ἐκαθέσθη ἐν μέσῳ αὐτῶν. Ὅτε δὲ αὐ τὸς μέλλει βλέπειν τὴν δόξαν Κυρίου, ἀνίσταται καὶ ἐξέρχεται εἰς τὸ πεδίον, συλλαμβανομένου μόνου τοῦ πλάτους τοῦ πεδίου τῇ ὄψει τῆς δόξης Κυρίου, ἢν ἔμελλεν ὁρᾷν ὁ προφήτης. Εἴσελθε, καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Ἐπεὶ οὐχ οἷόν τέ ἐστι διακεῖσθαι προσδιατρί βοντα ἐξεληλυθέναι καὶ ἑστηκέναι τὸν ἔτι ὄντα ἐν τῷ σώματι· καλεῖ γὰρ ἡ σωματικὴ χρεία πρὸς τὸ καὶ μετὰ τὰς θείας θεωρίας πάλιν εἰσελθεῖν εἰς τὸ σῶμα καὶ οἱονεὶ τὰ τοῦ κεκλεισμένου πάσχειν· διὰ τοῦτο λέγεται μετὰ τὸ ἑωρακέναι αὐτὸν ἑστηκυῖαν τὴν δό ξαν, καὶ μετὰ τὸ ὑπὸ τοῦ πνεύματος ἐστηρίχθαι ἐπὶ τῶν ποδῶν αὐτοῦ, τὸ, Εἴσελθε, ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου. Ἰδοὺ δίδονται ἐπὶ σὲ δεσμοί. Καὶ τίνες ἂν ἄλλοι εἶεν οἱ δεδομένοι ἐπὶ τὸν προφήτην δεσμοὶ ἢ αἱ σω ματικαὶ ἀνάγκαι, ἐν αἷς εἰσιν οἱ δεσμεύοντες ἡμᾶς· ὡς μὴ δύνασθαι πάντη ἐκφυγεῖν αὐτὰς καὶ ἐξελθεῖν ἀπ' αὐτῶν; ∆ιὰ ταύτας συνδεῖται ἡ γλῶσσα ἡμῶν ἀπὸ Θεοῦ πρὸς τὸν λάρυγγα· ὥστε μὴ τὸν περὶ τῶν πλειόνων λόγον καὶ μυστικώτατον ἐν ἡμῖν εἶναι μετα διδόναι τοῖς παραπικραίνουσι τὸ Θεῖον καὶ μὴ χωροῦσι λόγους ἐλεγκτικούς. Πλὴν παρατηρητέον, ὅτι ἔνθα πλείονά ἐστι τὰ ἁμαρτήματα, κελεύεται ὁ προφήτης μηδὲ ἐλέγχειν ἔτι διὰ τοῦ· Καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα, διότι οἶκος παραπικραίνων ἐστί· οὔτε δὲ ἀεὶ κελεύεται σιωπᾷν καὶ μὴ ἐλέγχειν, ἀλλ' ἐν καιρῷ καὶ τοῦτο ποιεῖν διὰ τὸ εἰρῆσθαι· Καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου, καὶ ἐρεῖς πρὸς αὐτούς· Τάδε λέγει Κύριος· Καὶ ἀκούων ἀκουέτω, καὶ ὁ ἀπειθῶν ἀπειθείτω. ΚΕΦ. ∆ʹ. Λάβε σεαυτῷ πλίνθον. Οἶμαι τὴν λαμβανομένην πλίνθον ἕκαστον εἶναι τῶν πρὸ τοῦ πεπιστευκέναι, πλίνθῳ τὴν διάνοιαν ἐοικότων. Τοῦ αὐτοῦ. Πλίνθον ἐνταῦθα νομίζω λέγεσθαι τὴν τοῦ ἀπαιδεύτου καὶ ἀνοήτου ψυχὴν, ἐν ᾗ διαγράφεται ὑπὸ τοῦ προφήτου καὶ τοῦ δυναμένου διδάσκειν τὰ πνευματικὰ καὶ τὰ κρείττονα παραδεικνύναι, πόλις Ἱερουσαλὴμ, καὶ τὰ ἐν αὐτῇ μυστήρια, καὶ ὁ λόγος τῆς