Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ὅτι τὸ πρὶν κύριος καὶ βασιλεὺς ὁ Ἀδὰμ κατασταθεὶς ἰδοὺ διὰ τὴν παράβασιν δοῦλος τῆς ἁμαρτίας γέγονε· σήμερον βασιλεύει τῶν ἐχθρῶν αὐτοῦ, ∆εῖ γὰρ αὐτόν, φησί, βασιλεύειν· σήμερον Ἐστερέωσε τὴν οἰκουμένην, τὴν πρὶν ἔρημον ψυχὴν καὶ σαλευομένην καὶ τρέμουσαν, ἐν φόβῳ καὶ δειλίᾳ τῆς ἁμαρτίας κατεχομένην, Ἐν γὰρ τῇ κατάρᾳ, φησί, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ἐπειδὴ γὰρ ὁ οἶκος αὐτῆς ἐν ἄμμῳ ᾠκοδόμητο, ἐν σάλῳ καὶ τρόμῳ ἦν· σήμερον εἰς τὴν ἀσάλευτον πέτραν τῆς θεότητος ἡ οἰκία τῆς ψυχῆς ᾠκοδομήθη. χαίρουσιν ἄγγελοι, οὐρανοί, ἀστέρες, ἥλιος, σελήνη, ἡ γῆ, καὶ πάντα τὰ ἐν αὐτῇ, ὄρη καὶ βουνοὶ σκιρτῶσιν· εἰ γὰρ ἐν τῷ ἐξέρχε σθαι ἐκ τῆς Αἰγύπτου τὸν Ἰσραὴλ συνέχαιρε πάντα τὰ κτίσματα, οὐρα νὸς σκέπων νέφει φωτὸς ἡμέρας, καὶ νυκτὸς ἐν στύλῳ πυρός, τὰ ὄρη ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων, πόσῳ μᾶλλον ἐπὶ τοῦ ἀληθινοῦ Χριστοῦ γεννηθέντος σήμερον. καὶ γὰρ τὸ πρὶν πᾶσα ἡ κτίσις ἐβόησεν εἰς φθορὰν μετενεχθεῖσα, πεσόντος τοῦ Ἀδὰμ τοῦ ὄντος βασιλέως αὐτῶν, ὃν εἰκόνα θεοῦ ἰδίαν ὑπάρχοντα ἦλθεν ὁ Κύριος ἀνακαινίσαι καθὼς ἔδει καὶ ἀνακτίσαι· ἐπληρώθη ὁ χρόνος τῆς καταδίκης τοῦ ἀνθρώ που· ἐπληρώθησαν οἱ προκατηγγελμένοι ὑπὸ τῶν προφητῶν καιροί· νῦν ἀνακαλεῖται ἐκ τῆς αἰχμαλωσίας καὶ τῆς ἐξορίας, Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· ἐπληρώθη ὁ χρόνος τῶν δεσμῶν καὶ τῆς φυλακῆς καὶ τῆς ἐν τῷ σκότει καταδίκης τοῦ Ἀδάμ. σήμερον αὐτῷ γέγονε λύτρωσις καὶ ἐλευθερία τῆς καταλλαγῆς, καὶ ἡ κοινωνία πρὸς τὸ πνεῦμα, καὶ ἡ συνάφεια πρὸς τὸν θεόν· σήμερον ἤρθη ἡ αἰσχύνη τοῦ προσώπου αὐτοῦ, καὶ ἐδόθη αὐτῷ παρρησία ἀνακεκαλυμμένῳ προσώπῳ ἐνορᾶν καὶ κιρνᾶσθαι τῷ πνεύματι· σήμερον ἀπολαμβάνει ἡ νύμφη τὸν ἑαυτῆς νυμφίον· σήμερον ἑνότης καὶ κοινωνία καὶ καταλλαγὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων γέγονε, θεὸς καὶ ἄνθρωπος. 