1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

4

Σκοπευτήριον) ἡ σκοπευτικὴ καὶ θεωρητικῶς διεξοδικὴ θυγάτηρ Σιὼν ἂν λέγοιτο. εὐπρέπειαν δὲ αὐτῆς καὶ ἀξίωμα τί ἂν ἄλλο δεόντως νομισαίμην ἢ τὸν πλοῦτον τῶν τῆς ἀληθείας μετὰ σοφίας τεθεωρημένων ἁγίων δογμάτων; ἐπὰν οὖν ἀμελήσῃ τις, μετὰ τὸ κτήσασθαι εὐπρέπειαν καὶ ἀξίωμα, τῆς τε τού των συνοχῆς καὶ τῆς τοῦ πλούτου τοῦ θείου αὐξήσεως, ἀπορρεῖ καὶ ἐξέρχεται τὰ τέως κόσμος αὐτῆς τυγχάνοντα. ἄρχοντες δὲ οἱ ἡγησά μενοι τοῦ λόγου καὶ χειραγωγήσαντες ἐπὶ τὴν κτῆσιν τῆς προειρη μένης εὐπρεπείας, δίκην κριῶν , τῶν ἡγησαμένων, τῆς τῶν προβάτων ποίμνης οὐχ εὑρισκόντων νομήν , ἐν σπάνει κατέστησαν καὶ αὐτοί, ἀνέντες τὴν προσοχὴν τῶν δυναμένων αὐτούς τε καὶ τὰ πρόβατα, ἵν' οὕτως εἴπω, πιᾶναι. διὰ τοῦτο ἀσθενήσαντες, καταληφθέντες ὑπὸ τοῦ διώκοντος , ὅστις ἐστὶν «ὁ ἀντίδικος ἡμῶν διάβολος», ἔμ προσθεν αὐτοῦ πορεύονται ἐλαυνόμενοι ὅπῃ ἐκεῖνος ἄγειν ἐθέλει. ἐὰν μέντοιγε ἡ προειρημένη θυγάτηρ Σιὼν ἐπιμέλειαν ποιήσηται τοῦ κάλλους αὐτῆς καὶ τῆς εὐπρεπείας αὐτῆς καὶ πρόνοιαν τοῦ φρουρεῖσθαι τὸ ἀξίωμα, φαυλίζει καὶ μυκτηρίζει τὸν τῶν Ἀσσυρίων βασιλέα, ὡς ἀπὸ τοῦ Ἡσαΐου μεμαθήκαμεν λέγοντος· «ἐφαύλισέ σε καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιών». 20 Ὁ γὰρ μιμνῃσκόμενος ἐν τῷ τάδε τινὰ πάσχειν οὐ τοῦ ἐνεστη κότος μιμνῄσκεται , ἀλλὰ τοῦ παρεληλυθότος. Καὶ μετ' ὀλίγα· Τοιαῦτα διαπορήσαντες ἐν τῷ τόπῳ καὶ ζητοῦντες ὑπόμνησιν παρεληλυθυίας ταπεινώσεως αὐτῆς καὶ ἀπωσμῶν αὐτῆς , διὰ τὸ πεπτωκέναι τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος καὶ τὰ ἐπιφερόμενα αὐτῇ συμβεβηκέναι, ἐπισκοποῦμεν μὴ ἄρα ἡ κυρίως ταπείνωσις οὐκ ἄλλη τίς ἐστιν τῆς ἁμαρτίας, ὥσπερ ὕψωσις ἡ κατόρθωσις, καὶ ἀπωσμὸς οὐδενὸς ἐνεργοῦντος γίνεται ἢ τῆς μοχθη ρᾶς πράξεως· ἱκανὴ γὰρ αὕτη ἀπώσασθαι ἀπὸ θεοῦ καὶ παντὸς τοῦ κατὰ φύσιν καλλίστου. ὅτε τοίνυν μεθύουσα ἡ Ἱερουσαλήμ, τουτέστιν οἱ κατοικοῦντες αὐτήν, καὶ ἐξεστηκυῖα ἀπὸ τῆς ἁμαρτίας ἐταπεινοῦτο, οὐκ ἐφήσθη τοῖς