1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

9

τὸν λόγον Ἱερουσαλὴμ πρὸς τοὺς ἐχθρούς, οὓς ἀκοῦσαι βούλεται, καὶ πρὸς τὸν θεόν. ἀλλὰ τί παρακαλεῖ πρὸς ἀκοὴν τοὺς ἐχθρούς; τί δέ φησι τῷ θεῷ περὶ αὐτῶν ὡς ἐχάρησαν ; μήποτε τοίνυν (ἐπεὶ «τῷ αὐτῆς καὶ Ἰσραὴλ παραπτώματι γέγονεν ἡ σω τηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς», καὶ «ὅταν τὸ πλή ρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται») πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν τὰ πρῶτα λέγει προφητικῶς, πρὸς τὸν θεὸν δὲ τὰ δεύτερα. ἐγκατελείφθην παθεῖν ἵνα χώραν λάβητε, καὶ γέγονα δι' ὑμᾶς ἐχθρὰ τοῦ θεοῦ, καίπερ κατὰ τὴν ἐκλογὴν ἀγαπητὴ διὰ τοὺς πατέρας ὑπάρχουσα. διὸ τὸν ἐμὸν ἀκούσαντες στεναγμόν , καὶ τὴν αἰτίαν τούτου νοήσατε· τέλεον γὰρ ἐφ' ὑμετέρᾳ σωτηρίᾳ ἐγκα ταλέλειμμαι, μὴ ἔχουσα τὸν ἀεί με παραμυθούμενον μετὰ πεῖραν κακῶν. νῦν γὰρ «ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ»· ἦλθε γὰρ ᾧ ἦν «τὰ ἀποκείμενα», «ἡ προσδοκία τῶν ἐθνῶν», οὗπερ ἐκδικουμένου τοῦ αἵματος, οὐδεὶς ὁ παρακαλῶν ἔτι τὴν Ἱερουσαλήμ. 43 Τουτέστι· μὴ ἐπὶ πλέον ἀφεθῇ χρῆσθαι αὐτῶν ἡ κακία , γέ νοιτο δέ σου ἐν ἐπισκοπῇ, ὡς εἴ τις εὔξαιτο τραύματα εἰς ὄψιν ἐλθεῖν ἰατροῦ πρὸς τὸ τυχεῖν τελείας ἰάσεως. τοῦτο γὰρ τὸ πᾶσα · μακάριον γὰρ μάλιστα μὲν τὸ μὴ ἁμαρτεῖν, δεύτερον δὲ τὸ πᾶσαν ἡμῶν ἐπισκοπεῖσθαι παρὰ θεοῦ τὴν κακίαν. 44 Ἐπιφυλλίσαι δὲ τὸ μετὰ τρυγητὸν τὰ βραχέα τῶν κατα λειφθέντων ἐπιτρυγᾶν, ὅπερ ποιοῦσιν οἱ πένητες. ὥσπερ οὖν ὅτε μὲν ἐπεσκόπεις ἐπιμελῶς, ἐκάθαιρες τὰ κλήματά μου, πάντα τὰ χεί ρονα μέχρι τῶν σμικροτάτων περιαιρῶν «τῆς σταφυλῆς τῆς χολῆς καὶ τοῦ βότρυος τῆς πικρίας», οὕτω τοὺς ἐμοὺς ἐχθροὺς ἐπιφύλ λισον . τοῦτο γάρ μοι λυσιτελές, εἴγε μετ' αὐτοὺς τελείως σωθέντας κἀγὼ κατὰ τὴν σήν, ὦ κύριε, κρίσιν τεύξομαι σωτηρίας· οὓς ὁρῶσα λελύπημαί τε σφόδρα καὶ κατέγνων ἐμαυτῆς, τῆς ἐπισκοπῆς τῆς παρὰ σοῦ δεομένη. 