1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

4

17 Εἰς τὸν νοσοκόμον Τὸ χρῆμα θεῖον, ἀσθενῶν βάρη φέρειν· τούτου λαχὼν πύκτευσον, ὧ μοι

τεκνίον, θερμῶς, προθύμως ἐκτελεῖν σου τὸν δρόμον. Ἕωθεν εὐθὺς τοὺς κλινήρεις σου βλέποις, ἄλλου πρὸ παντὸς φαρμακεύων τοῖς λόγοις· εἶτ' αὖ πρεπόντως προσφέροις σιτῶν δόσεις, ὡς χρὴ δ' ἑκάστῳ, συνδιακρίσει λόγου· μέλος γάρ ἐστι, μὴ παρέρχου τὸν πέλας. Οὕτως ὑπηρετοῦντι μισθός σοι μέγας· φῶς ἀπρόσιτον, οὐρανῶν εὐκληρία.

18 Εἰς τοὺς νοσοῦντας

Τὸ τῆς νόσου μοι δῶρον εὖ, τέκνον, δέχου· ἐπισκοπὴ γάρ ἐστι θείας

φροντίδος. Φέροις ἀνεκτῶς τῆς καμίνου τὴν φλόγα ἐν τῷ δροσισμῷ τῆς ἀπευχαριστίας. Ἰὼβ γένοιο, τοὺς ἐκείνου φῶν λόγους, ἐφ' οἷς ἁμαρτεῖν οὐκ ἀνῆκε κἀν λόγῳ. Κἂν δ' αὖ παρέλθῃ τίς σε μὴ βλέψας, σίγα, ἐν πᾶσιν αἰνῶν τῇ κατὰ χρείαν δόσει, ἵν' εὐπαθήσῃς σώματι πρὸς καρδίαν.

19 Εἰς τοὺς σκοιτεῖσ

Πεδιλοποιῶν ὡς ἄριστος ἡ τέχνη· ἀποστόλου γάρ ἐστι Παύλου τοῦ πάνυ.

Ζηλοῦντες αὐτοῦ τοὺς ἱδρῶτας τῶν κόπων δέξασθε θερμῶς τοὺς πόνους καθ' ἡμέραν ὡς ἐργάται Χριστοῖο, τῆσδε φροντίδος, δέρρεις τε βύρσας, ὡς δέον, τετμηκότες, παλαιὰ καινουργοῦντες, εἶτα καὶ νέα, μὴ νωθρότητι πρὸς παράχρησιν λόγου ῥιπτοῦντες, εἴ τι τῶν ῥιφῆς οὐκ ἀξίων, ἢ τὴν τομὴν φέροντες ἐλλειπῶς ὕπερ. Ἅπαντα γὰρ ποιοῦντες ἀξιοχρέως τῶν μαρτυρούντων ἐξανύσετε δρόμον. 20 Εἰς τὸ κοιμητήριον Ὁ δοὺς τὸν ὕπνον πᾶσιν εἰς λύτρον κόπων, ὧνπερ παρέσχεν ἡ διαυγὴς ἡμέρα, κἀμοὶ παράσχου, Χριστέ μου, Θεοῦ Λόγε, κοῦφον τὸν ὕπνον, ἡδὺ καὶ ταχυδρόμον, φαντασμάτων μὲν τῶν κακῶν ἐξωσμένον, ὀνειράτων δὲ τῶν καλῶν πεπλησμένον. Καί μ' ἐξέγειρον κρουσματοῦντος τοῦ ξύλου ἀνέκλυτον, σταθηρὸν εὐθύμως ἄδειν, ἱστῶν πόδας μου καρτερῶς ἐν αἰνέσει, φρουρῶν νόας μου δαιμόνων πανουργίας, γλῶσσαν τρανῶν μου πρὸς τὸ μέλπειν εὐτόνως, εἰς δόξαν, αἶνον τοῦ μεγίστου σου κράτους, ὅπως τέλειος νυκτερεύσας, ὀρθρίσας τὸ φῶς ἴδω σου τῶν ἐντολῶν πρωΐθεν.

21 Εἰς πλουσίους καὶ πένητας

Ἴσθι τίς ὤν, ἄνθρωπε, καὶ τί σοι μένει, ὅπῃ παροικεῖς καὶ †μετασταίην†

ἔχοις. Ὅλος γίνοιο πρὸς τ'ἄνω τῇ φροντίδι· πλῆρες γ'ἐκεῖ φῶς, ἀλλὰ καὶ κρίσις ἄληξ. Τῷ τῇδ' ὅτ' εἴποις· αὖρα, ῥοῦς καὶ νυκτόναρ, χρυσὸς χοοῦται, δόξ' ἀπανθεῖ, τ'ἄλλα ῥεῖ. Πολύστονα, θρηνηρὰ πάντα τἀνθάδε. Ἔχε προσεκτῶς, μή σε κυλίσῃ χρόνος, οὗ μὴ παλινάγραιτον ἢ παικτὸν πέλει.

22 Εἰς κοσμικούσ

Χριστοῦ μαθηταί, τοῦ καλοῦ καὶ πραέος, μῆνιν φέροντες εἰς ἑαυτοὺς ταῖς

μάχαις, πῶς εἰς τὸν αὐτοῦ βαίνετε φρικτὸν δόμον; ∆ώρων πανάγνων πῶς μεθέξετε