1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

2

ὀλίγα· Ὥσπερ δὲ ἔνεστιν ἰδεῖν Ἱερουσαλὴμ εὐθηνουμένην, πληθύνουσαν λαῷ καὶ ἔθνεσιν καὶ ἄρχουσαν ἐν χώραις , οὕτως, εἰ μεταπτωτή ἐστιν ἡ ἀρετή, μονουμένην ποτὲ αὐτὴν καὶ χηρεύουσαν καὶ δου λεύουσαν, ὥστε καὶ φόρους τῷ κρατήσαντι αὐτῆς ἐχθρῷ τελεῖν, κατὰ τὴν ψυχὴν τοῦ ἐκπεπτωκότος τῆς ἀληθείας. 9 Τί δὲ δεῖ λέγειν καὶ περὶ τοῦ ὅτι ἄρξασα χωρῶν ἐπὶ τοσοῦτον δουλοῦται παρὰ τοῖς ἐχθροῖς, ὥστε καὶ φόρον ἀεὶ αὐτὴν ἐπιτελεῖν, τελοῦσαν τοῖς κακοῖς δεσπόταις, ἃ ἂν ἐκεῖνοι προστάττωσιν; προσ τάττουσι δὲ χρηστὸν οὐδέν. καὶ τάχα καθ' ἕκαστον ὧν πταίει ἐν θάδε, φόρον τινὰ τελεῖ τῷ Ναβουχοδονόσορ, ὃς ἑρμηνεύεται Ἐγκα θισμὸς καὶ ἐπίγνωσις συνοχῆς· οὐ μόνῳ δὲ τῷ Ναβουχοδονόσορ, ἀλλὰ καὶ τοῖς σατράπαις αὐτοῦ. 10 Ἐπὶ μὲν τοῦ πρώτου Θρήνου, τοῦ ἀπὸ τοῦ Ἄλφ ἀρξαμένου, τὴν λέξιν σῶσαι δεδυνήμεθα. ἐπὶ δὲ τούτου τί ἄν τις εἴποι, λεγομένης πόλεως κεκλαυκέναι ἐν νυκτί , ὥστε τὰ δάκρυα εἶναι ἐπὶ τῶν σιαγόνων αὐτῆς ; εἰ μὴ ἄρα τοὺς ἐνοικοῦντάς τις ἐρεῖ πόλιν ὀνο μαζομένους, τοὺς καὶ φόρον τελοῦντας, κεκλαυκέναι ὑπομνησθέντας ἐξ οἵας εἰρήνης καὶ ἐλευθερίας εἰς ὅσην δουλείαν καὶ ταπείνωσιν ἐληλύθασιν. πῶς οὖν διηγησόμεθα καὶ τὸ ἐν νυκτί , ἢ ὅτι ἐν τῷ καιρῷ τῆς κοινῆς ἁπάντων ἀνθρώπων ἀναπαύσεως ἡ πόλις ὑπο μιμνῃσκομένη τῶν συμφορῶν, τουτέστιν οἱ τὴν πόλιν οἰκοῦντες οὐκ ἀναπαυόμενοι ἔκλαιον, καὶ ἔκλαιον κρουνηδὸν τῶν δακρύων καταρ ρεόντων ἐπὶ τῶν σιαγόνων αὐτῶν; ἐπετείνετο δὲ μάλιστα αὐτοῖς ὁ κλαυθμὸς καὶ ἐπέρρει τὰ δάκρυα, οὐχ ὑπάρχοντος κἂν ἑνὸς παραμυθουμένου αὐτοὺς ἀπὸ τοσούτων ἀγαπώντων, παντός τε τοῦ φιλοῦντος ἀθετοῦντος τὴν φιλίαν τὴν πρὸς αὐτὴν καὶ μεταβεβληκότος εἰς ἔχθραν . τίνες οὖν, ὡς πρὸς τὴν λέξιν, οἱ ἀγα πῶντες αὐτὴν πρότερον, ἀφ' ὧν οὐδεὶς ὑπῆρχεν παραμυθησό μενος αὐτήν ; τάχα αἱ λοιπαὶ τῆς Ἰουδαίας πόλεις, διὰ τοῦτο δὲ ἴσως ἀγαπῶσαι τὴν μητρόπολιν, ἐν καιρῷ περιστάσεως οὐ παρε κάλουν . Καὶ μετ' ὀλίγα· Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν. ἐὰν δὲ ὁ λόγος, ὡς