1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

11

ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;» ἔλεγε δὲ καὶ πρότερον Ἱερου σαλήμ· «ἴδετε εἰ ἔστι πάθος κατὰ τὸ πάθος μου». ὁ τοίνυν «παίσας ἰάσεται· αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν». τὸ γὰρ τίς λαμβάνεται καὶ ἐπὶ τοῦ σπανίου καὶ ἐπὶ τοῦ μηδενός· οὐδεὶς γὰρ ἀνθρώπων ἰάσασθαι δύναται τὴν ὑπὸ θεοῦ ἐπαγομένην πληγήν. 56 Προφητεία μάταιος ἡ μηδεμίαν ἔχουσα ἔκβασιν καὶ ἣν εἴδωλα παρασκευάζει τὰ μάταια . καὶ ἀφ' ἑαυτῶν δέ τινες προεφήτευον δῆθεν «ἕνεκεν δρακὸς κριθῆς καὶ κλάσματος ἄρτου» κατὰ τὸ γεγραμ μένον· οἵτινες οὐκ ἴσασιν ἁμαρτίας ἐλέγχειν καὶ τῆς ὑπὸ δαιμόνων ἀνασῴζειν αἰχμαλωσίας , διὰ τῆς χρηστολογίας τὰς ψυχὰς διαστρέ φοντες. ὡς δὲ τῶν ἀληθῶν τὸ λῆμμα καὶ ὁ λόγος, ὃν ἐκ θεοῦ λαμβάνουσιν, πέφυκεν ἀληθὲς καὶ συνάπτει θεῷ, οὕτω τὸ τῶν δαι μόνων ψευδές τε καὶ μακρῦνον θεοῦ καὶ τῆς ἐκεῖθεν ῥοπῆς ἐξωθού μενον. ποῖα δὲ ἐξώσματα τὰ μὴ μάταια , καθάπερ ἐδείχθη, καὶ λήμματα ; δῆλον οὖν ὡς τὰ πλάνης ἐξωθοῦντα καὶ προσάγοντα τῷ θεῷ. 57 «Ὁ» γὰρ ἐχθρὸς «ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος ζητῶν τίνα καταπίῃ» καὶ ὡς ὄφις ἐφ' ἡμᾶς ἀφιεὶς τὰ συρίγματα . πλὴν μὴ γένοιτο λέγειν αὐτὸν ὡς κατέπιον , μήτε καταλαβεῖν ἐν ἡμῖν ἡμέραν ἣν ὁ συγκαίων ἥλιος ἀπεργάζεται· εἴρηται γάρ· «ἡμέ ρας ὁ ἥλιος οὐ συγκαύσει σε». ἡδοναῖς γὰρ καὶ θυμῷ συγκαίει καὶ τὴν πλάνην ἡμῖν ὡς φῶς καὶ γνῶσιν παρέχεται. ψάλλοντες οὖν ἐροῦμεν· «εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς», καὶ τὸ «λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται». 58 Οὐδέν, φησίν, ἐξ ἑαυτῶν ἐποίησαν οἱ πολέμιοι· θεῷ γὰρ ἐδόκει καὶ γέγονεν. διόπερ ἔλεγε καὶ Ναβουζαρδάν· «κύριος ὁ θεός σου ἐλάλησε τὰ κακὰ ταῦτα εἰς τὸν τόπον τοῦτον, καὶ ἐπήγαγε κύριος, ὅτι ἡμάρτετε αὐτῷ». πᾶς οὖν ἀπιστῶν τῇ κρίσει τῶν ῥημάτων τούτων ἀκούσεται. πάντες μὲν οὖν οἱ προφῆται ταῦτα προὔλεγον, ἐξ ἡμερῶν δὲ ἀρχαίων ὁ Μωσῆς ἐν τῷ ∆ευτερονομίῳ ταῦτα προε μήνυσεν. 