χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον, ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον, ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες, ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς, καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο, τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες, ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν Ῥωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζό μενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν. 1.12 Ὁ μὲν οὖν Σκληρὸς τυραννεύσειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνά μεως· ἐπεὶ δὲ πρὸς τοῖς Ῥωμαϊκοῖς ὁρίοις γενόμενος, τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα, ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι, τὸν μὲν καὶ αὖθις ὑβρίσας, τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος, ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε, αὐτὸς δὲ μετ' ἐκεῖνον ὡμολόγησε τάτ τεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις, μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν, ἐπ' ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν. 1.13 Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν Ῥωμαίων ἀγνωμοσύνης κατεγνωκὼς, ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν τῷ Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν ἀξιόμαχος, τούτους δὴ συγκροτήσας, καὶ ξενικὴν ἑτέραν ξυλλοχισάμενος δύναμιν, κατὰ τῆς ἀντικειμένης ἐκπέμπει φάλαγγος· οἳ δὴ καὶ ἐκ τοῦ παρ' ἐλπίδας ἐπιφανέντες αὐτοῖς, οὐ πρὸς μάχην διεγηγερμένοις, ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις, οὐκ ὀλίγους τε αὐτῶν ἀνῃρήκασι καὶ τοὺς καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά. 1.14 Συμπαρῆν δὲ τῷ τῶν Ῥωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνων· ἀλλ' οὐδὲ ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος καὶ δόρυ μακρὸν ἐπισείων, μέρος τῆς φάλαγγος ἦν. 1.15 Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν, ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ βασιλικὴ, ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ, καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ τοίνυν Φωκᾶς, ὡς καὶ τοὺς βασιλεῖς διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν, οὐκ ἔτι <ἐν> ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο, καὶ τῷ τῆς τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴν κατὰ σκοπὸν τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον τοῦ μάχεσθαι, τῶν θυμάτων αὐτοῖς τοῦτο δια σαφούντων, ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφιεὶς τὴν ἡνίαν τῷ ἵππῳ. Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ ἱππάσατο, εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος, καὶ ἐπεὶ μετέβη εἰς ἕτερον, καὶ οὗτος βραχύ τι προεληλυθὼς ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο, καὶ ἀχλὺς μὲν τὴν γνώμην, δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν, ἅπαξ ἑαυτὸν καταστήσας εἰς τὸν ἀγῶνα, ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς φάλαγγος, καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει δυνάμεως, πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν, Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ, ἀρτιφυεῖς πάντας τὸ γένειον καὶ αὐτὸ δὴ τὸ νεο τήσιον ἀποφύοντας ἄνθος, ὑψηλοὺς καὶ