ἐν τοῖς πρὸ τούτων παρεστήσαμεν, Ἱερουσαλὴμ λέγῃ τὴν ποιὰν ψυχήν, αὕτη ἂν κλαίειν λέγοιτο, ἐκπεσοῦσα τῆς οἰκείας χώρας ἐν Συγχύσει γενομένη, καὶ κατάστασιν ἔχειν ἐναντίαν τῷ γελᾶν γέλωτα τὸν ἀπὸ χαρᾶς καὶ ἱλαρότητος, ὃν ὁ κύριος ἡμῶν ἐπαγγέλλεται ὑπάρξειν τοῖς τὸν μακα ριζόμενον κλαυθμὸν κλαύσασι φάσκων· «μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται». καὶ ἐν τῷ Ἰὼβ δὲ «ἀληθινῶν» φησὶ «στόμα ἐμ πλήσει γέλωτος». τάχα δὲ διὰ τοῦτο καὶ εἷς τῶν πατριάρχων Γέλως λέγεται. ὁ τοίνυν στενάζων διὰ τὸ εἶναι ἐν τῷ σκήνει, ὥσπερ ὁ ἀπόστολος δεδήλωκεν εἰπών· «καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενά ζομεν βαρούμενοι», τὸν ἐν ἐπαγγελίᾳ γέλωτα ποθῶν καὶ τὴν θείαν ἱλαρότητα, κλαυθμὸν κλαίει τροφιμώτατον καὶ ὠφελοῦντα τὴν ψυχήν. 11 Οἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵν' οὕτως εἴπω, πνευματικόν, τὸ δὲ φιλεῖν σωματικὸν καὶ ἀνθρωπικώτερον. τάχα δέ, οὐδενὸς φαύλου ἀγαπῶντος, παρατηρητέον ὅτι περὶ μὲν τῶν κρειττόνων φησί· οὐχ ὑπάρχει παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν , περὶ δὲ τῶν ἐλαττόνων· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν αὐτήν, ἐγένοντο αὐτῇ εἰς ἐ χθρούς . οἱ μὲν γὰρ ὑποδεέστεροι καὶ ἠθέτησαν αὐτὴν καὶ ἐγένοντο αὐτῇ ἐχθροί· οἱ δὲ κρείττονες μόνον οὐ παρεκάλεσαν. 12 Πρὸς μὲν τὸ ῥητὸν τοιοῦτος ἂν εἴη ὁ νοῦς· τὸν ἴδιον τόπον ἡ Ἰουδαία ἤμειψεν, αἰτίων τούτων γενομένων αὐτῇ τῆς ταπει νώσεως αὐτῆς (ἣν τεταπείνωται ἁμαρτοῦσα καὶ τὸ ἀνάστημα καὶ τὸ ἐγηγερμένον, ὃ πρότερον εἶχεν ἐν θεοσεβείᾳ ὑπάρχουσα, κατα λιποῦσα), ἔτι δὲ καὶ τῆς πολλῆς δουλείας αὐτῆς , ἣν δεδούλωτο ὑποτεταγμένη τοῖς πάθεσιν. μετοικισθεῖσα δὲ ἐν ἔθνεσιν ἱδρύνθη, ἔνθα εὑρεῖν ἀνάπαυσιν οὐ δεδύνηται, πάντων τῶν ἐχθρῶν κα ταδιωκόντων αὐτὴν καὶ καταλαβόντων καὶ κατακεκρατηκό των, αὐτῆς γενομένης παρὰ τοῖς ἔθνεσιν οἳ ἔθλιβον αὐτήν . 13 Ὁ πρὸς τὸ ῥητὸν νοῦς οὗτός ἐστιν· τοῦ νόμου λέγοντος· «τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου», ἔσπευδον οἱ ἀπὸ τοῦ λαοῦ, μετὰ τὸ οἰκοδομηθῆναι