυναικάρια σεσωρευμένα· ἔθος γὰρ ταῖς τοιαύταις γυναιξὶ συγκουστουδιάζειν καὶ συνεδριάζειν καὶ φλυαρεῖν τὰ μὴ δέοντα αὐταῖς, ἃς οὐ ποιμαίνει ὁ Θεός· Οὐ γὰρ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· Πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. Ὁ δὲ ἀγαπῶν τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ, καὶ ἔχων τὴν αὐτοῦ μνήμην ἀλάθητον, ἅμα ἀκούσει τοῦ κήρυκος ἐπὶ τὴν φοβερὰν ἐκείνην προσκαλουμένου ζωοποιὸν θεοσφαγίαν, σπουδαίως ἀνίσταται· καὶ πρῶτον μὲν ἐννοεῖ μή που κατά τινος ἔχει, ἣ ἄλλος κατ' αὐτοῦ· καὶ τοῦτο κατορθώσας τὸ ἐμπόδιον τῆς σωτηρίας, καὶ ἑαυτὸν ἐλευθερώσας καὶ λύσας ἀπὸ τοῦ τοιούτου χαλεποῦ δεσμοῦ, τρέχει πρὸς τὴν τῶν θείων λογίων ἀκρόασιν· ὃν τρόπον ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐν πίστει καὶ πόθῳ τρέχων καταλαμβάνει τὸν πνευματικὸν τοῦ Θεοῦ λιμένα. Καὶ συσφίγξας ἑαυτὸν καὶ συναγαγὼν ἑαυτοῦ τὴν διάνοιαν, καὶ πᾶσαν βιωτικὴν τέως ἀποῤῥιψάμενος μέριμναν, ἑτοιμάζει τὰς ἀκοὰς πρὸς ἀκρόασιν τῆς ἀγγελικῆς μελῳδίας· εἶτα τοῦ ἱεροψάλτου ∆αυῒδ βοῶντος, ∆εῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. ∆εῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς, καὶ ἀγαλλίασιν, θυσίαν δικαιοσύνης καὶ ἀναφοράν· δεῦτε ἴδετε ἐπὶ τὸ θυσιαστήριον τὸν σιτευτὸν μόσχον, καὶ τὸν ἀμνὸν τοῦ Θεοῦ θυόμενον, καὶ μὴ θανατούμενον· Μεγαλύνατε τὸν Κύριον, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.
Εἶτα Ἡσαΐας, ἡ χελιδὼν τῆς Ἐκκλησίας, μεγάλῃ τῇφωνῇ κράζει· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Εὐφραίνεσθε οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. Βάδιζε, λαός μου, εἰς τὸ ἀκροατήριον, ἀκούσατε τί ὁ Κύριος διὰ τοῦ στόματός μου προστάσσει· Εἴπατε, ἀδελφοὶ, τοῖς μισοῦσιν 60.685 ὑμᾶς καὶ τοῖς βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ. Εἶτα ὁ διάδοχος Ἡσαΐου Παῦλος, ἡ λύρα τοῦ ἁγίου Πνεύματος, ὁ τέττιξ τῆς Ἐκκλησίας, τὸ τοῦ Χριστοῦ κατοικητήριον ἀνυψούμενος ἐπὶ τοῦ ἄμβωνος λαμπρᾷ τῇ φωνῇ κράζει ἐν παῤῥησίᾳ· Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. ∆ιὰ τοῦ αἵματος αὐτοῦ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν ἐλάβομεν. ∆οκιμαζέτω δὲ ἄνθρωπος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Τί δέ ἐστι, ∆οκιμαζέτω τις ἑαυτόν; Τουτέστιν, ἐννοείτω τὰ γεγραμμένα, καὶ ἐρευνάτω ἑαυτὸν, μήποτε ἀνέτοιμός ἐστι τῆς ὑποδοχῆς τοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου, καὶ οὐχ ἡτοίμασεν ἑαυτὸν ὥσπερ ὁ Συμεὼν, καὶ ὥσπερ Ἄννα ἡ προφῆτις, καὶ ὥσπερ ἐν σινδόνι καθαρᾷ ὁ Ἰωσήφ. Ἐὰν οὕτως ἑαυτὸν ἡτοίμασας, αὐτῷ θαῤῥῶν, πίστει καὶ φόβῳ πρόσελθε βοῶν καὶ λέγων, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· καὶ οὐ κατακριθήσῃ ὁ σπουδάσας ποιῆσαι ἑαυτὸν ἄξιον. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Ὁρᾶτε, ἀδελφοὶ, μή τις κακὸν ἀντὶ κακοῦ ἀποδώσῃ. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βλέπετε πῶς περιπατεῖτε. Ὁρᾷς πόσα ἀγαθὰ καὶ ὁποίαν χαρὰν δέχεται ὁ ἀγαπῶν τὸν Θεὸν, καὶ δι' αὐτὸν συναγόμενος; Ἄκουε πάλιν Ἰωάννου κράζοντος· Παιδία, ἐσχάτη ὥρα ἐστὶ, καὶ ὁ ἀντίχριστος ἔρχεται· καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν. Ἀλλὰ Μὴ παντὶ πνεύματι πιστεύετε, ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον. Εἶτα ὁ ἀδελφόθεος Ἰάκωβος παρελθὼν εἰς μέσον λέγει· Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις. Μακάριος ἀνὴρ, ὃς ὑπομενεῖ πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν ἀμαράντινον στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν. Μετὰ τούτων Πέτρος ὁ ὑψηλὸς ἀναδραμὼν κράζει· Ἀγαπητοὶ, πάντων τὸ τέλος ἤγγικε· γρηγορήσατε καὶ νήψατε εἰς