1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

3

τὸν ναὸν ἐν Σιὼν ἀπὸ τοῦ χρόνου Σολομῶντος, ἐπιτελεῖν τὸ προστε ταγμένον. καὶ κύκλῳ τῆς Ἱερουσαλὴμ τυγχανουσῶν τῶν πόλεων τῆς Ἰουδαίας, πάντοθεν ὁδοὶ ἦσαν φέρουσαι ἐπὶ τὴν Σιών . ταύτας οὖν ὁ προφήτης διὰ τὴν αἰχμαλωσίαν <φησὶ> πενθεῖν σκυθρωπα ζούσας καὶ ἐν πάσῃ ἐρημίᾳ ὑπαρχούσας † καὶ ἐν ἐκείνοις τοῖς καιροῖς, ὅτε πολλὴ εὐφροσύνη καὶ ἱλαρότης ἦν ἐν αὐτοῖς, σπευδόντων ἐπὶ ἑορτὴν τῶν ἁπανταχόθεν Ἰουδαίων ἐπὶ τὸ Σιὼν ὄρος. πολλῶν δὲ οὐσῶν τῶν πυλῶν τῶν οἰκοδομηθεισῶν ἐν Σιὼν ἐκ πάντων τῶν κλιμάτων, φησὶν ὁ λόγος πάσας ἠφανίσθαι , καὶ τοὺς ἱερεῖς στενάζειν , δηλονότι τὰ ἱερατικὰ ἔργα τὰ κατὰ τὰς ἑορτὰς καὶ τὰς ἄλλας ἡμέρας οὐ δυναμένους ἐπιτελεῖν, ἤτοι τῷ ᾐχμαλωτίσθαι ἢ τῷ μηδένα εἶναι τὸν προσιόντα αὐτοῖς καὶ τὰς λειτουργίας τὰς ἱε ρατικὰς ἀπαιτοῦντα. ἀλλὰ καὶ αἱ παρθένοι , φησί, τῆς Σιὼν ἀγόμεναί εἰσι, δῆλον δὲ ὅτι ὑπὸ τῶν κεκρατηκότων πολεμίων. 14 Πρὸς δὲ διάνοιαν· τῆς σκοπευτικῆς καὶ θεωρητικῆς δυνάμεως Σιὼν καλουμένης πολλαὶ ὁδοί εἰσι τῶν ποικίλων δογμάτων, μυστι κῶν τε καὶ φυσικῶν καὶ ἠθικῶν, τάχα δὲ καὶ λογικῶν, αἱ φέρουσαι ἐπὶ τὴν κατανόησιν καὶ θέαν τῶν προκειμένων. ἐπὰν οὖν τις τὸ τούτων ἀσκητικὸν ἀπολέσας συγχυθῇ, πᾶσαι αὗται αἱ ὁδοὶ πεν θοῦσιν οὐχ ὁδευόμεναι, πανηγύρεως μὲν ὑπαρχούσης ταῖς προειρη μέναις ὁδοῖς, ὅτε ὁδεύονται ἐξεταζόμεναι καί, ἵν' οὕτως εἴπω, δια βαινόμεναι· πενθοῦσι δὲ ὅτε ἐρημοῦνται, οὐκ ἐρευνώμεναι οὐδὲ διεξοδευόμεναι διὰ τὸ ἀποπεπτωκέναι τοὺς ὁδεύοντας καὶ αἰχμαλω τισθέντας ὑπὸ τῶν παθῶν περιεσπάσθαι περὶ τὰ χείρονα. 15 Ἡ Σιὼν γλυκὺ μηδαμῶς ἔχουσά τι, ἐν πικρίᾳ διάγει καθ' ἑαυ τήν . οὐ ληπτέον γὰρ τὸ πικραινομένη νῦν ἐπί τινος εἴδους ὀργῆς. 