ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ' ἑαυτοῦ 5.31 καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; 6.32 <Οὐ> πᾶς καιρὸς δέδοται καὶ τοῖς ἐν γάμῳ οὖσι τῆς κοινωνίας τῆς γαμικῆς, ἀλλ' ἔστιν, ὅτε δεῖ ταύτης ἀφιστᾶν ἤδη γεγηρακότας καὶ ὑπὸ τῆς προνοίας ἀποκεκλεισμένους πρὸς τὸ συλλαμβάνειν <διὰ> τὰ ἔργα τοῦ γάμου. Ἐπεὶ οὖν αὕτη κατ' οἰκονομίαν διὰ τὸν τοῦ ἀγγέλου λόγον «συνέλα βεν», ᾐσχύνετο, εἰ [μὴ] πρεσβῦτις <οὖσα> μετ' ἀνδρὸς κοιμᾶται, 6.33 καὶ «ἔκρυπτεν ἑαυτὴν ἐπὶ μῆνας πέντε», ἕως καὶ Μαρία συλλάβῃ. Ὅτε γὰρ Μαρία συνέλαβε καὶ ἦλθε πρὸς αὐτήν, καὶ «ὅτε ἐγένετο ὁ ἀσπασμὸς» αὐτῆς «εἰς τὰ ὦτα» αὐτῆς, «ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ» τῆς Ἐλι σάβετ, καὶ προεφήτευσεν ἡ Ἐλι σάβετ καὶ ἐκ «πνεύματος ἁγίου» ἐλάλησε τὰ ἀναγεγραμμένα. Καὶ «ἐλαλήθη ἐν τῇ ὀρεινῇ πάντα τὰ ῥήματα ταῦτα». Λαληθέντων οὖν αὐτῶν ὡς περὶ θείας συλλή ψεως καὶ ὡς περὶ προφήτου μέλλον τος γεννᾶσθαι ἐν τῷ λαῷ, οὐκ ἔτι «ἑαυτὴν περιέκρυβεν», ἀλλ', εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἐπαρρησιάσατο, ὅτι ἄρα γέννημα εἴη αὐτῆς ὁ πρό δρομος τοῦ κυρίου. 6.34 Εἶτα μετὰ ταῦτα γέγραπται, ὅτι «τῷ μηνὶ τῷ ἕκτῳ», τῆς συλλήψεως Ἐλισάβετ δηλαδή, «ἀπεστάλη ἄγγε λος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ πρὸς παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ». Τί δήποτε κρίνας ὁ θεὸς ἐκ παρθένου γεννῆσαι τὸν σωτῆρα οὐκ ἐπελέξατο παρθένον ἀμνήστευτον; Μήποτε οὖν οἰκονομία ἦν καὶ τὸ μνηστῆρα αὐτὴν ἔχουσαν συλλαβεῖν, ὡς μὴ δοκεῖν αἰσχύνην φέρειν ἐπὶ τοῦ σώματος αὐτῆς τὸ σύλλημμα; ∆ι' ὃ καλῶς ἐν μιᾷ τῶν μάρτυρός τινος ἐπιστολῶν γέγραπται-τὸν Ἰγνάτιον λέγω, τὸν μετὰ τὸν μα κάριον Πέτρον τῆς Ἀντιοχείας δεύ τερον ἐπίσκοπον, τὸν ἐν τῷ διωγμῷ ἐν Ῥώμῃ θηρίοις μαχησάμενον-· 6.35 «καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας». Ὡς, εἰ μὴ ἐγεγόνει ὁ δοκῶν γάμος, οὐκ ἂν αὐτὸν ἔλαθεν, ἀλλ' ἔγνω «ὁ ἄρχων τοῦ αἰῶνος τούτου», ὅτι μηδέποτε μετὰ ἀνδρὸς κοιμηθεῖσα ἡ Μαρία συνέλαβεν καὶ ὀφείλει τὸ σύλλημμα