Homiliae in Lucam 1.3 Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦ

 ἐπιγνώσεταί τις, «περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά λειαν», συνεὶς τὸν λόγον τοῦ εὐαγ γελίου. 2.12 «Ἦσαν δὲ δίκαιοι», φησίν, «ἀμ φότεροι». Οἱ θέλοντες σ

 ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι,

 ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ' ἑαυτοῦ 5.31 καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; 6.32 <Οὐ> πᾶς καιρὸς δέδοται

 «ἀγγέλοις». Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. «Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα», «ἵνα ἐν τῷ ὀ

 κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ' ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου», οὐ γεν

 παριστᾷ ἡ προφητεία· «Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι». Τίνι κέ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· «ἤγειρεν κέρας ἡμῖν». «Ἤγειρε», φησίν, ἡμῖν ὁ θεὸ

 αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά νοντος καὶ ὁσημέραι πλείονος γε νομένου καὶ ἡ ψυχὴ

 τα[ς] εἰς τὸν καταρτισμὸν τῶν ἁγίων». Ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον. Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες 12.74 ποιμένε

 τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. 14.83 «<Ὃ> ἀπέθανεν» Χριστός, «τῇ ἁμαρτίᾳ ἀπέθανεν», οὐχ ὅτι ἥμαρ τεν-»

 θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· «ἀπε λεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης». Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοή

 ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, 17.107 καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περ

 μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι. 20.123 Ἡ οὖν Μαρία ὡς θησαυροὺς «ἐτήρει πάντα» ὡς τῶν πραγμάτων ἐπιστήμων· οὐ γὰρ

 σκολιὰ εἰς εὐθεῖαν». Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται «τὰ σκολιὰ εἰς εὐθεῖαν». Καὶ πάλ

 κόσμου καθεζό μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. ∆ιὸ γέγραπται· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρ

 βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναι

 θεόν. ∆ιὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ 29.171 πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ άγουσιν αὐτὸν καὶ πειραζόμενον. 30.17

 χήρα τὸν Ἡλίαν «λιμοῦ γενομέ νου» ἐν τῷ Ἰσραὴλ «τοῦ ἀκοῦσαι λό γον θεοῦ». Περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλο

 ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος-ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς

 38.216 Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; 39.217 Ἐρωτῶσι τοίνυν· «ἐν τῇ

τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. 14.83 «<Ὃ> ἀπέθανεν» Χριστός, «τῇ ἁμαρτίᾳ ἀπέθανεν», οὐχ ὅτι ἥμαρ τεν-»οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»-ἀλλ' [ὅτι] ἀπέθανεν, ἵνα ἡμεῖς οἱ συναποθανόντες αὐτῷ, αὐ τοῦ ἀποθανόντος «τῇ ἁμαρτίᾳ», μη κέτι ζῶμεν «τῇ ἁμαρτίᾳ». ∆ι' ὃ λέ γεται· «εἰ συναπεθάνομεν, καὶ συν ζήσομεν»· ὥσπερ οὖν συναπεθάνο μεν αὐτῷ ἀποθνήσκοντι τότε, οὕ τω περιετμήθημεν αὐτῷ περιετμη θέντι τότε· καὶ μετὰ τὴν περιτομὴν αὐτὴν γέγονεν οἰκονομία ἡ διὰ τοῦ προτέρου καθαρισμοῦ. ∆ιὰ τοῦτο ἡμεῖς οὐκέτι περιτεμνόμεθα, ὅτι ἡ περιτομὴ αὐτοῦ δι' ἡμᾶς γεγένηται· 14.84 «ἐν ᾧ περιετμήθητε», φησὶν ὁ Παῦλος, «περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρ κός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πί στεως». Οὐκοῦν καὶ ὁ θάνατος αὐ τοῦ ὑπὲρ ἡμῶν γέγονεν, καὶ ἡ ἀνά στασις καὶ ἡ περιτομή. Ἀναγκαίως δὲ ἐπεσημήνατο ὁ εὐαγγελιστὴς λέγων· «ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰησοῦς τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου». Οὐκ ἔδει γὰρ ἀπ' ἀνθρώπων πρῶτον κληθῆναι οὐδὲ ἀπ' <αὐτῶν> δοξασθῆναι, ἀλλ' ἀπὸ κρειττόνων παρὰ τὴν τῶν ἀν θρώπων φύσιν καὶ κληθῆναι τὸ προσκυνητὸν ὄνομα καὶ ἔντιμον καὶ «ὑπὲρ πᾶν ὄνομα». 14.85 Εἰ δὲ ἔκειτο ὑπὲρ «τοῦ καθαρισ μοῦ» Μαρίας μόνης, οὐδὲν ἐζητοῦμεν· νυνὶ δὲ «τοῦ καθαρισμοῦ αὐτῶν» φη σιν. Ἆρ' οὖν καὶ Ἰησοῦς δεῖται καθαρισμοῦ; Ἀλλ' ὅρα τὸ τόλμημα τοῦ λόγου· μνήσθητι τῶν εἰρημένων ἐν τῷ Ἰὼβ μυστικῶς· «οὐδεὶς κα θαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἐπὶ τῆς γῆς»· οὐκ εἶπεν· ἀπὸ ἁμαρτίας, ἀλλ'· «ἀπὸ ῥύπου». Ὅτι καὶ οὐ ταὐτά, λέγει Ἡσαίας· «ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν»· 14.86 ἐρρύπωται οὖν πᾶσα ψυχὴ ἐν δεδυμένη σῶμα ἀνθρώπινον. Ἄκουε Ζαχαρίου· «Ἰησοῦς ἦν ἐνδε- δυμένος ἱμάτια ῥυπαρά». Τὸ δὲ ῥητὸν χρήσιμον καὶ πρὸς τοὺς λέγοντας, ὅτι ὁ σωτὴρ οὐκ ἔλαβε σάρκα ἀν θρωπίνην, ἀλλ' ἤνεγκεν ἀπὸ τοῦ οὐρανοῦ πνευματικὸν σῶμα, τὸ πνευματικὸν σῶμα ἐρρυπωμένον <νομίζοντας. 14.87 Ἐπεὶ> γὰρ λέγειν δυνήσον ται <ταῦτα καὶ> τοῦτο παραδέ ξονται, ὅρα αὐτοὺς λέγειν, ὅτι ἐν ταῖς ἐπαγγελίαις, ὅταν πληρωθῇ τό· «σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν», ἐγειρόμεθα ἐρρυπωμένοι, ὅπερ μὴ δεῖ λέγειν. Ἐδεήθη οὖν ὁ σωτήρ, ὡς «ἐνδε δυμένος ἱμάτια ῥυπαρὰ» τὸ σῶμα τὸ ἀνθρώπινον καὶ γήϊνον, τοῦ προσ ενεχθῆναι καὶ περὶ αὐτοῦ καθαρισμόν. Τὰ παιδία βαπτίζεται «εἰς ἄφεσιν ἁμαρτημάτων». Ποίων; Πότε γὰρ 14.88 ἥμαρτον; Ἀλλὰ μήποτε, ἐπεὶ «οὐ δεὶς καθαρὸς ἀπὸ ῥύπου», τὸν ῥύπον δὲ ἀποτίθεταί τις διὰ τοῦ μυστηρίου τοῦ βαπτίσματος, διὰ τοῦτο καὶ τὰ παιδία βαπτίζεται. Μυστικῶς δὲ «ἡ μέραι» πληρούμεναι· οὐ γὰρ ἅμα τῇ γενέσει ὁ καθαρισμός, ἀλλ' ὥσπερ γέγραπται ἐν τῷ νόμῳ· «ὅτι ἐὰν τεχθῇ ἄρσεν, ἑπτὰ ἡμέρας καθιεῖται ἐν αἵματι ἀκαθάρτῳ, εἶτα τριάκοντα τρεῖς ἐπὶ αἵματι καθαρῷ» καὶ αὐτὴ καὶ τὸ παιδίον, οὕτως, ἐπεὶ «ὁ νόμος σκιὰν ἔχει τῶν μελλόντων ἀγαθῶν», ἔστιν ἰδεῖν καθαρισμὸν γινόμενον ὕστερόν πο τε· τάχα δὲ ἐὰν ἀναστῶμεν ἐκ νε κρῶν, <δεόμεθα τοῦ> μυστηρίου <τοῦ> καθαίροντος ἡμᾶς ... θαυμάζω, εἴ τις ἀνίσταται παντὸς ῥύπου καθαρεύων· ἐν <τῇ> παλιγγενεσίᾳ 14.89 οὖν ταύτῃ τοιοῦτόν τι ἔσται μυ στήριον καθαρισμοῦ, ὅπερ ἐποίησεν ὁ Ἰησοῦς ἐπὶ τῆς γενέσεως αὐτοῦ. Τὰ οὖν ἀρσενικὰ ἅγια ὄντα <ἅτε> μήτραν ἀνοίγοντα ἔδει ἀναφέρεσθαι κυρίῳ παρὰ τῷ θυσιαστηρίῳ, μόνος 14.90 δὲ Χριστὸς διήνοιξεν μήτραν ἐκ παρ θένου τεχθείς· οὐδὲν γὰρ ἄλλο πρὸ τοῦ Χριστοῦ τῆς μήτρας ἐκείνης τῆς ἱερᾶς ἥψατο· πάντων δὲ τὰ πρω τότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ' οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλ' ὁ σύμβιος. 15.92 Ὡς ἐν δεσμωτηρίῳ ὢν τοῦ σώ ματος καὶ ὁρῶν, ὅτι οὐδεὶς αὐτὸν λύει ἀπ' αὐτοῦ, ὥστε μετ' ἐλπίδος ἀπολυθῆναι τοῦ κόσμου, ἢ ἐκεῖνος, ὃν αὐτὸς κατέσχεν «εἰς τὰς ἀγκάλας» αὐτοῦ, φησίν· «νῦν ἀπολύεις τὸν δοῦ λόν σου κατὰ τὸ ῥῆμά σου». 15.93 Καὶ ἴδε τὴν προσθήκην, τὸ «ἐν εἰρήνῃ»· οὐχ ἁπλῶς φησιν· ἀπολυ 15.94 θῆναι