45 Ὅμοιον παρὰ ∆αβὶδ τὸ «πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσει». λέγει δὲ νῦν τοὺς ἄρχοντας, ἐν οἷς ἡ τοῦ ἔθνους ἰσχὺς καθάπερ ἐν τοῖς κερασφόροις τῶν ζώων, καὶ διότι τοῦ σώματος ἐξέχει καθὰ τῶν ὑπηκόων οἱ ἄρχοντες. καὶ ∆ανιὴλ δὲ τὰς βασιλείας ἀπείκασε κέρασιν. δηλοῖ δὲ καὶ τὴν ὑπεροψίαν τοῦ ἡγεμονικοῦ τὸ κέρας , ὡς ἐν τῷ «μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν». ἀπο στρέψας οὖν αὐτοῦ τὴν σῴζουσαν χεῖρα τοῖς πολεμίοις εὐαλώτους ἐποίησεν, οὓς δὴ καὶ φλόγα πάντα δαπανῶσαν ἐκάλεσεν. εἴποις δ' ἂν καὶ πᾶν ἐξέχον νόημα κέρας , καὶ πῦρ τὰ «πάθη τῆς ἀτιμίας», οἷς ὁ πλημμελῶν παραδίδοται, πᾶσαν τὴν κυκλοῦσαν ἀπολέσας βοήθειαν κατὰ τὸ «παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβου μένων αὐτόν». 46 Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι, συγ χωροῦντος τοῦ θεοῦ. καλῶς δὲ τὸ ὡς ἐχθρός · οὐ γὰρ ἐχθραίνων κολάζει ὁ θεός, ἀλλ' ὠφελῆσαι βουλόμενος ἢ τοὺς πάσχοντας ἢ τοὺς ὁρῶντας. σκηνὴν δὲ καλεῖ τὸν ναὸν κατὰ τὸ ἐξ ἀρχῆς ἁγίασμα, καὶ τόξον τὴν τιμωρητικὴν δύναμιν ὡς ἐν Ἀμβακούμ· «ἐντείνων ἐντε νεῖς τὸ τόξον σου ἐπὶ τὰ σκῆπτρα, λέγει κύριος», τὰς ἀντικειμένας δηλονότι ἀρχάς τε καὶ ἐξουσίας. ὁ υἱὸς δέ, δεξιὰ τοῦ θεοῦ καὶ πατρὸς ὑπάρχων, σφόδρα κατηγωνίσατο, καταλύσας καὶ ἅπερ ἐν ναῷ θεοῦ ἔστησαν εἴδωλα (ταῦτα γὰρ ἐπιθύμημα ὀφθαλμῶν ), ἀποκτείνας ἀντὶ τῶν εἰδώλων τοὺς ἐνοικήσαντας δαίμονας. 47 Βάρεις τὰς οἰκίας φησίν, ἅπερ βασιλείας ἐξέδωκε Σύμμαχος. ἐπαναλαμβάνει δὲ τοὺς θρήνους, ὡς ἄν τις ἐπὶ πένθει περιαλγῶν. πάλιν δὲ δείκνυσιν, ὡς ταπεινὸν λογισμὸν καὶ ταπεινὴν ἀνείληφεν ἔννοιαν, καθαιρεθέντων τῶν ὡς οἰκημάτων τε καὶ φρουρίων, κα θάπερ πληρούντων τὸ ἡγεμονικόν. ἀρεταὶ μὲν γὰρ τὰ οἰκήματα, ὑπ' αὐτῶν γὰρ σκεπόμεθα, ὀχυρώματα δὲ οἱ ἀναντίρρητοι λο γισμοί. οὐ γὰρ ἐπὶ χειρόνων νῦν ἡ καθαίρεσις «ὑψωμάτων, ἐπαιρο μένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ», οὐδὲ ταπεινότητος καθ' ἥν τις «μανθάνει τὰ δικαιώματα τοῦ θεοῦ»· ταῦτα γὰρ χαρᾶς, ἀλλ' οὐ Θρήνου πέφυκεν ἄξια. 48 Σκηνὴν μὲν τὸν ναόν, ἄμπελον δὲ καὶ ἀμπελῶνα λέγει τὸν Ἰσραὴλ κατὰ τὸ «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας» παρὰ ∆αβίδ, καὶ «ἀμπελὼν ἐγενήθη τῷ