πταίσμασιν· ὅτε δὲ αἱ ἀνταποδόσεις αὐτῆς ἐληλύθασι διὰ τοῦ τὸν λαὸν αὐτῆς πεπτωκέναι εἰς χεῖρας τοῦ θλίβοντος , οὐδενὸς αὐτῇ βοηθοῦντος , τότε ὑπεμνήσθη τῶν δι' ἃ ἔπασχεν, αἴτια ἐκεῖνα καταλαμβάνουσα εἶναι τοῦ τε πεπτω κέναι τὸν λαὸν αὐτῆς καὶ τοῦ ἀβοήθητον αὐτὴν καταλελεῖφθαι. Καὶ μετ' ὀλίγα· Ἐὰν δὲ ἡ τοιάδε ψυχὴ ᾖ ἡ Ἱερουσαλήμ, ἄξιον ζητῆσαι τὸν λαὸν αὐτῆς , οὗ πίπτοντος εἰς χεῖρας θλίβοντος , τῷ μὴ ὑπάρ χειν βοηθόν, αὐτὴ μιμνῄσκεται τῶν τῆς ταπεινώσεως αὐτῆς ἡμε ρῶν, ἔτι δὲ καὶ τῶν ἰδίων οὓς ἀπώσθη ἀπωσμῶν , πρὸς τούτοις καὶ ἐπιθυμημάτων αὐτῆς ὅσα ἦν ἐξ ἀρχαίων ἡμερῶν . ὅρα δὲ εἰ μὴ τὰ ἐν τῇ ἐπιστημονικῇ ψυχῇ θεωρήματα ὁ λαός ἐστι τῆς Ἱερουσαλήμ, ὅστις παρὰ τὸ ἐν ἀπροσεξίᾳ καὶ ἀμελείᾳ γεγονέναι τὴν ψυχὴν πίπτει καταβαλλόμενος ὑπὸ παντὸς τοῦ θλίβοντος. ἀπορρεῖ γὰρ τὰ δόγματα τῶν ἀμελούντων, ἐκθλιβόμενα ὑπὸ τῶν χώραν ἰσχόντων ἁμαρτημάτων παρὰ τῷ τῶν κρειττόνων ἀμελοῦντι, οὐδα μῶς ἴσχοντα τὴν ἐκ λόγου βοήθειαν. 21 Ὁ τῆς λέξεως νοῦς τοιοῦτός ἐστιν. ἐπεὶ ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλήμ, ἐν σάλῳ γεγένηται καὶ ταραχῇ ἐπὶ τοσοῦτον, ὡς πάντας τοὺς πρότερον δοξάζοντας αὐτὴν μεταβαλόντας ἠτι μακέναι τὴν τοιαύτην πόλιν, θεασαμένους αὐτῆς τὴν ἀσχημο σύνην. αὐτὴ δὲ ἐφ' οἷς πέπονθε διὰ τὰ ἁμαρτήματα, σάλῳ καὶ ἀτιμίᾳ τῇ ἀπὸ τῶν ποτε δοξαζόντων περιπεσοῦσα, στενάζουσα οὐκέτι εἰς τὸ ἔμπροσθεν ἐλήλυθε τῶν ἁμαρτημάτων, ἀλλὰ μειώσασα αὐτὰ ὀπίσω ἀνακεχώρηκεν. Καὶ μετ' ὀλίγα· Ἐὰν δὲ Ἱερουσαλὴμ ἡ τοιάδε ψυχὴ λέγηται, ἐντρεχής τις καὶ διορατικὴ καὶ «τῆς τοῦ θεοῦ εἰρήνης τῆς ὑπερεχούσης πάντα νοῦν» κατανοητική, ἐπεὶ δυνατὸν παρὰ πολλὰς αἰτίας καὶ ταύτην ἁμαρτεῖν, δηλοῦται τὸ εἰς σάλον αὐτὴν μεταπεπτωκέναι ἀποστᾶσαν τῶν κα λῶν καὶ ἐν τοῖς χείροσι γεγενημένην. πᾶς δὲ ὁ τῆς ἀρετῆς ἐκπεσὼν καὶ τῇ κακίᾳ συμβιοὺς ἐν σάλῳ τυγχάνειν ὑγιῶς λέγεται. 22 ∆ηλοῖ τὴν ἀνακοπὴν τῶν ἁμαρτημάτων τῆς Ἱερουσαλήμ, οὐκέτι «τοῖς ἔμπροσθεν ἐπεκτεινομένης» τῶν πταισμάτων οὐδὲ ἐν τῇ νομῇ τῶν ἁμαρτημάτων γινομένης, ἀλλ' ἀποστρεφομένης