1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

4

ἔπαθεν, εἶπε· τίνα δὲ ἦν τὰ ἁμαρτήματα οὐκ ἐδήλωσεν, οὐδὲ εἶπε, Τὸ καὶ τὸ ἥμαρτες, οὐδὲ, Τὸ καὶ τὸ ἐπλημμέλησας, ἀλλ' ἑνὶ ψιλῷ ῥήματι τοῦτο ἐνδειξάμενος τῷ· Μηκέτι ἁμάρτανε, καὶ τοσοῦτον εἰπὼν, ὅσον ἀναμνῆσαι μόνον, σπουδαιότερον αὐτὸν πρὸς τὸ μέλλον εἰργάσατο, καὶ τὴν μὲν ὑπομονὴν αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν φιλοσοφίαν πᾶσαν δήλην ἡμῖν ἐποίησεν εἰς ἀνάγκην αὐτὸν καταστήσας τοῦ πᾶσαν ἐκτραγῳδῆσαι τὴν συμφορὰν, καὶ τὴν σπουδὴν ἐπιδειξάμενος τὴν ἑαυτοῦ· Ἐν ᾧ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει· τὰ δὲ ἁμαρτήματα οὐκ ἐξεπόμπευσεν. Ὥσπερ γὰρ ἡμεῖς βουλόμεθα τὰ ἡμέτερα συσκιάζεσθαι, οὕτω καὶ ὁ Θεὸς πολλῷ πλέον ἢ ἡμεῖς· διὰ τοῦτο τὴν μὲν θεραπείαν ἐπὶ πάντων ἐποιήσατο, τὴν δὲ παραίνεσιν ἢ τὴν συμβουλὴν κατιδίαν ποιεῖται. Οὐδέποτε γὰρ ἡμῶν ἐκπομπεύει τὰ ἁμαρτήματα, πλὴν εἰ μή ποτε ἴδοι ἀναισθήτως ἔχοντας πρὸς αὐτά. Καὶ γὰρ ὅταν λέγῃ· Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε· καὶ διψῶντα, καὶ οὐκ ἐποτίσατε, διὰ τοῦτο λέγει κατὰ τὸν παρόντα καιρὸν, ἵνα μὴ κατὰ τὸν μέλλοντα τούτων ἀκουσώμεθα τῶν ῥημάτων. Ἀπειλεῖ, ἐκπομπεύει ἐνταῦθα, ἵνα μὴ ἐκπομπεύσῃ ἐκεῖ· ὥσπερ οὖν καὶ καταστρέψαι διὰ τοῦτο ἠπείλησε τὴν τῶν Νινευιτῶν πόλιν, ἵνα μὴ καταστρέψῃ. Εἰ γὰρ ἠβούλετο δημοσιεύειν ἡμῶν τὰ ἁμαρτήματα, οὐκ ἂν 51.53 προεῖπεν, ὅτι δημοσιεύσει· νῦν δὲ διὰ τοῦτο προλέγει, ἵνα τῷ φόβῳ τῆς δημοσιεύσεως ἐκείνης, εἰ καὶ μὴ τῷ φόβῳ τῆς κολάσεως σωφρονισθέντες, ἀπονιψώμεθα ἅπαντα. Τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος γίνεται· καὶ γὰρ ἄγει πρὸς τὴν κολυμβήθραν τῶν ὑδάτων τὸν ἄνθρωπον, οὐδενὶ δῆλα ποιήσας αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλὰ τὴν μὲν δωρεὰν πᾶσι καθίστησι φανερὰν, καὶ ποιεῖ δήλην, τὰ δὲ ἁμαρτήματα πλὴν αὐτοῦ καὶ τοῦ τὴν ἄφεσιν λαμβάνοντος οὐδεὶς ἕτερος οἶδε. Τοῦτο καὶ ἐπὶ τούτου γέγονε, καὶ ἀμάρτυρον ποιεῖται τὸν ἔλεγχον, μᾶλλον δὲ οὐκ ἔλεγχος μόνον, ἀλλὰ καὶ ἀπολογία τὸ εἰρημένον ἐστὶν, ὥσπερ ὑπὲρ τῆς τοσαύτης κακώσεως ἀπολογούμενος καὶ λέγων αὐτῷ, καὶ δεικνὺς, ὅτι