τοῦτο θεῖον εἶναι. Ἐβούλετο δὲ ὁ σωτὴρ καθ' ὅλην τὴν οἰκονομίαν λανθάνειν τὸν διά βολον, καὶ γοῦν ἐνετέλλετο τοῖς μαθηταῖς μὴ φανερὸν ποιεῖν αὐτόν. Ἀλλὰ καὶ ἡνίκα ἐπειράζετο ὑπὸ τοῦ διαβόλου, οὐδαμοῦ ἀπεφήνατο γυμ νῶς, ὅτι υἱός ἐστιν τοῦ θεοῦ, ἀλλὰ μόνον ἔλεγεν· οὐ δεῖ μέ σοι προσ κυνεῖν, οὐ δεῖ με τοὺς λίθους ποιεῖν ἄρτους, οὐ δεῖ με ῥίπτειν ἐμαυτὸν ἄνωθεν κάτω. 6.36 Ἀλλὰ καὶ ὁ ἀπόστολος τὴν τοῦ πάθους οἰκονομίαν κατὰ λήθην φησὶ γεγονέναι τῆς ἀντικειμένης ἐνερ γείας· «ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν. Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν». Εἰ δὲ τὸ δαιμόνιον οὐκ ἔλαθεν -εἶπεν γάρ· «Οἴδαμέν σε, τίς εἶ, ὁ υἱὸς τοῦ θεοῦ»- ὅρα, ὅτι ὁ ἐλάττων ἐν τῇ κακίᾳ ᾔδει τὸν σωτῆρα, ὁ δὲ χείρων ἐν αὐτῇ ἀπὸ τοῦ μεγέθους τῆς κακίας ἐνεποδίζετο αὐτὸν 6.37 θεωρεῖν. Καὶ ἡμῶν δὲ ἡ κακία, ἐὰν μὲν ἐλάττων ᾖ, βοηθούμεθα διὰ τὸ ἔλαττον πρὸς τὸ βιῶσαι καλῶς· ἐὰν δὲ κακία ἡμῖν πλείων εὑρεθῇ, πλείων ἀγὼν αὐτὴν ἀποβαλεῖν. Ξένον αὐτῇ τινα ἀσπασμὸν εἶπεν, ὃν οὐχ εὗρον ἐν οὐδεμίᾳ γραφῇ· φέρε δὴ περὶ τούτου ἐξετάσωμεν. Τὸ «χαῖρε κεχαριτωμένη» εἴρηται οὐδαμοῦ· ἀλλ' οὐδ' ἀνδρί που εἴρηται τοῦτο, ταύτῃ δὲ ἐτηρεῖτο ὁ ἀσπασ μὸς οὗτος. Τί οὖν ἡ παρθένος, ξένον τινὰ καὶ οὐδενὶ πρότερον λεχθέντα ὡς νομο 6.38 μαθὴς εἰδυῖα τὸν ἀσπασμόν; ἐτα ράχθη ἐπὶ τῷ λόγῳ· διὸ καὶ αὐτός φησι πρὸς αὐτὴν τό· «μὴ φοβοῦ». «Οὗτος ἔσται μέγας», φησίν. Τοῦτο εἴρηται καὶ περὶ Ἰωάννου· ἀλλ' ὅτε ἦλθεν ὁ ἀληθῶς «μέγας», ἐκεῖνος ἦν μικρός. «Ἐκεῖνος» γὰρ «ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων». Τὸ δὲ μέγεθος αὐτοῦ οὐ τότε οὕτως ἐδηλοῦτο, ὅσον νῦν φαίνεται. Ὅρα γὰρ <τὸ> μέγεθος δυνάμεως αὐτοῦ· «ὅτι εἰς πᾶσαν τὴν γῆν ἐξῆλ θεν ὁ φθόγγος τῆς διδασκαλίας αὐ τοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκου μένης τὰ ῥήματα αὐτοῦ». 6.39 καὶ μετὰ τῶν ἐν <Βρεττανίᾳ .......> καὶ μετὰ τῶν ἐν Μαυριττανίᾳ καὶ μετὰ τῶν πανταχοῦ πιστευόντων καὶ καθόλου διῆκον. Ἀνάβα γὰρ τῷ λόγῳ εἰς τὸν οὐρανὸν καὶ ἴδε αὐτὸν τὰ ἐκεῖ πληροῦντα· «ὤφθη» γὰρ