59 Ἔστιν ὅτε περιπαθεῖς ἡ γραφὴ τοὺς λόγους ποιεῖ καὶ τοῖς ἀναι σθήτοις δίδωσιν αἴσθησιν, ἁλλομένους τε βουνοὺς εἰσάγουσα καὶ ὄρη σκιρτῶντα, καὶ βουνοὺς καὶ λίθους μαρτύρεται· ὅπερ ἐν τούτοις ἀδύνατον, τοῦ τείχους ὑπὸ πολεμίων ἤδη καθῃρημένου. τεῖχος οὖν ἐνταῦθα βασιλεύς τε καὶ ἄρχοντες καὶ ὅσοι δυνάμει ταύτην περι τειχίζοντες, οὓς ἀξιοῖ χέειν μετανοίας ἀδιάλειπτα δάκρυα , ἃ τοῖς ὁρῶσι διὰ παντὸς προξενεῖ πεπτωκός. ταῦτα, φησίν, ὑπάρχει αὐτοῖς, καὶ εἰ μὴ πάλιν τὴν λύπην σημαίνει τῆς πάλαι φρουρούσης δυνά μεως, ὑπερβολικῶς τοῦτο δηλῶν. «ἐν θλίψει δέ», λέγει, «τοῦ κυρίου ἐμνήσθησαν ἐξ ὅλης τῆς καρδίας». τοῦτο τοίνυν ποιήσατε, φησί, νυκτὸς καὶ ἡμέρας δακρύοντες καὶ «ἐπὶ ταῖς κοίταις ὑμῶν κατα νύγητε»· μηδὲ νῆψιν ἡγεῖσθε τὴν ἀπὸ τούτων ἀπαλλαγήν· μετάνοια γὰρ εἰς σωτηρίαν ἐστίν. νήφει δέ τις οὐκ ἀγαθῶν, ἀλλὰ χειρόνων παυόμενος. τῷ δὲ νῷ συνάπτου διὰ παντὸς πρὸς Χριστόν, ὅπως σε φυλάξειεν ὡς κόρην ὀφθαλμοῦ καί σοι τεῖχος γένηται. 60 Προσεκτικὸν ἡ νύξ, συστρεφομένης ἐν αὐτῇ τῆς ψυχῆς ἐν τῇ τῶν αἰσθήσεων ἠρεμίᾳ. τότε κελεύει μελετᾶν ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ καὶ λέγειν μετὰ τοῦ ∆αβίδ· «νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου». τῆς δὲ νυκτὸς εἰς τέσσαρας φυλακὰς διῃρημένης, λέγε μετὰ τοῦ ∆αβίδ· «προκατελάβοντο φυ λακὰς οἱ ὀφθαλμοί μου», καὶ μετὰ τοῦ Ἀμβακούμ· «ἐπὶ τῆς φυλακῆς μου στήσομαι, καὶ ἀποσκοπεύσω, τί λαλήσει ἐν ἐμοὶ κύριος ὁ θεός». τότε γὰρ ἐρεῖς· «ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ». ἀδο λέσχησον οὖν ἐν νυκτὶ τοῦ παρόντος αἰῶνος· οὐ γάρ ἐστί σοι «ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας»· «οὐκ οἶδας γάρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὑρήσει ὑμᾶς καθεύ δοντας». καὶ πάλιν· «εἰ γὰρ ᾔδεις ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησας ἂν καὶ οὐκ ἂν εἴασας διορυγῆναι τὴν οἰκίαν σου». 61 Ἆρον πρὸς αὐτὸν χεῖράς σου διὰ τῆς τῶν καλῶν ἐργασίας. οὐ περὶ τῶν τυχόντων ὁ ἀγών, δι' ἀπορίαν τοῦ θείου λόγου τῶν σῶν ἐκλειπόντων νηπίων , καὶ ἱσταμένων ἐπ' ἀρχῆς πασῶν ἐξό δων , τῶν