Homiliae in Lucam 1.3 Ὥσπερ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τού των τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται, καὶ ἦ

 ἐπιγνώσεταί τις, «περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά λειαν», συνεὶς τὸν λόγον τοῦ εὐαγ γελίου. 2.12 «Ἦσαν δὲ δίκαιοι», φησίν, «ἀμ φότεροι». Οἱ θέλοντες σ

 ὤφθη» τῷ Ζαχαρίᾳ, καὶ μὴ θέλων οὐκ ἂν «ὤφθη» αὐτῷ. Ἀλλὰ καὶ μετὰ τὸν «ἐνεστῶτα αἰῶνα», ἐὰν ἐξέλθωμεν, ἴσθι, ὅτι οὐ παντὶ φαίνεται ὁ θεὸς ἢ οἱ ἄγγελοι,

 ἄλαλος εἶναι, ἐκβαλὼν τὸν λόγον ἀφ' ἑαυτοῦ 5.31 καὶ μὴ δυνάμενος περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ ἢ προφητικοῦ λόγου; 6.32 <Οὐ> πᾶς καιρὸς δέδοται

 «ἀγγέλοις». Κατάβα τῷ λόγῳ εἰς τὴν ἄβυσσον [καὶ ὡσαύτως]· κατέβη γὰρ κἀκεῖ. «Καταβὰς γὰρ αὐτός ἐστιν καὶ ὁ ἀναβάς, ἵνα πληρώσῃ τὰ πάντα», «ἵνα ἐν τῷ ὀ

 κύριος οὔτε μείζων γίνεται οὔτε ἐλάττων, ἀλλ' ὅ ἐστιν, ἐστίν· πῶς οὖν δύναται ψυχὴ μεγαλῦναι τὸν κύριον; Ὅτι «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου», οὐ γεν

 παριστᾷ ἡ προφητεία· «Ἀμπελὼν γὰρ ἐγεννήθη ἐν κέρατι». Τίνι κέ ρατι; Τῷ Χριστῷ τούτῳ, περὶ οὗ λέγει· «ἤγειρεν κέρας ἡμῖν». «Ἤγειρε», φησίν, ἡμῖν ὁ θεὸ

 αὐξανόμενον τὸ πνεῦμα ἐν ἑαυτῷ ἔμεινεν, ὁποῖον ἦν ἀπ' ἀρχῆς, ἀλλὰ ηὔξανεν τὸ πνεῦμα ἑαυτῷ, οὗ αὐξά νοντος καὶ ὁσημέραι πλείονος γε νομένου καὶ ἡ ψυχὴ

 τα[ς] εἰς τὸν καταρτισμὸν τῶν ἁγίων». Ταῦτα μὲν ἐπὶ τὸ εὐχερέστερον. Εἰ δὲ δεῖ ἀναβῆναι καὶ ἐπὶ λόγον μυστικώτερον, λέγω, ὅτι ἦσάν τινες 12.74 ποιμένε

 τοῦ κυρίου αὐτοῦ, ἤγουν ὁ ἐξ Ἰσραήλ, ἀλλὰ τὸ ἀκάθαρτον ζῷον, τὸ ἀπὸ τῶν ἐθνῶν. 14.83 «<Ὃ> ἀπέθανεν» Χριστός, «τῇ ἁμαρτίᾳ ἀπέθανεν», οὐχ ὅτι ἥμαρ τεν-»

 θέλων, ἀλλ' «ἐν εἰρήνῃ» κατὰ τὸ λεχθὲν τῷ Ἀβραάμ· «ἀπε λεύσῃ πρὸς τοὺς πατέρας σου μετ' εἰρήνης». Τίς δέ ἐστιν ὁ «μετ' εἰρήνης» ἀπαλλασσόμενος ἢ ὁ νοή

 ρίαν, μετὰ τὴν ἀπόρρητον γνῶ σιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, 17.107 καὶ σοῦ οὖν αὐτῆς τῆς ἄνωθεν δεδιδαγμένης τὰ περ

 μόνον τοὺς φύσει, ἀλλὰ καὶ τοὺς θέσει, καὶ ποιῶσιν, ὅσα ἐπιτάσσουσι. 20.123 Ἡ οὖν Μαρία ὡς θησαυροὺς «ἐτήρει πάντα» ὡς τῶν πραγμάτων ἐπιστήμων· οὐ γὰρ

 σκολιὰ εἰς εὐθεῖαν». Ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν· ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται «τὰ σκολιὰ εἰς εὐθεῖαν». Καὶ πάλ

 κόσμου καθεζό μενοι οἱονεὶ τελωνοῦσι ἡμᾶς καὶ κατέχουσι, μή τι αὐτῶν ἐν ἡμῖν ἐστιν. ∆ιὸ γέγραπται· «ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρ

 βαπτίσματος, καὶ τῇ γενεαλογίᾳ ἀνα βαίνει οὐ διὰ Σολομῶντος, ἀλλὰ διὰ Ναθὰν τοῦ ἐλέγξαντος τὸν πατέρα ἐπὶ τῇ γενέσει Σολομῶντος καὶ τῇ τοῦ Οὐρίου ἀναι

 θεόν. ∆ιὰ τοῦτο, ἐπειδὴ θεός, οὐκ ἐπει ράζετο· οἱ δὲ ἄλλοι, ὡς τὰ ἀνθρώ 29.171 πινα διηγούμενοι τοῦ σωτῆρος, εἰσ άγουσιν αὐτὸν καὶ πειραζόμενον. 30.17

 χήρα τὸν Ἡλίαν «λιμοῦ γενομέ νου» ἐν τῷ Ἰσραὴλ «τοῦ ἀκοῦσαι λό γον θεοῦ». Περὶ ταύτης τῆς χήρας ὁ προφήτης φησίν, ὅτι «πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλο

 ἀποστῆσαί σε ἐκείνου τοῦ σοῦ ἄρχοντος-ἕως οὖν «ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχον τα», πρὶν ἀπελθεῖν «πρὸς τὸν κριτήν», πρὶν ἄξιον γενέσθαι τῆς

 38.216 Ἐὰν γὰρ τὰ ἐξ ἁγίου πνεύματος λελαλημένα μοι μισθοῦ πιπράσκω, τί ἄλλο ποιῶ ἢ τὸ πνεῦμα τὸ ἅγιον μισθοῦ πιπράσκω; 39.217 Ἐρωτῶσι τοίνυν· «ἐν τῇ

