Homiliae in Lucam 1.3 Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦ

 ἐπιγνώσεταί τις, «περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά λειαν», συνεὶς τὸν λόγον τοῦ εὐαγ γελίου. 2.12 «Ἦσαν δὲ δίκαιοι», φησίν, «ἀμ φότεροι». Οἱ θέλοντες σ

 ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι,

 ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ' ἑαυτοῦ 5.31 καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; 6.32 <Οὐ> πᾶς καιρὸς δέδοται

 «ἀγγέλοις». Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. «Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα», «ἵνα ἐν τῷ ὀ

 κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ' ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου», οὐ γεν

 παριστᾷ ἡ προφητεία· «Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι». Τίνι κέ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· «ἤγειρεν κέρας ἡμῖν». «Ἤγειρε», φησίν, ἡμῖν ὁ θεὸ

 αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά νοντος καὶ ὁσημέραι πλείονος γε νομένου καὶ ἡ ψυχὴ

 τα[ς] εἰς τὸν καταρτισμὸν τῶν ἁγίων». Ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον. Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες 12.74 ποιμένε

 τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. 14.83 «<Ὃ> ἀπέθανεν» Χριστός, «τῇ ἁμαρτίᾳ ἀπέθανεν», οὐχ ὅτι ἥμαρ τεν-»

 θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· «ἀπε λεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης». Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοή

 ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, 17.107 καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περ

 μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι. 20.123 Ἡ οὖν Μαρία ὡς θησαυροὺς «ἐτήρει πάντα» ὡς τῶν πραγμάτων ἐπιστήμων· οὐ γὰρ

 σκολιὰ εἰς εὐθεῖαν». Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται «τὰ σκολιὰ εἰς εὐθεῖαν». Καὶ πάλ

 κόσμου καθεζό μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. ∆ιὸ γέγραπται· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρ

 βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναι

 θεόν. ∆ιὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ 29.171 πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ άγουσιν αὐτὸν καὶ πειραζόμενον. 30.17

 χήρα τὸν Ἡλίαν «λιμοῦ γενομέ νου» ἐν τῷ Ἰσραὴλ «τοῦ ἀκοῦσαι λό γον θεοῦ». Περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλο

 ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος-ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς

 38.216 Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; 39.217 Ἐρωτῶσι τοίνυν· «ἐν τῇ

ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι, 3.21 ἀλλὰ ἕκαστος τῶν βλεπόντων τῷ καθαρὰν ἔχειν καρδίαν καὶ παρε σκευάσθαι πρὸς τὸ βλέπειν τὸν θεὸν ὄψεται τὸν θεόν. Καὶ ἐν τῷ αὐτῷ τόπῳ δύο, ὁ μὲν καθαρὰν ἔχων καρ δίαν, ὁ δὲ ἐβδελυγμένην· ὁ μὲν ὄψεται, ἐπεὶ οὐκ ἐν τόπῳ βλέπεται ὁ θεός, ἀλλὰ καθαρᾷ καρ δίᾳ, ὁ δὲ οὐκ ὄψεται αὐτόν. Οὕτω νοητέον καὶ ἐπὶ τοῦ Χριστοῦ. Μὴ γὰρ οἴου, ὅτι πάντες οἱ βλέ ποντες Χριστὸν ἔβλεπον. Ἔβλεπον Χριστοῦ σῶμα, Χριστὸν δέ, καθ' ὃ Χριστός ἐστιν, οὐκ ἔβλεπον. Ἐβλέπετο δὲ ὑπὸ μόνων τῶν ἀξίων βλέπειν τὸ μέγεθος αὐτοῦ. 3.22 Ἐπηγγείλατο δὲ καὶ ἡ γραφή· «ὅτι εὑρίσκεται τοῖς μὴ πειράζου σιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ». 4.23 «Ἐταράχθη», δέ φησιν, «Ζαχα ρίας ἰδών»· ξενίζουσα γὰρ ὄψις ἀν θρώπῳ φαινομένη οὐκ ἔστιν αὐτῷ ὑπομονητή· ὅμως ἐπιστρέφει αὐτὸν ἀπὸ τῆς ταραχῆς ὁ ἄγγελος εἰπών· «μὴ φοβοῦ, Ζαχαρία» καὶ ἀνα κτᾶται αὐτὸν διὰ τοῦ εὐαγγελίζε σθαι τὴν γέννησιν Ἰωάννου λέγων· «ἠκούσθη ἡ δέησίς σου». 4.24 Τὸ δὲ εἰπεῖν· «ἔσται μέγας» μέ γεθος ἐμφαίνει τῆς Ἰωάννου ψυχῆς, καὶ μέγεθος βλεπόμενον ὑπὸ τοῦ θεοῦ. Ἔστι γάρ τι μέγεθος ψυχῆς κατ' ἀρετήν, ὅ ἐστιν ὁρώμενον κυ ρίῳ, καὶ ἔστι τις σμικρότης ψυχῆς. Ἐγὼ οὕτως ἀκούω τοῦ ἐν τῷ εὐαγγελίῳ· «μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων», τῶν ἐν τῇ ἐκ κλησίᾳ. «Μικρὸν» γὰρ ἐκεῖ τὸν ἐναν τίον τοῦ μεγάλου λέγει, οὐ χρείαν ἔχων ἐντολῆς περὶ τοῦ μεγάλου, ἵνα καὶ τοῦτο εἴπῃ· οὐδὲ γὰρ κατα 4.25 φρονεῖται ὁ μέγας. Ὅτι δὲ «ὁ μικρὸς» <οὐχ> ὁ τυχών ἐστι, δῆλον ἐκ τοῦ· «ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων». Μέγας γὰρ οὐ σκανδαλίζεται· ἀλλ' ὁ μέγας παντὸς σκανδάλου κρείττων ἐστίν. Ὁ μὲν οὖν λαὸς οὐκ οἶδε τὸν σωτῆρα ἤδη ποιοῦντα «σημεῖα καὶ τέρατα», 4.26 ὁ δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν ἡ μήτηρ Ἰησοῦ. «Ἰδοὺ γάρ», φησίν, «ὡς ἐγένετο ὁ ἀσπασμός σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου». Πνεῦμα οὖν ἅγιον εἶχεν ἔτι ἐν τῇ κοιλίᾳ τῆς μητρὸς ὢν ὁ Ἰωάννης. Αὐτὸς μὲν οὖν «πολλοὺς» λέγεται «ἐπιστρέψαι». Ὁ μὲν Ἰωάννης «πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπέστρεψε πρὸς κύριον τὸν θεὸν αὐτῶν», κατὰ τὴν τοῦ ἀγγέλου φωνήν, ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πάντας ἐφώτι 4.27 σεν εἰς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Τοῦτο γὰρ αὐτοῦ τὸ ἔργον ἐστίν· «καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπι στρέψει πρὸς κύριον τὸν θεὸν αὐτῶν». Οὐ γὰρ «ἐν ψυχῇ Ἡλίου» φησίν -οὐ γὰρ ἦν μετεμψύχωσις-ἀλλ' «ἐν πνεύματι καὶ δυνάμει Ἡλίου». Ἦν γὰρ ἐπὶ τὸν Ἡλίαν πνεῦμα καὶ δύναμις, εἴτ' οὖν πνευματικὸν χάρισ μα, ὥσπερ καὶ ἐπὶ ἕκαστον τῶν προφητῶν. Τὸ οὖν πνεῦμα, ὅπερ ἦν ἐν Ἡλίᾳ, γέγονεν ἐν Ἰωάννῃ. Ἐκεῖνος ἀνελήφθη, οὗτος δὲ πρό δρομος γέγονε τοῦ σωτῆρος. 4.28 Ἀπέθανε πρὸ τοῦ σωτῆρος, ἵνα καὶ τοῖς ἐν ᾅδῃ πρόδρομος γεγονὼς τοῦ σωτῆρος κηρύξῃ τὴν κατάβασιν Ἰησοῦ Χριστοῦ. 5.29 Καταδικάζεται σιωπᾶν Ζαχαρίας ὁ ἱερεύς, ὁ λειτουργὸς τοῦ θεοῦ ὁ τὰς θυσίας προσφέρων, καὶ σιωπᾷ καὶ σιωπῶν μόνον διένευεν, καὶ διέμεινε κωφὸς μέχρι τῆς γεννή σεως Ἰωάννου. Τί οὖν ταῦτα; Ἡ τοῦ Ζαχαρίου σιωπὴ <σιωπὴ> τῶν προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ θεοῦ. Οὐκέτι γὰρ θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν «ὁ ἐν ἀρχῇ λόγος-ὁ λόγος, ὁ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος»-πρὸς ἡμᾶς καὶ παρ' ἡμῖν οὐ σιωπᾷ, παρ' ἐκείνοις δὲ σεσιώπηκεν. ∆ιὰ τοῦτο σιωπᾷ ὁ προφήτης Ζαχαρίας· καὶ γὰρ προφήτης γεγονέναι λέγεται. Τί δέ· «καὶ διένευεν αὐτοῖς»; Τὸ «διανεύειν» διαμένοντα κωφὸν τοι οῦτόν ἐστιν· αἱ χωρὶς λόγου πράξεις 5.30 οὐδὲν διαφέρουσι νεύσεων, αἱ δὲ μετὰ λόγου πράξεις οὐκ εἰσὶ νεύσεις· κοσμοῦνται γὰρ ὑπὸ τοῦ λόγου. Ἐὰν οὖν ἴδῃς Ἰουδαίων τὴν πολιτείαν ἄλογον, ὡς μὴ δύνασθαι αὐτοὺς διδόναι λόγον, περὶ ὧν πράτ τουσι, βλέπε τὸν τύπον τὸν γεγενη μένον ἐπὶ Ζαχαρίου διαμένοντος κωφοῦ καὶ διανεύοντος αὐτοῖς. Κατὰ τοῦτο αὐτοῖς περιτομὴ χωρὶς λόγου νεύματα, καὶ Πάσχα καὶ προσευχαί. Ἔστι γὰρ κωφὸς νῦν ὁ λαὸς καὶ ἄλαλος· καὶ πῶς γὰρ οὐκ ἤμελλεν κωφὸς καὶ ἄλογος καὶ