οὐ μάτην, οὐδὲ εἰκῆ τοσοῦτον αὐτὸν ἐπέτρεψε κακωθῆναι χρόνον, τῶν ἁμαρτημάτων ἀνέμνησεν αὐτὸν, καὶ τὴν αἰτίαν εἶπε τῆς ἀῤῥωστίας. Εὑρὼν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, εἶπεν αὐτῷ· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται. Ἐπεὶ οὖν τοσαῦτα ἐκαρπωσάμεθα ἐκ τοῦ προτέρου παραλύτου, φέρε ἔλθωμεν καὶ ἐφ' ἕτερον κἂν παρὰ τῷ Ματθαίῳ κείμενον. Καὶ γὰρ καὶ ἐν τοῖς μετάλλοις ὅπουπερ ἂν εὕροι τις χρυσίον, πλέον ἐκεῖ διασκάπτει πάλιν· καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἁπλῶς ἀναγινωσκόντων ἕνα καὶ τὸν αὐτὸν εἶναι νομίζουσι παράλυτον παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς κείμενον· οὐκ ἔστι δέ. ∆ιὸ χρὴ διαναστῆναι καὶ προσέχειν μετὰ ἀκριβείας. Οὐ γὰρ ὑπὲρ τῶν τυχόντων ἡ ζήτησίς ἐστιν, ἀλλὰ καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους, καὶ πρὸς πολλοὺς τῶν αἱρετικῶν χρήσιμος ὁ λόγος οὗτος ἔσται, τὴν προσήκουσαν λύσιν λαβών. Καὶ γὰρ οὕτω πάντες τοῖς εὐαγγελισταῖς ἐγκαλοῦσιν ὡς μαχομένοις καὶ διαφωνοῦσιν· οὐκ ἔστι δὲ, μὴ γένοιτο, ἀλλ' εἰ καὶ διάφορα τὰ πρόσωπα, μία τοῦ Πνεύματος ἡ χάρις ἐστὶν, ἡ τὴν ἑκάστου κινοῦσα ψυχήν· ὅπου δὲ τοῦ Πνεύματος χάρις, ἀγάπη, χαρὰ, εἰρήνη· πόλεμος καὶ ἀμφισβήτησις οὐκ ἔστι, καὶ μάχη καὶ φιλονεικία τις. Πῶς οὖν ποιήσομεν φανερὸν, ὅτι οὐκ ἔστιν ὁ παράλυτος οὗτος ἐκεῖνος, ἀλλ' ἕτερος παρ' ἐκεῖνον; Ἀπὸ πολλῶν σημείων, καὶ τόπου, καὶ χρόνου, καὶ καιρῶν, καὶ ἡμέρας, καὶ ἀπὸ τοῦ τρόπου τῆς θεραπείας, καὶ ἀπὸ τῆς παρουσίας τοῦ ἰατροῦ, καὶ ἀπὸ τῆς ἐρημίας τοῦ θεραπευθέντος. Καὶ τί τοῦτο; φησί· καὶ γὰρ ἕτερα σημεῖα οὐχὶ διαφόρως ἀπήγγειλαν πολλοὶ τῶν εὐαγγελιστῶν; Ἀλλ' ἕτερόν ἐστι διαφόρως εἰπεῖν, καὶ ἕτερον ἐναντίως· ἐκεῖνο μὲν γὰρ διαφωνίαν οὐ ποιεῖ τινα, οὐδὲ μάχην· τοῦτο δὲ τὸ νῦν προκείμενον ἡμῖν πολλὴν ἔχει τὴν ἐναντίωσιν, εἰ μὴ δειχθείη ἕτερος ὢν ὁ ἐν τῇ κολυμβήθρᾳ παραλυτικὸς παρ' ἐκεῖνον τὸν ἐν τοῖς τρισὶν ἀναγεγραμμένον. Καὶ ἵνα μάθητε τί ποτέ ἐστι διαφόρως, καὶ τί ποτέ ἐστιν ἐναντίως εἰπεῖν, τῶν εὐαγγελιστῶν ὁ μὲν ὅτι ὁ Χριστὸς τὸν σταυρὸν ἐβάσταζεν εἶπεν, ὁ δὲ ὅτι Σίμων ὁ Κυρηναῖος· τοῦτο