ἐπιγνώσεταί τις, «περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφά λειαν», συνεὶς τὸν λόγον τοῦ εὐαγ γελίου. 2.12 «Ἦσαν δὲ δίκαιοι», φησίν, «ἀμ φότεροι». Οἱ θέλοντες συναγορεύειν ἑαυτῶν ταῖς ἁμαρτίαις οἴονται ἀδύ νατον εἶναι πάντῃ ἀναμάρτητον εἶναί τινα, καὶ χρῶνται τὰ τοῦ Ἰώβ· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου». Τὸ δὲ ἀναμάρτητον δισσῶς νοεῖ ται· τὸ μὲν ἐν τῷ μηδέποτε ἡμαρ τηκέναι, τὸ δὲ ἐν τῷ μηκέτι ἁμαρ τάνειν. Ἐκ μὲν οὖν τοῦ μηδέποτε ἁμαρτῆσαι οὐδεὶς ἂν εἴη ἀναμάρ τητος· πάντες γὰρ ἄνθρωποί ποτε ἥμαρτον, καὶ <ἂν> ὕστερον «δίκαιοι» γένωνται. 2.13 ∆υνατὸν δὲ ἐκ τοῦ μηκέτι ἁμαρ τάνειν χρηματίσαι ἀναμάρτητον· οὕτω γὰρ καὶ ὁ Χριστὸς «παρέστη σεν ἑαυτῷ τὴν ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα», οὐχ ὅτι οὐδέποτε ἐσπίλωται ὁ ἐκκλησιαστικὸς ἢ γέγονεν ἐν ῥυτίδι τοῦ «παλαιοῦ ἀνθρώπου», ἀλλὰ ὅτι οὐκ ἔχει ἔτι «ῥυτίδα». Παράδειγμα δὲ τοῦ δύνασθαι ἄν θρωπον παρὰ τὸ μηκέτι ἁμαρτάνειν χρηματίζειν ἀναμάρτητον τὰ κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ. «Ἦσαν», γάρ φησι, «δίκαιοι καὶ πορευόμενοι ἄμεμπτοι». 2.14 Ἐδύνατο δὲ γεγράφθαι τό· «Ἦσαν δίκαιοι ἐν ταῖς ἐντολαῖς», νῦν δὲ ἡ προσθήκη ἀναγκαία τοῦ «ἐνώπιον τοῦ θεοῦ». Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς διανοίας μὴ εἶναι τοιοῦτον ἐμ φωλεύοντας κεκτημένον λογισμοὺς πονηρούς. Ὅταν γὰρ ἄνθρωπος μηδὲν ἔχῃ φαῦλον λέγειν περὶ ἐμοῦ, ἀλλὰ τὰ βλεπόμενά μου κατανοῶν ἐπαινεῖ, δίκαιός εἰμι «ἐνώπιον» ἀνθρώπων. Οὐκ οἴδασι δὲ οἱ ἄνθρωποι τὸ κρυ πτόν μου, πότε ἥμαρτον ἐμβλέψας 2.15 γυναῖκα εἰς τὸ ἐπιθυμῆσαι, ὥστε λο γισθῆναί μοι τὴν ἐν καρδίᾳ μοιχείαν. Τοιοῦτόν τι καὶ ὁ Παῦλος δηλοῖ, ὅταν λέγῃ περί τινων· «ὧν ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ θεοῦ». Οἱ γὰρ ἄνθρωποι οὐκ οἴδασι κατ' ἀξίαν ἐπαινεῖν, μόνος δὲ ὁ θεὸς οἶδεν ἀξίως καὶ ἐπαινέσαι τὸν ἐπαινετὸν καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν ἀξίως ποιῆσαι. 2.16 Ἀναγκαίως πρόσκειται τό· «ἦσαν δίκαιοι ἐνώπιον τοῦ θεοῦ». Πρὸς ὃ προκαλεῖται καὶ ὁ Σολομῶν· «προνοοῦ καλά», λέγων, «ἐνώπιον κυρίου καὶ ἀνθρώπων». Ἴδωμεν δὲ τῶν μακαρίων τούτων τὸν ἔπαινον· «πορευόμενοι ἐν ταῖς ἐντολαῖς», φησί, «καὶ δικαιώμασι τοῦ κυρίου». Ὅταν μὲν κρίνωμεν περὶ τῶν ἑτέρων κα λῶς, «<ἐν> δικαιώμασι κυρίου» πο ρευόμεθα, ὅταν δὲ ποιῶμεν τάδε ἢ τάδε, «<ἐν> ἐντολαῖς θεοῦ» πο ρευόμεθα. Μήποτε οὖν ταύτην τὴν διαφορὰν ἐπιστάμενος ὁ Λουκᾶς, ὡς κατ' αὐτὰ τούτους βιοῦντας, τὸν ἔπαινον τοῦτον ἀπέδωκεν· «πορευό μενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἄμεμπτοι». Ἴσως ἐρεῖ τις· διὰ τί πρόσκειται τούτοις τό· «ἄμεμπτοι»; Ἤρκει γὰρ αὐτοῖς «πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ θεοῦ καὶ δικαιώμασιν», εἰ μὴ ἄρα ἔστιν πορεύεσθαι «ἐν πάσαις ταῖς ἐντολαῖς καὶ 2.17 δικαιώμασιν», οὐκ «ἀμέμπτως» δέ. Πῶς τοίνυν [φησὶν] ἔστι «πο ρεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς», οὐκ «ἀμέμπτως» δέ; Φημὶ δὲ οὖν πρὸς αὐτόν, ὅτι, εἰ μὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο· «δικαίως τὸ δίκαιον διώξῃ», ἐπεὶ καὶ τὸ καλὸν οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολάς, ὥστε ἐν τῷ συνειδότι ῥύπον κενο δοξίας ἢ ἀνθρωπαρεσκείας ἢ ἑτέ ρου τινὸς τοιούτου ἔχειν, 2.18 κἂν δοκῶμεν ποιεῖν τὴν ἐντολήν, οὐκ «ἀμέμπτως» ποιοῦμεν. Ἔργον οὖν ἐστιν πορεύεσθαι «ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ κυρίου ἀμέμπτως» κατ' ἔπαινον ἀποδοθησόμενον ὑπὸ τοῦ θεοῦ ἐν τῷ θείῳ δικαστηρίῳ. 3.19 Τὰ αἰσθητά, ἵνα βλέπηται, οὐδὲν ἐνεργεῖ, ἀλλ' ὁ ὑγιὴς ὀφθαλμὸς τα θείς, εἴτε βούλεται τὸ αἰσθητὸν βλέπεσθαι εἴτε μή, βλέπει αὐτό. Οὐ τοιαῦτα δὲ τὰ θεῖα, οὐδ' ἐν τῷ παρόντι ὁρώμενα χωρὶς τῆς ἑαυ τῶν ἐνεργείας. Καὶ γοῦν χάριτι θεὸς «ὤφθη» τῷ Ἀβραὰμ ἤ τινι τῶν ἁγίων, οὐ τοῦ ὀφθαλμοῦ τῆς ψυχῆς τοῦ Ἀβραὰμ μόνου αἰτίου γενομένου τοῦ βλέπε σθαι αὐτῷ τὸν θεόν, ἀλλὰ τοῦ θεοῦ παρασχόντος ἑαυτὸν εἰς ἐμφανισ μὸν τῷ δικαίῳ, ἀξίῳ γενομένῳ τῆς ὀπτασίας αὐτοῦ. 3.20 Ἀλλὰ γὰρ καὶ ἄγγελος, ὅσον οὐ βούλεται βλέπεσθαί τινι ἡμῶν, παρ ὼν οὐ βλέπεται. Καὶ μὴ θαυμάσῃς ἐπὶ τοῦ παρ όντος, εἰ ὁ θεὸς θέλων «ὤφθη» τῷ Ἀβραάμ, μὴ θέλων δὲ οὐκ «ὤφθη» τῷ δεῖνι, καὶ «ἄγγελος