1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

8

ψυχὴν αὐτῆς, ἤγουν τὸν ἀνακτώμενον κατὰ Σύμμαχον. ἠφανίσθαι δὲ λέγει καὶ τοὺς υἱοὺς δυναμωθέντος τοῦ ἐχθροῦ δι' ὧν ἐξημάρτανον· εὐσεβούντων γὰρ ἡμῶν οὐκ ἰσχύει, ἀσθενεῖ γὰρ προκοπτόντων καὶ νεκροῦται τελειουμένων καὶ ὑπὸ τοὺς πόδας συντρίβεται «λεπτυνόμενος ὡς χνοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ὡς πηλὸς πλατειῶν λεπτυνόμενος». ἀναλόγως γὰρ ὧν ἁμαρτάνομεν καὶ τρέφεται καὶ δύναμιν ἴσχει, τοῦ δὲ πλημμελεῖν πεπαυμένων οἱονεὶ λιμῷ διαφθείρεται. ἐκ δὲ τῶν ἐναντίων τὰς θείας δυνάμεις εὖ μὲν πράττοντες ἡμῖν αὐτοῖς ἐνισχύομεν καὶ διώκομεν ἁμαρτάνοντες. διόπερ ὁ Σύμμαχος ἀντὶ τοῦ ἠφανισμένοι ἐξέδωκεν ἔρημοι . λέγοι δ' ἂν ταῦτα ψυχὴ θεωρητικὴ τυγχάνουσα τοῦ λόγου τῆς ἀλη θείας καὶ διὰ ῥᾳθυμίαν τὸν εὐφραίνοντα τοῦτον ἀπολέσασα λόγον καὶ πάντας τοὺς καρπούς, υἱοὺς αὐτῆς χρηματίζοντας, διὰ τὸ κατ' αὐτῆς ἐχθρὰν τὴν κακίαν δεδυναμῶσθαι. 36 Σιών φησι τὸ ὄρος, τὸν δὲ λαὸν Ἰακώβ , τὴν δὲ μητρόπολιν Ἱερουσαλήμ. ἐνετείλατο δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἐντολὰς δι' ἃς παραβαινομένας ὑπ' ἐχθρῶν ἐκυκλώθη, κατὰ δὲ Σύμμαχον καὶ καθ' ἑτέραν ἔκδοσιν τῶν Ἑβδομήκοντα ἐνετείλατο κύριος κύκλῳ αὐτοῦ γενέσθαι τοὺς θλίβοντας αὐτόν , δηλαδὴ ταῖς εἰς τὸ κακοῦν τεταγμέναις δυνάμεσιν. 37 Τὸ τῆς Ἱερουσαλὴμ δι' ἁμαρτίας ἀκάθαρτον ὡς δι' ἀφέδρου δε δήλωκεν. ἀνὰ μέσον δὲ λέγει ἢ τῆς Σιὼν καὶ τοῦ Ἰακώβ , ἢ ὅλου μὲν τοῦ ὄρους μέση (ἐν μέρει γὰρ αὐτοῦ ᾠκοδόμηται), ὅλου δὲ τοῦ λαοῦ, νῦν τοῦτο σημαίνοντος Ἰακώβ , τὰ δυοκαίδεκα σκῆπτρα. διχῶς δὲ κατὰ λέξιν ἔστι λαβεῖν τὴν Σιὼν καὶ τὴν Ἱερουσαλήμ , ἢ τοὺς τόπους ἢ τοὺς οἰκήτορας. ἀλλ' εἰ μὲν τόπος ἡ Σιών, χεῖρας αὐτῆς τὰ ἔργα, οἷον γεωργία καὶ εἴ τι χειροποίητον, φησὶ διαπεπετασμένας καὶ οὐ συνεστραμμένας οὐδὲ τὸ πρέπον ἔργον χερσὶ ποιουμένας, ὡς ἐν ἀργῷ καὶ ἐρήμῳ τῇ χώρᾳ. εἰ δὲ τοὺς ἐν οικοῦντας λέγει, χεῖρες ἂν εἶεν γεωργοὶ καὶ ἐργάται, μὴ συστέλλοντες εἰς ἔργα τὰς χεῖρας διὰ τὰ περιστάντα. εἰ δὲ τῆς Σιὼν χεῖρες τρο πολογοῦνται, πόσῳ μᾶλλον τὰ κατὰ τὴν γραφὴν μέλη τοῦ θεοῦ. καὶ αὐτὸ δὲ τὸ ὄρος, ὡς εἰπεῖν, μετὰ τοῦ ἔθνους στενάζει, οὐκ ἔχον εἰς παραμυθίαν οὐ θεόν, οὐχ ἅγιον ἄνδρα. 