1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

διὰ τὴν γνώμην, ἀλλὰ διὰ τὸ ἐν οὐσίᾳ ἀξίωμα. Ὀρθ. Καὶ εἰ μή ἐστιν οὐσίας ἀξιώματι ἄτρεπτος ὁ τοῦ θεοῦ υἱὸς, τίνι διαφέρει τῶν ἄλλων λογικῶν δυνάμεων καὶ αὐτῶν ἐχουσῶν τὸ ἄτρεπτον ἐν τῇ γνώμῃ τοῦ κτίσαντος; πῶς δὲ καὶ ἀκούεις αὐτοῦ λέγοντος· "πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν", εἴπερ οὐκ ἐν τῷ τῆς οὐσίας ἀξιώματι ἔχει τὸ ἄτρεπτον; Ἀνόμ. Εἰ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικὸν, εἰκότως πρὸς τὴν τοῦ γεννήματος οὐσίαν ἀντι διαστέλλεται· εἰ δὲ μηδὲν σημαίνει τὸ ἀγέννητον, πολλῷ δὴ μᾶλλον οὐδὲν δηλοῖ τὸ γέννημα, μηδενὶ δὲ μηδὲν πῶς ἀντιδιαστέλλειν; εἰ δὲ ἡ ἀγέννητος προ φορὰ πρὸς τὴν γεννητὴν προφορὰν ἀντιδιαστέλλεται σιωπῆς μ28.1188 τὴν προφορὰν διαδεχομένης, γίνεσθαι συμβαίνει καὶ ἀπογίνεσθαι τὴν τῶν Χριστιανῶν ἐλπίδα ἐν διαφόρῳ προφορᾷ κειμένην, ἀλλ' οὐκ ἐν φύσεσιν οὕτως ἐχούσαις, ὡς ἡ τῶν ὀνομάτων βούλεται σημασία. Ὀρθ. Ὅταν σοι δοθῇ λέγειν ἐπὶ θεοῦ τὸ ἀγέννητον, τότε σημαίνειν τὸ ἀγέννητον λέγομεν τὸ μὴ γεγεννῆσθαι τὴν οὐσίαν, ὡς τὸ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι τὴν οὐσίαν, οὔτε δὲ τὸ ἀψευδὲς ἡ οὐσία οὔτε τὸ ἀγέννητον· εἰ γὰρ τὸ ἀγέννητον ἡ οὐσία, καὶ τὸ ἀψευδὲς ἡ οὐσία. ἔστι δὲ καὶ ὁ υἱὸς ἀψευδής, καὶ ἀγέννητος ἄρα, ἀλλ' οὐκ ἀγέννητος κατὰ σέ, ἀψευδὴς δέ. οὐκ ἄρα τὸ ἀψευδὲς οὐσία. ὡς οὖν τὸ ἀψευδὲς οὐκ οὐσία, οὕτως οὐδὲ τὸ ἀγέννητον οὐσία· εἰ γὰρ τὸ ἀγέννητον οὐσία, καὶ τὸ γεννητὸν οὐσία· εἰ δὲ τὸ γεννητὸν οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια. τὸ δὲ οὐσίας δηλωτικὸν εἶναι τὸ ἀγέννητον καὶ τὸ γεννητὸν παρὰ τῆς σῆς εὕρηται προφορᾶς, ἣν δεῖ ὡς θάλασσαν κυμαίνουσαν ἐπι τιμηθῆναι. τὸ γὰρ πνεῦμα τῆς ἀληθείας πατέρα καὶ υἱὸν ἡμῖν ἐκήρυξεν τῶν ὀνομάτων τὰς σχέσεις ἡμῖν σημαινόντων, οὐκ ἀντερεῖς δὲ ὡς θεὸς φύσει καὶ ἀληθείᾳ πατήρ, πατὴρ δὲ πῶς, μὴ γεννήσας φύσει καὶ ἀληθείᾳ; ὥστε καὶ ἡ σοῦ τοῦ ἐπινοήσαντος τὸ ἀγέννητον καὶ τὸ γεννητὸν οὐσίας εἶναι δηλωτικὸν ἐλπὶς σιωπῆς τὴν προφορὰν διαδεχομένης ἐν ἡμέρᾳ κρίσεως οὐχ εὑρίσκεται ἐκείνων μόνων εὑρισκομένων, ὧν