πόλεως τοῦ Θεοῦ καὶ τῶν ἐμπολιτευσαμένων αὐτῇ. Περιοχὴ δὲ τῆς πόλεως ἂν εἴη δόγματα ὀχυ ροῦντα τοὺς λόγους τοὺς περὶ αὐτήν· προμαχῶνες δὲ αἱ κατασκευαστικαὶ ἀποδείξεις. Τάχα δὲ καὶ καθ' ἑαυτὴν ἡ λογικὴ θεωρία, ἧς ἐν γνώσει δεῖ εἶναι τὸν ἀκαταμάχητον, σημαίνεται ἐκ τοῦ· Καὶ περιβαλεῖς ἐν αὐτῇ χάρακα· ἡ δὲ ἀγγελικὴ φρουρὰ ἐκ τοῦ· Καὶ δώσεις ἐν αὐτῇ παρεμβολάς· αἱ δὲ βελοστά σεις αἱ κύκλῳ τῆς Ἱερουσαλὴμ, οἱ ἀποκρουόμενοι λό 13.780 γοι τοὺς ἐναντίους λόγους εἰσί. Ἐπεὶ δὲ καὶ δυνατόν ἐστι καὶ ἁμαρτεῖν μετὰ τοσαῦτα, τάχα οἱ ἁπτόμενοι τοῦ ἡμαρτηκότος λόγοι καὶ κολάζοντες αὐτὸν σιδη ροῦν λέγονται τήγανον, ὥσπερ τις κατὰ τὸν προφή την ἐστὶ τοῖχος σιδηροῦς διὰ τὸ μὴ μεταπίπτειν ἀπὸ τῆς καλλίστης ἕξεως. Τὸ δὲ, Ἑτοιμάσεις τὸ πρόσ ωπόν σου, τουτέστι συντενεῖς τὸ διορατικὸν τῆς ψυχῆς σου ἐπὶ τὴν πόλιν εἰς τὸ οἰκοδομῆσαι αὐτὴν ἐπὶ τῆς πλίνθου, ἣ τῆς πόλεως ἔσται συγκλεισμός. Συγκλείσεις γὰρ αὐτὴν, ἐντυπῶν αὐτὴν καὶ ἐγκαθ ειργνύων τῇ ψυχῇ τοῦ ἀκροατοῦ σῶμα περικειμένου. Τοῦτο δὲ πᾶν σημεῖόν τι ἔγκειται τοῖς ἐν γενέσει εὐ φυέσι καὶ καλουμένοις υἱοῖς Ἰσραήλ. Τάχα δὲ καὶ ἐν τοῖς διδαχθεῖσι μὲν τὰ τῆς θεοσεβείας, μὴ βιοῦσι δὲ ἀξίως τῶν ἁγίων μαθημάτων, λόγος ἐστὶν ἡ ἐπὶ τῆς πλίνθου διαγεγραμμένη πόλις Ἱερουσαλὴμ περιεχο μένη καὶ συνεχομένη ὑπὸ πολεμίων, προμαχῶνας ἐχόντων καὶ χαρακούντων αὐτὴν, τάς τε παρεμβολὰς αὐτῶν ἐπιστησάντων αὐτῇ καὶ μυρίας ὅσας βελοστά σεις, ἵνα αὐτὴν τιτρώσκωσι. Καὶ διὰ τοῦτο τήγανον σιδηροῦν τίθεται ὡς τοῖχος σιδηροῦς, τῷ μὴ εἶναι τὸν προφήτην τοιοῦτον, ὁποῖοί εἰσιν ἐκεῖνοι ἀναμέσον αὐτοῦ καὶ τῆς περιεχομένης πόλεως. Παρεσκεύασται δὲ τὸ τοῦ προφήτου πρόσωπον ἐπὶ τὴν ἐν τῇ πλίνθῳ πόλιν οὖσαν ἐν συγκλεισμῷ συγκεκλεισμένην ὑπὸ τῆς ἀποδείξεως τῶν προφητικῶν λόγων. Καὶ τοῦτο πᾶν σημεῖόν ἐστι καὶ αὐτὸ τοῖς υἱοῖς Ἰσραὴλ, ἵνα μὴ τοιοῦτοι γίνωνται. Καὶ σὺ λάβε σεαυτῷ τήγανον. Εἰκὸς τὰς κολά σεις εἶναι τήγανον σιδηροῦν· ἢ καὶ κατὰ τὴν ἱστο ρίαν, ὅτι ἀπετηγάνισε τοὺς υἱοὺς τῆς βασιλείας ὁ βάρ βαρος. Καὶ λήψῃ τὰς