52.2 ἔπρεπε γὰρ αὐτῷ ἐνδυσαμένῳ τὸ σῶμα ἐλθεῖν καὶ ἐπιστρέψαι καὶ καταλλάξαι τοὺς ἀνθρώπους τῷ ἰδίῳ Πατρί· ἄνοπλος ἐλθών, τὸ ὅπλον τοῦ ἀνθρώπου ἔλαβεν, ὅπερ ἐστὶ τὸ σῶμα, καὶ δι' αὐτοῦ ἐπολέμησε καὶ ἀπέκτεινε τὸν θάνατον· διὰ σώματος νεκροῦ ἐθανατώθη ὁ ἐχθρός· διὰ τοῦ ἰδίου ὅπλου κατέκρινεν ἐν τῷ σώματι τὴν ἁμαρτίαν· ὥσπερ γὰρ οἱ ἐχθροὶ ἐπερχόμενοι διὰ τῶν ἰδίων τῆς πόλεως ὅπλων καὶ μαγγάνων, λέγω δὴ τῶν βαλλίστρων ἢ ἄλλων τινῶν, σπουδάζουσι καθελεῖν τὰ τείχη, οὕτως καὶ ὁ ἐχθρὸς λαβὼν ὑποχείριον τὸν Ἀδάμ, ὥσπερ ὅπλῳ χρησάμενος τῷ αὐτοῦ σώματι, δι' αὐτοῦ ἐνεμήθη καὶ ᾐχμαλώτευσε πάντας τοὺς ἀνθρώπους· ὡσαύτως καὶ ὁ Κύριος, ὥσπερ ὅπλον λαβὼν τὸν ἄνθρωπον, δι' αὐτοῦ τὰ τείχη καὶ τὰ ὀχυρώματα τοῦ πονηροῦ καὶ πᾶσαν αὐτοῦ τὴν μηχανὴν καὶ τὴν πονηρὰν κατασκευὴν, ᾗ κατὰ τοῦ ἀνθρώπου ἐχρήσατο, διέλυσε καὶ ἠφάνισε κατὰ τὸ εἰρημένον Ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται· 52.3 νεκρὰ γὰρ ἦν ἡ ἀνθρωπίνη φύσις τὸ πρὶν ἀπὸ θεοῦ, ἄκαρπος· στεῖρα καὶ ἄγονος ἡ ψυχή. νῦν ἐξ οὐρανοῦ σπέρμα ἐδέξατο, ἵνα δυνηθῇ καρποὺς τοῦ πνεύματος ἐνεγκεῖν. ὁ Ἀδὰμ εἷς ἦν, καὶ ἐξ αὐτοῦ ἡ γυνή, καὶ εἰ μὴ συνήφθη Ἀδὰμ τῇ γυναικὶ αὐτοῦ, καρποὺς οὐκ ἐποίει· οὕτως ἐὰν μὴ συναφθῇ ἡ ψυχὴ καὶ κοινωνήσῃ τῷ Χριστῷ, καρποὺς τοῦ πνεύμα τος ἐνεγκεῖν οὐ δύναται. τὸ σπέρμα γὰρ τὸ θεϊκὸν ὁ λόγος, ὁ πεσὼν εἰς τὴν θεοτόκον Μαρίαν, εἰς πάσας τὰς πιστευούσας ψυχὰς πίπτει, καὶ οὕτως γεννῶνται ἐκ τοῦ πνευματικοῦ γεννήματος τῆς σωτηρίας, καθώς φησι ∆ιὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, καὶ οὕτως καρποφορεῖ ψυχὴ τῷ θεῷ. Ἡ γυνὴ γάρ, φησίν, ὅταν ὠδίνῃ, λύπην ἔχει· ἐπὰν δὲ γεννήσῃ, χαίρει, ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον· καὶ ἡ ψυχὴ λαβοῦσα τὸν ἐπου ράνιον σπόρον, ἕως ἂν ὠδίνῃ θλίψιν ἔχει, βασανιζομένη ὑπὸ