16 Ἡ τῆς λέξεως σαφήνεια τοιαύτη τίς ἐστιν. ἔθλιβον τὴν Ἰουδαίαν χώραν ἢ θλίβειν γε ἤθελόν τινες πρὸ τῶν τῆς αἰχμαλωσίας χρόνων, ἀλλ' οὐκ ἐκράτουν ὑπερασπίζοντος τοῦ θεοῦ τῶν Ἰουδαίων, ὅτε παρεῖχον ἑαυτοὺς ἐκεῖνοι βοηθείας ἀξίους. ὅτε δὲ ἥμαρτον καὶ πρὸς τῷ μὴ ἀκούειν τῶν προφητῶν ἔτι καὶ ἀνῄρουν αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, τότε παρεδόθησαν τοῖς θλίβουσιν ὑποχείριοι, ὥστε τοὺς ἐχθροὺς αὐτῶν γενέσθαι κεφαλήν , τουτέστιν, ὡς Σύμμαχος ἡρ μήνευσεν, ἄρχοντας . ἕτεροι δὲ τάχα παρὰ τοὺς θλίβοντας οἱ ἐχθροὶ ὄντες ἤτοι τῇ ἐπινοίᾳ ἢ καὶ τῇ ὑποστάσει, ἐν εὐθηνίᾳ ἐτύγχανον, ὑποχειρίων τοῖς θλίβουσι γενομένων τῶν διὰ τὰ ἁμαρτήματα ἐγκα ταλελειμμένων, τοῦ κυρίου ταπεινώσαντος διὰ τὸ πλῆθος τῶν ἀσεβημάτων τοὺς παρανενομηκότας καὶ ἐπὶ τοσοῦτόν γε τοῦτο ποιήσαντος, ὡς μηδὲ τοῖς νηπίοις αὐτῶν ἔλεον καταλειφθῆναι, ἀλλὰ πορευθῆναι αὐτὰ ἐν αἰχμαλωσίᾳ ἐλαυνόμενα ὑπὸ παντὸς τοῦ θλίβοντος . 17 Ἀρξάντων τε καὶ εὐφρανθέντων τῷ τὸν κύριον διὰ τὸ πλῆ θος τῶν ἀσεβημάτων εἰς ταπείνωσιν παραδεδωκέναι τοὺς τὰς ἐν τοῖς ἁγίοις λογίοις συνθήκας πρὸς αὐτὸν οὐ τετηρηκότας. 18 Τὰ τῆς λέξεως ὅση δύναμις ἡμῖν σαφηνιστέον, ἐξετάζουσι τίς ἡ θυγάτηρ Σιών , καὶ ἐν τίνι ἔχουσα τὴν εὐπρέπειαν , τίς τε ἡ νομή , ἣν οὐκ ἔχουσιν οἱ ἄρχοντες τῆς θυγατρὸς Σιὼν δίκην κριῶν ἀπορούντων βοσκήσεως· καὶ πῶς οὗτοι ἐστερημένοι ἰσχύος πορεύονται κατὰ πρόσωπον τοῦ διώκοντος . ἡγούμεθα δὲ τὸ μὲν ὄρος Σιὼν εἶναι μητέρα τῆς ἐν αὐτῇ συναγωγῆς θυγατρὸς χρη ματιζούσης τῆς Σιών, τὴν δὲ εὐπρέπειαν τῆς θυγατρὸς Σιὼν τὴν κτῆσιν τὴν ἐν πέπλοις αὐτῆς, ἥτις κτῆσις ἐν τῷ καιρῷ τῆς προ νομῆς ληφθεῖσα ὑπὸ τῶν πολεμίων ἐξῆλθεν ἀπὸ τούτων, ὧν κόσμος ἦν, τουτέστιν ἐξεκομίσθη (τοῦτο γὰρ ἐμφατικώτερον τῷ ἐξῆλθεν ὠνόμασε), τοὺς δὲ ἡγουμένους τῆς συναγωγῆς, διὰ τὸ ἐπικεῖσθαι τοὺς πολεμίους καὶ αἰχμαλωτίζειν, ἀποροῦντας τῶν συνή θων ὡμοιῶσθαι κριοῖς οὐχ εὑρίσκουσι τροφήν . ὥσπερ μέντοιγε κριοὶ ἐλαυνόμενοι μὴ τραφέντες ἀσθενῶς πορεύονται, τῇ ἀνάγκῃ τῶν ἐπιδιωκόντων εἴκοντες, οὕτω δὲ καὶ οἱ ἄρχοντες αἰχμάλωτοι γενόμενοι, ἀπαγόμενοι εἰς τὴν χώραν τῶν αἰχμαλωτισάντων, ἐπο ρεύοντο οὐκ ἐν ἰσχύϊ κατ' ὄψιν τοῦ διώκοντος . 19 Πρὸς δὲ διάνοιαν ἡ τοιάδε ψυχὴ θυγάτηρ ἐστὶ Σιών · οἷον ὡς θυγάτηρ δικαιοσύνης ἡ δικαία καὶ τέκνον σοφίας ἡ σοφή, οὕτω δὲ (ἐπεὶ Σιών ἐστι τὸ