38 Στόμα κυρίου τοὺς προφήτας ἐκληπτέον, ὧν ὑπάρχων Ἡσαΐας ἔλεγε· «τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα». Ἱερουσαλὴμ δὲ ὠνεί δισται ὑπὸ τοῦ σωτῆρος ὡς «ἀποκτείνασα τοὺς προφήτας», καθὸ καὶ παρεπίκρανε τὸ στόμα κυρίου πόνοις αὐτοὺς πικροτάτοις ἐκδοῦσα. ὁ δὲ «τὸ αἷμα τῶν προφητῶν ἐκζητῶν» θεὸς ἀλγηδόσι ταῖς ἐκ πολέμων καὶ πάλιν αἰχμαλωσίαις παραδίδωσιν αὐτῆς νεα νίσκους τε καὶ παρθένους . ἀνθ' ὧν οὖν πέπονθεν, ἐξομολογεῖται τοῖς ἄλλοις ἑαυτὴν παράδειγμα τούτοις παρέχουσα, πρὸς τὸ μὴ πα θεῖν παραπλήσια τὴν τοῦ θεοῦ μαθόντας δικαιοσύνην. 39 Μετὰ τὸ αἰσθητόν, παρθένους νόει τοὺς ἐν ἀφθαρσίᾳ βιοῦντας, νεανίσκους δὲ τοὺς ἐν ἀρετῇ εὐδοκίμους. πολλάκις γὰρ καὶ οἱ ἅγιοι τοῖς ὑπευθύνοις συμπάσχουσιν. 40 Τοὺς ἐραστὰς οἵτινές εἰσι, δεδήλωκεν Ἰεζεκιὴλ λέγων πρὸς Ἱερουσαλήμ, ἣν Ὀλίβαν καλεῖ· «τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σὲ κυκλόθεν, υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους»· οὗτοι γὰρ πρότερον ὄντες φίλοι κατὰ θείαν πρόνοιαν εἰς ἔχθραν μετέβαλον. ὃ δὴ πολλάκις ἐπὶ ἔρωτος γίνεται τρεπομένου πρὸς μῖσος· λέγει γὰρ περὶ μὲν Σαμαρείας· «καὶ ἐξεπόρνευσεν ἡ Ὄλλα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς τοὺς Ἀσσυρίους», καὶ μετ' ὀλίγα· «διὰ τοῦτο παρέδωκεν αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων». λέγει δὲ καὶ περὶ τῆς Ἱερουσαλήμ· «καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς Ὀλίβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς, καὶ ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο». 41 Ἐν μὲν οὖν τῇ προφητείᾳ ἀλγεῖ τὴν ψυχὴν ὡς πεισόμενος δει νότατα· ἐν δὲ τῷ παρόντι Θρήνῳ, ὡς ἤδη τούτων συμβεβηκότων, ἄχθεταί τε καὶ δι' ἁμαρτίας ὁμολογεῖ τὴν χρηστότητα τοῦ θεοῦ πικροτάτην ἑαυτὴν καταστῆσαι, ὡς καὶ ἀτεκνωθῆναι τὴν πολύ τεκνον, καὶ τὸ δεινότατον, πολεμίᾳ χειρί. προσωποποιίας δὲ οὔσης, οὐ δεῖ ζητεῖν πόλεως κοιλίαν τεκοῦσαν καὶ καρδίαν λελυμένην. 42 Μερίζει