τὸ πνεῦμα τὸ ἅγιον εἶπεν. Ἀνόμ. Εἰ μηδὲν πλέον σημαίνει εἰς ὑπεροχὴν οὐσίας τὸ ἀγέννητον πρὸς τὸ γέννημα, προφορᾷ μόνον ὑπερεχόμενος ὁ υἱὸς βελτίους ἑαυτοῦ γνώσεται τοὺς προσαγορεύσαντας αὐτόν, οὐ τὸν προσαγορευθέντα θεὸν αὐτοῦ καὶ πατέρα. Ὀρθ. Ὁ προσαγορεύσας τὸν πατέρα ἀγέννητον καὶ τοῦτο αὐτοῦ τὴν οὐσίαν εἶναι νομοθετήσας τοῖς Ἰουδαίοις σὺ εἶ, οὐδαμοῦ γὰρ τὸ θεῖον πνεῦμα τοῦτο ἐδίδαξεν. ὅτι δὲ σὺ τοῦ υἱοῦ βελτίων οὐχ εὑρεθήσῃ, ἀλλὰ τοῦ σὲ διδάξαντος διαβόλου χείρων ὡμολόγηται. Ἀνόμ. Εἰ ἡ ἀγέννητος οὐσία κρείττων ἐστὶ γενέσεως οἴκοθεν ἔχουσα τὸ κρεῖττον, αὐτο ουσία ἐστὶν ἀγέννητος· οὐ γὰρ βουλόμενος ὅτι βούλεται γενέσεώς ἐστι κρείττων, ἀλλ' ὅτι αὐτοουσία ὑπάρχουσα ὁ ἀγέννητος θεὸς οὐδενὶ λόγῳ ἐπιτρέπει καθ' ἑαυτῆς γένεσιν ἐπινοῆσαι, ὠθοῦσα φέρεσθαι κατὰ τῶν γεννητῶν πᾶσαν ἐξέτασιν καὶ πάντα λογισμόν. Ὀρθ. Πᾶσα οὐσία κρείττων ἐστὶ γενέσεως. οὐ γὰρ ταὐτόν ἐστιν οὐσία καὶ γένεσις. ὅτι δὲ ἡ γένεσις οὐκ ἔστιν οὐσία ἐντεῦθεν δῆλον ἐκ τοῦ μὴ εἶναι τὰ γεννητὰ ὁμοούσια. εἰ δὲ τὰ γενητὰ οὐκ εἰσὶν ὁμοούσια, οὐκ ἔστιν ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ ἡ γένεσις οὐκ ἔστιν οὐσία, οὐδὲ ἡ ἀγεννησία ἐστὶν οὐσία. εἰ δὲ ἡ ἀγεννησία ἐστὶν οὐσία, ἡ δὲ γένεσις οὐκ οὐσία, πῶς λέγεις ἀνόμοιον; τὸ γὰρ ὂν τῷ μὴ ὄντι οὔτε ὅμοιον οὔτε ἀνόμοιον. μ28.1189 Ἀνόμ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μηδενὸς τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος ὄν, ὅπερ ἐστὶν αὐτὸ ἑαυτοῦ; Ὀρθ. Εἰ τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον στερήσεώς εἰσι δηλωτικά, ἔστω καὶ τὸ ἀγέννητον. τοῖς οὖν αὐτοῖς καὶ ἡμεῖς χρησώμεθα λόγοις· εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἄφθαρτον, μηδὲν δέ ἐστι τὸ ἄφθαρτον ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μηδενὸς τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειε ὄντος ὄν, ὅπερ ἐστὶ στερήσεως δηλωτικόν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ τὸ ἀγέννητον; καὶ εἰ ταὐτὸν σημαίνει τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον εἴτ' οὖν καὶ τὸ ἀθάνατον, ἔστι δὲ καὶ