4
πονηρίᾳ» <καὶ ἃ> παρεθέμην ἀπὸ τοῦ Ἡσαΐου; 1.8 Ἀλλ' ἐρεῖ τις· εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα ἀναγα γεῖν τὸ «οὐκ οἶδεν», καὶ δύνασαι λέγειν ἐπὶ τὸν σωτῆρα τὸ τοιοῦτο καὶ «παιδίον» αὐτὸν λαμβάνειν, οὐ προσκόπτει σοι ταῦτα λέγειν περὶ τοῦ «μονογενοῦς», περὶ τοῦ «πρω τοτόκου πάσης κτίσεως», περὶ τοῦ πρὶν συλλήψεως εὐαγγελισθέντος κατὰ τὸ «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι»; καὶ λέγει· «οὐκ ἐπίσταμαι λαλεῖν»; Ὅρα εἰ δύνασαί τι ἀξιόλογον καὶ μέγα περὶ τὸν σωτῆρα ἐν τῷ τόπῳ ἰδεῖν, ὅτι τινὰ μὴ ἐπι στάμενος, μείζων ἐστὶ μὴ ἐπιστάμενος ἢ ἐπιστάμενος αὐτά, καὶ χρῶμαι αὐτοῦ τῇ φωνῇ μαρτυροῦντος, ὅτι τινὰ οὐκ ἐπίσταται. Λέγει γοῦν τοῖς φάσκουσιν αὐτῷ· Οὐ τῷ ὀνόματί σου «ἐφάγομεν», καὶ τῷ ὀνόματί σου «ἐπίο μεν», καὶ «τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν» καὶ «δυνάμεις πολλὰς ἐποιήσαμεν»; «Ἀποχωρεῖτε ἀπ' ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς.» Ἆρα τὸ «οὐδέποτε ἔγνων ὑμᾶς» ἐκεῖ λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἐλάττονα τὴν δύναμιν αὐτοῦ παρίστησιν ἢ μείζονα καὶ θαυμασιωτέραν, διότι τοὺς χείρονας καὶ τοὺς ἀπολλυμένους οὐκ ἔγνω; ἔγνω γὰρ τὰ διαφέροντα καὶ κρείττονα, καὶ «ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ», καὶ «εἴ τις ἀγνοεῖ, ἀγνοεῖται». Οὐκοῦν ὁ ἁμαρτωλὸς ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. Ἐρεῖ μοί τις τῶν ἀκροατῶν· ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἁμαρτωλούς, ἔδειξας ὅτι οὐκ οἶδε «τοὺς ἐργαζομένους τὴν ἀνομίαν»· οὐ γὰρ ἄξιοί εἰσι τῆς γνώσεως αὐτοῦ· πῶς γὰρ παραστή σεις μέγα καὶ ἔνδοξον εἶναι τὸ «οὐκ ἐπίσταμαι λαλεῖν» λεγόμενον ὑπὸ τοῦ σωτῆρος; Τὸ λαλεῖν ἀνθρώπινόν ἐστι, τὸ λαλεῖν διαλέκτῳ χρήσασθαί ἐστιν, ὥστε εἰπεῖν Ἑβραίων, φέρε εἰπεῖν, φωνὴν ἢ Ἑλλήνων <ἢ ἄλλων> τινῶν. Ἐὰν ἀναβῇς ἐπὶ τὸν σωτῆρα καὶ εἰδῇς αὐτὸν λόγον «ἐν ἀρχῇ πρὸς τὸν θεόν», ὄψει ὅτι οὐκ ἐπίσταται λαλεῖν ἀνθρω πίνου ὄντος τοῦ λαλεῖν, ἀλλ' ἐπεί ἐστι μεῖζον ὃ ἐπίσταται τοῦ λαλεῖν· ἐὰν δὲ καὶ ἀγγέλων γλώσσας συγκρίνῃς ἀνθρώ πων γλώσσαις, καὶ εἰδῇς ὅτι οὗτος μείζων ἐστὶ καὶ ἀγγέλων, ὡς ἐμαρτύρησεν ἐν τῇ πρὸς Ἑβραίους ὁ ἀπόστολος ἐπι στολῇ, ἐρεῖς ὅτι καὶ τῆς ἀγγέλων γλώσσης μείζων ἦν, ὅτε «θεὸς ἦν λόγος πρὸς τὸν πατέρα». Μανθάνει οὖν καὶ οἱονεὶ ἀναλαμβάνει ἐπιστήμην οὐ μεγάλων, ἀλλ' ὑπο δεεστέρων καὶ μικροτέρων· καὶ ὥσπερ μανθάνω βια ζόμενος ἐμαυτὸν ψελλίζειν, ὅτε παιδίοις διαλέγομαι-οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν' οὕτως εἴπω, λαλεῖν, βιάζο μαι τέλειος ὢν διαλέγεσθαι παιδίοις-, τὸν αὐτὸν τρόπον καὶ ὁ σωτήρ, ὢν μὲν «ἐν τῷ πατρὶ» καὶ ἐν τῇ μεγαλειό τητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω, ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς· «Οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», νεώτερος δὲ διὰ τὴν γένεσιν τὴν σωματικήν, πρεσβύτερος δὲ κατὰ τὸ «πρωτότοκος πάσης κτίσεως», νεώτερος, ὅτι «ἐπὶ συντελείᾳ τῶν αἰώνων» ἦλθεν <καὶ> ὕστερον τῷ βίῳ ἐπιδεδήμηκε. Λέγει οὖν τὸ «οὐκ ἐπίσταμαι λαλεῖν», οἶδά τινα μεί ζονα τοῦ λαλεῖν, οἶδά τινα μείζονα τοῦ φθόγγου τούτου τοῦ ἀνθρωπίνου· θέλεις με λαλεῖν ἀνθρώποις; οὔπω διάλεκτον ἀνθρωπίνην ἀνείληφα, ἔχω διάλεκτον σοῦ, τοῦ θεοῦ, λόγος εἰμὶ σοῦ, τοῦ θεοῦ, σοὶ οἶδα προσδιαλέγεσθαι, ἀνθρώποις 1.9 «οὐκ ἐπίσταμαι λαλεῖν», «νεώτερός εἰμι». <«Μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι,> ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ»· οὕτως «ἐκτείνει τὴν χεῖρα, ἅπτεται τοῦ στόματος αὐτοῦ, δίδωσιν αὐτῷ λόγους, καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν' ἐκριζώσῃ»· οὐ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν «ἐν <τῷ> πα τρί», οὐ χρείαν εἶχε κατασκαπτόντων λόγων καὶ καθαι ρούντων τὰ χείρονα· οὐδὲν γὰρ ἦν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. Μέγα οὖν ἐστιν, ὡς τὸ «οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας», οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ «οὐκ ἐπίσταμαι 1.10 λαλεῖν»· εἴτε δὲ πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα λέγεται· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε», ἀναγνοὺς τὴν Γένεσιν καὶ τηρήσας τὰ εἰρημένα περὶ τῆς κτίσεως τοῦ κόσμου εὑρήσεις, ὅτι ἡ